← 波利比奥斯

历史

§2.26.1-2.26.8

埃米利乌斯增援与凯尔特人撤退决议

罗马将军卢基乌斯·埃米利乌斯赶来增援并收容了山丘上幸存的军队。与此同时,凯尔特国王阿内罗埃斯特斯建议带着丰厚的战利品撤退以确保安全,埃米利乌斯决定采取尾随追击的策略。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.26.1

κατὰ δὲ τὸν καιρὸν τοῦτον Λεύκιος Αἰμίλιος ὁ προκαθήμενος ἐπὶ τῶν κατὰ τὸν Ἀδρίαν τόπων ἀκούσας τοὺς Κελτοὺς διὰ Τυρρηνίας ἐμβεβληκότας συνεγγίζειν τῇ Ῥώμῃ, παρῆν βοηθῶν κατὰ σπουδὴν εὐτυχῶς εἰς δέοντα καιρόν.

就在此时,部署在亚得里亚海沿岸地区前线的卢基乌斯·埃米利乌斯,听说凯尔特人已侵入伊特鲁里亚并逼近罗马,便火速赶来增援,幸运地在关键时刻抵达。

§2.26.2

καταστρατοπεδεύσαντος δʼ αὐτοῦ1 σύνεγγυς τῶν πολεμίων, κατιδόντες τὰ πυρὰ καὶ νοήσαντες τὸ γεγονὸς οἱ συμπεφευγότες ἐπὶ τὸν λόφον ταχέως ἀναθαρρήσαντες ἐξαπέστειλαν αὑτῶν τινας τῆς νυκτὸς ἀνόπλους διὰ τῆς ὕλης ἀναγγελοῦντας τῷ στρατηγῷ τὸ συμβεβηκός.

当他在敌人附近安营扎寨时,那些逃到山丘上的人看到了篝火,并明白发生了什么,迅速恢复了勇气,在夜间派出了几名赤手空拳的人穿过森林,向将军报告所发生的事情。

§2.26.3

ὁ δὲ διακούσας καὶ θεωρῶν οὐδὲ διαβούλιον αὑτῷ καταλειπόμενον2 ὑπὲρ τῶν ἐνεστώτων, τοῖς μὲν χιλιάρχοις ἅμα τῷ φωτὶ παρήγγειλε τοὺς πεζοὺς ἐξάγειν, αὐτὸς δὲ τοὺς ἱππεῖς ἀναλαβὼν καθηγεῖτο τῆς δυνάμεως, ποιούμενος τὴν πορείαν ἐπὶ τὸν προειρημένον βουνόν.

埃米利乌斯听取了详细汇报,看到面对眼下的局势,自己甚至没有留下任何商讨的余地,便命令军事护民官在拂晓时带出步兵,而他自己则率领骑兵走在军队前头,朝前述的山丘进军。

§2.26.4

οἱ δὲ τῶν Γαλατῶν ἡγεμόνες ἀφορῶντες τὰ πυρὰ τῆς νυκτὸς καὶ συλλογιζόμενοι τὴν παρουσίαν τῶν πολεμίων συνήδρευον.

与此同时,高卢人的领袖们在夜间看着篝火,推测敌人的到来,召开了会议。

§2.26.5

οἷς Ἀνηροέστης ὁ βασιλεὺς γνώμην εἰσέφερε λέγων ὅτι δεῖ τοσαύτης λείας ἐγκρατεῖς γεγονότας3 — ἦν γάρ, ὡς ἔοικε, καὶ τὸ τῶν σωμάτων καὶ θρεμμάτων πλῆθος, ἔτι δὲ τῆς ἀποσκευῆς ἧς εἶχον, ἀμύθητον —

国王阿内罗埃斯特斯向他们提出建议,说既然他们已经掌握了如此多的战利品——因为,正如所见,俘虏和牲畜的数量,以及他们拥有的行李,都是难以估量的——

§2.26.6

διόπερ ἔφη δεῖν μὴ κινδυνεύειν ἔτι μηδὲ παραβάλλεσθαι τοῖς ὅλοις, ἀλλʼ εἰς τὴν οἰκείαν ἀδεῶς ἐπανάγειν· ταῦτα δʼ ἀποσκευασαμένους καὶ γενομένους εὐζώνους αὖθις ἐγχειρεῖν ὁλοσχερῶς, ἐὰν δοκῇ, τοῖς Ῥωμαίων πράγμασιν.

