← 波利比奥斯

历史

§2.25.1-2.25.11

凯尔特人入侵伊特鲁里亚与伏击罗马军队

侵入伊特鲁里亚的凯尔特军队向罗马进军,并通过伏击击败了追击的罗马军队。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.25.1

οἱ δὲ Κελτοὶ κατάραντες εἰς τὴν Τυρρηνίαν ἐπεπορεύοντο τὴν χώραν, πορθοῦντες ἀδεῶς· οὐδενὸς δʼ αὐτοῖς ἀντιταττομένου, τέλος ἐπʼ αὐτὴν ὥρμησαν τὴν Ῥώμην.

与此同时,凯尔特人侵入伊特鲁里亚,毫无顾忌地在当地进行掠夺并向前推进;由于无人阻挡,他们最终向罗马城本身进军。

§2.25.2

ἤδη δʼ αὐτῶν περὶ πόλιν ὄντων ἣ καλεῖται μὲν Κλούσιον, ἀπέχει δʼ ἡμερῶν τριῶν ὁδὸν ἀπὸ τῆς Ῥώμης, προσαγγέλλεται διότι1 κατόπιν αὐτοῖς ἕπονται καὶ συνάπτουσιν αἱ προκαθήμεναι τῶν Ῥωμαίων ἐν τῇ Τυρρηνίᾳ δυνάμεις.

当他们已经抵达一座名为克鲁西乌姆的城市附近(该城距离罗马有三天的路程)时,得到消息称,部署在伊特鲁里亚前线的罗马军队正从后方尾随并逼近他们。

§2.25.3

οἱ δʼ ἀκούσαντες ἐξ ὑποστροφῆς ἀπήντων, σπεύδοντες τούτοις συμβαλεῖν.

听到这个消息后,他们转身迎击,急于同这支军队交战。

§2.25.4

ἐγγίσαντες δʼ ἀλλήλοις ἤδη περὶ δυσμὰς ἡλίου, τότε μὲν ἐν συμμέτρῳ διαστήματι καταστρατοπεδεύσαντες ηὐλίσθησαν ἀμφότεροι.

临近日落时分,双方已经彼此接近,于是当时他们都在相隔适中的距离处设营,驻扎过夜。

§2.25.5

τῆς δὲ νυκτὸς ἐπιγενομένης πῦρ ἀνακαύσαντες οἱ Κελτοὶ τοὺς μὲν ἱππεῖς ἀπέλιπον, συντάξαντες ἅμα τῷ φωτὶ συμφανεῖς γενομένους τοῖς πολεμίοις ὑποχωρεῖν2 κατὰ τὸν αὐτὸν στίβον.

夜幕降临后,凯尔特人点燃篝火,留下了骑兵,并指示他们在拂晓时一向敌人显露身影,就沿着同一条路径退却。

§2.25.6

αὐτοὶ δὲ λαθραίαν ποιησάμενοι τὴν ἀποχώρησιν ὡς ἐπὶ πόλιν Φαισόλαν αὐτοῦ παρενέβαλον, πρόθεσιν ἔχοντες ἅμα μὲν ἐκδέχεσθαι τοὺς ἑαυτῶν ἱππεῖς, ἅμα δὲ παραδόξως ἐνοχλῆσαι τὴν τῶν ὑπεναντίων ἔφοδον.

他们自己则秘密撤退,朝向一座名为费索莱的城市并在其附近安营扎寨,意图一方面接应自己的骑兵,另一方面给敌人的进攻以出其不意的打击。

§2.25.7

οἱ δὲ Ῥωμαῖοι τῆς ἡμέρας ἐπιγενομένης συνιδόντες τοὺς ἱππεῖς αὐτοὺς καὶ νομίσαντες τοὺς Κελτοὺς ἀποδεδρακέναι, κατὰ σπουδὴν ἠκολούθουν τοῖς ἱππεῦσιν κατὰ τὴν ἐκείνων ἀποχώρησιν.

