← 波利比奥斯

历史

§2.11.1-2.11.17

罗马军团的远征与伊利里亚人的溃败

罗马执政官率领的军队解除了科尔库拉、埃皮达姆诺斯和伊萨等地的包围,击败了伊利里亚人,并在德米特里的协助下将多个部族纳入罗马的保护,而特乌塔则逃往里宗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11.1

κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς τῶν τὰς ὑπάτους ἀρχὰς ἐχόντων1 Γνάιος μὲν Φόλουιος ἐξέπλει ναυσὶ διακοσίαις ἐκ τῆς Ῥώμης, Αὖλος δὲ Ποστόμιος τὰς πεζικὰς ἔχων δυνάμεις ἐξώρμα.

在同一时期,在执政官任职期间,格奈乌斯·富尔维乌斯率领两百艘船只从罗马出航,而奥卢斯·波斯图米乌斯则率领陆军部队出发。

§2.11.2

τὴν μὲν οὖν πρώτην ἐπιβολὴν ἔσχε πλεῖν2 ὁ Γνάιος ἐπὶ τῆς Κερκύρας, ὑπολαμβάνων ἔτι καταλήψεσθαι τὴν πολιορκίαν ἄκριτον· ὑστερήσας δὲ τῶν καιρῶν ὅμως ἐπὶ τὴν νῆσον ἔπλει, βουλόμενος ἅμα μὲν ἐπιγνῶναι σαφῶς τὰ γεγονότα περὶ τὴν πόλιν, ἅμα δὲ πεῖραν λαβεῖν τῶν παρὰ τοῦ Δημητρίου προσαγγελλομένων.

因此,格奈乌斯最初的计划是驶往科尔库拉,他本以为仍会遇到尚未决出胜负的包围战;尽管错过了时机,但他依然向该岛驶去,既想明确了解该城所发生的情况,又想试探德米特里所传达之信息的虚实。

§2.11.4

ὁ γὰρ Δημήτριος ἐν διαβολαῖς ὢν καὶ φοβούμενος τὴν Τεύταν διεπέμπετο πρὸς τοὺς Ῥωμαίους, ἐπαγγελλόμενος τήν τε πόλιν ἐγχειριεῖν καὶ τὰ λοιπὰ πράγματα παραδώσειν, ὧν ἦν αὐτὸς κύριος.

因为德米特里当时处于被怀疑的境地并畏惧特乌塔,便向罗马人派遣使者,许诺将该城交出,并移交他所掌控的其他一切事务。

§2.11.5

οἱ δὲ Κερκυραῖοι τὴν παρουσίαν τῶν Ῥωμαίων ἀσμένως ἰδόντες, τήν τε φρουρὰν παρέδοσαν τῶν Ἰλλυριῶν μετὰ τῆς τοῦ Δημητρίου γνώμης, αὐτοί τε σφᾶς ὁμοθυμαδὸν ἔδωκαν παρακληθέντες εἰς τὴν τῶν Ῥωμαίων πίστιν, μίαν ταύτην ὑπολαβόντες ἀσφάλειαν αὑτοῖς ὑπάρχειν εἰς τὸν μέλλοντα χρόνον πρὸς τὴν Ἰλλυριῶν παρανομίαν.

科尔库拉人高兴地看到罗马人的到来,在德米特里的同意下交出了伊利里亚人的守备队,并在受到邀请后一致将自己托付给罗马人的信义,认为这是他们未来对抗伊利里亚人无法无天行为的唯一安全保障。

§2.11.6

Ῥωμαῖοι δὲ προσδεξάμενοι τοὺς Κερκυραίους εἰς τὴν φιλίαν ἔπλεον ἐπὶ τῆς Ἀπολλωνίας, ἔχοντες εἰς τὰ κατάλοιπα τῶν πραγμάτων ἡγεμόνα τὸν Δημήτριον.

罗马人接纳科尔库拉人为友邦,并以德米特里为余下事务的向导,向阿波罗尼亚驶去。

§2.11.7

κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ Ποστόμιος τὰς πεζικὰς διεβίβαζε δυνάμεις ἐκ τοῦ Βρεντεσίου, πεζοὺς μὲν εἰς δισμυρίους, ἱππεῖς δὲ περὶ δισχιλίους.

与此同时,波斯图米乌斯也将陆军部队从布伦特西乌姆运送过去,其中步兵约二万人,骑兵约二千人。

§2.11.8

ἅμα δὲ τῷ προσέχειν ἑκατέρας ὁμοῦ τὰς δυνάμεις3 πρὸς τὴν Ἀπολλωνίαν ὁμοίως καὶ τούτων ἀποδεξαμένων καὶ δόντων ἑαυτοὺς εἰς τὴν ἐπιτροπὴν παραχρῆμα πάλιν ἀνήχθησαν, ἀκούοντες πολιορκεῖσθαι τὴν Ἐπίδαμνον.

两军一同时到达阿波罗尼亚,由于此地的居民也同样接纳了他们并归顺于他们的保护,他们在听说埃皮达姆诺斯遭到围攻后,便立即再次启航。

§2.11.9

οἱ δʼ Ἰλλυριοὶ συνέντες τὴν ἔφοδον τῶν Ῥωμαίων, οὐδενὶ κόσμῳ λύσαντες τὴν πολιορκίαν ἔφυγον.