因此,他说,不应再冒险,也不应拿全部命运做赌注,而应毫无畏惧地返回家园;在安顿好这些行李并使自己变得轻装之后,如果觉得合适,可以再次对罗马人的事务发起全面进攻。

§2.26.7

δόξαντος δὲ σφίσι4 κατὰ τὴν Ἀνηροέστου γνώμην χρήσασθαι τοῖς παροῦσιν, οὗτοι μὲν τῆς νυκτὸς ταῦτα βουλευσάμενοι, πρὸ φωτὸς ἀναζεύξαντες προῆγον παρὰ θάλατταν διὰ τῆς Τυρρηνῶν χώρας.

既然他们同意按照阿内罗埃斯特斯的意见来处理当前的局势,他们便在夜间作此决定,在天亮前拔营,沿着海岸穿过伊特鲁里亚人的土地前进。

§2.26.8

ὁ δὲ Λεύκιος ἀναλαβὼν ἐκ τοῦ βουνοῦ τὸ διασῳζόμενον τοῦ στρατοπέδου μέρος ἅμα ταῖς ἰδίαις δυνάμεσι τὸ μὲν διακινδυνεύειν ἐκ παρατάξεως οὐδαμῶς ἔκρινε συμφέρειν, ἐπιτηρεῖν δὲ μᾶλλον καιροὺς καὶ τόπους εὐφυεῖς ἑπόμενος, ἐάν πού τι βλάψαι τοὺς πολεμίους ἢ τῆς λείας ἀποσπάσαι δυνηθῇ.5

至于卢基乌斯,他收容了山丘上幸存的那部分军队,并与自己的部队合并,他认为决不适宜通过正面会战来冒险,而宁愿在后面尾随,寻找有利的时机和地点,看看是否能在某个地方给敌人造成一些损失,或者夺回一部分战利品。

语法注5 条
  1. 2.26.2καταστρατοπεδεύσαντος δʼ αὐτοῦ

    属格独立结构,表示卢基乌斯·埃米利乌斯(αὐτοῦ)安营扎寨这一先决行动,其主语与主句主语(避难者,οἱ συμπεφευγότες)不同。

  2. 2.26.3θεωρῶν οὐδὲ διαβούλιον αὑτῷ καταλειπόμενον

    分词 θεωρῶν(看到……)后的间接陈述分词结构,其中名词 διαβούλιον(商讨的余地)与其修饰分词 καταλειπόμενον(被留下)均为宾格。

  3. 2.26.5ὅτι δεῖ τοσαύτης λείας ἐγκρατεῖς γεγονότας

    宾格复数 γεγονότας(在成为……之后)作为非人称动词 δεῖ 之后的不定式(如 2.26.6 的 κινδυνεύειν 等)的逻辑主语,并带有支配属格的形容词 ἐγκρατεῖς(修饰 τοσαύτης λείας)。

  4. 2.26.7δόξαντος δὲ σφίσι

    使用非人称动词 δοκέω 的过去时分词中性单数属格 δόξαντος 的属格独立结构。主语是后文的不定式短语(χρήσασθαι τοῖς παροῦσιν),意为“由于在他们看来处理当前局势是合适的”。

  5. 2.26.8ἐάν πού τι βλάψαι ... δυνηθῇ

    由连词 ἐάν 和虚拟语气 δυνηθῇ 引导的条件从句,在此处起到了类似于间接疑问句的作用,表示主句行为者的意图或期待(“看看是否能够……”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(3 处,最近 2026-10-12)
  • 2026-10-12 统一书写 — 译文 1 处
  • 2026-09-21 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.26.1-2.26.8