拂晓时分,罗马人看见只有这些骑兵,以为凯尔特人已经逃跑,便急忙顺着那些骑兵退却的方向追击。

§2.25.8

ἅμα δὲ τῷ συνεγγίζειν3 τοῖς πολεμίοις διαναστάντων τῶν Κελτῶν καὶ συμπεσόντων αὐτοῖς ἦν ἀγὼν τὰς ἀρχὰς ἐξ ἀμφοῖν βίαιος.

然而,就在他们逼近敌人时,凯尔特人突然跃起并发起猛烈袭击,起初双方展开了极为激烈的战斗。

§2.25.9

τέλος δὲ καθυπερεχόντων τῶν Κελτῶν τῇ τόλμῃ καὶ τῷ πλήθει, συνέβη διαφθαρῆναι μὲν τῶν Ῥωμαίων οὐκ ἐλάττους ἑξακισχιλίων, τοὺς δὲ λοιποὺς φεύγειν· ὧν οἱ πλείους πρός τινα τόπον ἐρυμνὸν ἀποχωρήσαντες ἔμενον.

最终,由于凯尔特人在勇猛和人数上占了上风,结果导致不少于六千名罗马人被歼灭,其余的人则纷纷逃跑;其中大多数人撤退到一处险要之地并坚守在那里。

§2.25.10

οὓς τὸ μὲν πρῶτον οἱ Κελτοὶ πολιορκεῖν ἐπεβάλοντο· κακῶς δʼ ἀπαλλάττοντες4 ἐκ τῆς προγεγενημένης ἐν τῇ νυκτὶ πορείας καὶ κακοπαθείας καὶ ταλαιπωρίας ὥρμησαν πρὸς ἀνάπαυσιν καὶ θεραπείαν, φυλακὴν ἀπολιπόντες τῶν ἰδίων ἱππέων περὶ τὸν λόφον, πρόθεσιν ἔχοντες κατὰ τὴν ἐπιοῦσαν πολιορκεῖν τοὺς συμπεφευγότας, ἐὰν μὴ παραδῶσιν ἑαυτοὺς ἑκουσίως.

起初,凯尔特人企图包围他们;但由于先前的夜间行军、艰难和疲惫而处于极度疲劳的状态,他们转而去休息和修整,只在该丘陵周围留下一支自己的骑兵守备队,他们的意图是,如果那些逃难者不主动投降,就在第二天对他们进行围攻。

语法注4 条
  1. 2.25.2διότι

    在波里比乌斯的著作中,连词 διότι 经常代替 ὅτι 用来引导名词从句(“说……”、“即……”),而非其古典时期的因果意义(“因为”)。在此处它构成了无人称动词 προσαγγέλλεται 的实质主语从句。

  2. 2.25.5συντάξαντες ἅμα τῷ φωτὶ συμφανεῖς γενομένους τοῖς πολεμίοις ὑποχωρεῖν

    由分词 συντάξαντες(“指示、命令”)引导的宾格不定式结构。不定式 ὑποχωρεῖν(“退却”)的逻辑主语是宾格复数阳性分词 συμφανεῖς γενομένους(“显露身影”),该分词指代前文的 τοὺς μὲν ἱππεῖς。

  3. 2.25.8ἅμα δὲ τῷ συνεγγίζειν

    介词 ἅμα 与带冠词不定式的与格(τῷ συνεγγίζειν)相结合,表示时间上的同时性(“在逼近……的同时”)。不及物动词 συνεγγίζω 支配的与格补足语是 τοῖς πολεμίοις。

  4. 2.25.10κακῶς δʼ ἀπαλλάττοντες

    动词 ἀπαλλάττω 的不及物用法(或省略了反身代词 ἑαυτούς),与副词 κακῶς 连用表示“处于糟糕的状态”或“情况不妙”。在此处它指因艰难的夜间行军而导致的肉体“疲惫”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.25.1-2.25.11