而伊利里亚人察觉到罗马人的进攻,在极度混乱中解除包围逃跑了。

§2.11.10

Ῥωμαῖοι δὲ καὶ τοὺς Ἐπιδαμνίους παραλαβόντες εἰς τὴν πίστιν προῆγον εἰς τοὺς εἴσω τόπους τῆς Ἰλλυρίδος, ἅμα καταστρεφόμενοι τοὺς Ἀρδιαίους.

罗马人在将埃皮达姆诺斯人也纳入自己的信义保护之后,向伊利里亚内陆地区挺进,同时也降服了阿尔迪埃人。

§2.11.11

συμμιξάντων δὲ πρεσβευτῶν αὐτοῖς καὶ πλειόνων, ὧν οἱ παρὰ τῶν Παρθίνων ἧκον ἐπιτρέποντες τὰ καθʼ αὑτούς, δεξάμενοι τούτους εἰς τὴν φιλίαν, παραπλησίως δὲ καὶ τοὺς παρὰ τῶν Ἀτιντάνων προσεληλυθότας προῆγον ὡς ἐπὶ τὴν Ἴσσαν διὰ τὸ καὶ ταύτην ὑπὸ τῶν Ἰλλυριῶν πολιορκεῖσθαι τὴν πόλιν.

许多使节前来与他们会合,其中来自帕尔提尼人的使节前来归顺并委付其事务,罗马人接纳他们为友邦,同样也接纳了来自阿廷塔内斯人的使节,并向伊萨前进,因为该城也正受到伊利里亚人的围攻。

§2.11.12

ἀφικόμενοι δὲ καὶ λύσαντες τὴν πολιορκίαν προσεδέξαντο καὶ τοὺς Ἰσσαίους εἰς τὴν ἑαυτῶν πίστιν.

他们到达并解围后,也将伊萨人纳入了自己的信义保护。

§2.11.13

εἷλον δὲ καὶ πόλεις τινὰς Ἰλλυρίδας ἐν τῷ παράπλῳ κατὰ κράτος· ἐν αἷς περὶ Νουτρίαν οὐ μόνον τῶν στρατιωτῶν ἀπέβαλον πολλούς, ἀλλὰ καὶ τῶν χιλιάρχων τινὰς καὶ τὸν ταμίαν.

他们还在沿航道航行期间攻占了一些伊利里亚城市;其中在努特里亚附近,他们不仅损失了许多士兵,还损失了一些军团军事护民官和财务官。

§2.11.14

ἐκυρίευσαν δὲ καὶ λέμβων εἴκοσι τῶν ἀποκομιζόντων τὴν ἐκ τῆς χώρας ὠφέλειαν.

他们还缴获了二十艘正从该地区运走掠夺物资的快速船。

§2.11.15

τῶν δὲ πολιορκούντων τὴν Ἴσσαν οἱ μὲν ἐν τῇ Φάρῳ διὰ τὸν Δημήτριον ἀβλαβεῖς ἔμειναν, οἱ δʼ ἄλλοι πάντες ἔφυγον εἰς τὸν Ἄρβωνα σκεδασθέντες.

在围攻伊萨的人中,在法罗斯的那些人因为德米特里的缘故而未受伤害,而其他所有人则四散逃往阿尔邦。

§2.11.16

ἡ δὲ Τεύτα πάνυ μετʼ ὀλίγων εἰς τὸν Ῥίζονα διεσώθη, πολισμάτιον εὖ πρὸς ὀχυρότητα κατεσκευασμένον, ἀνακεχωρηκὸς μὲν ἀπὸ τῆς θαλάττης, ἐπʼ αὐτῷ δὲ κείμενον τῷ Ῥίζονι ποταμῷ.

特乌塔则仅带着极少数人逃到了里宗,那是一座防御坚固的小城镇,远离海洋,但坐落在里宗河畔。

§2.11.17

ταῦτα δὲ πράξαντες καὶ τῷ Δημητρίῳ τοὺς πλείστους ὑποτάξαντες τῶν Ἰλλυριῶν καὶ μεγάλην αὐτῷ περιθέντες δυναστείαν ἀνεχώρησαν εἰς τὴν Ἐπίδαμνον ἅμα τῷ στόλῳ καὶ τῇ πεζικῇ δυνάμει.

在完成了这些事情,并将大部分伊利里亚人置于德米特里的统治之下、赋予他极大的权势之后,罗马军便随同舰队和陆军部队撤回了埃皮达姆诺斯。

语法注3 条
  1. 2.11.1τῶν τὰς ὑπάτους ἀρχὰς ἐχόντων

    属格独立(绝对属格)结构,用以设定时间背景(“在执政官任职期间”),在语法上独立于主句随后出现的主语(格奈乌斯与奥卢斯)。

  2. 2.11.2τὴν μὲν οὖν πρώτην ἐπιβολὴν ἔσχε πλεῖν

    不定式 πλεῖν 作为名词 ἐπιβολήν(意图、计划)的同位语以解释其具体内容,或用作表示目的/结果的副词性修饰。整句字面意为“他将最初的计划定为航行”。

  3. 2.11.8ἅμα δὲ τῷ προσέχειν ἑκατέρας ὁμοῦ τὰς δυνάμεις

    介词 ἅμα 后接与格带冠词不定式 τῷ προσέχειν,表示时间上的同时性(“一到达……就……”)。对格短语 ἑκατέρας ὁμοῦ τὰς δυνάμεις 作为该不定式的逻辑主语。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-10-12)
  • 2026-10-12 统一书写 — 译文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.11.1-2.11.17