← 波利比奥斯

历史

§2.10.1-2.10.9

帕克索斯海战与科尔库拉的投降

阿凯亚与阿卡纳尼亚联军在帕克索斯附近与伊利里亚舰队交战,但因伊利里亚人独特的联结战术而战败。科尔库拉随即投降,伊利里亚人进而再次围攻埃皮达姆诺斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10.1

κύρας,1 ἐλπίζοντες λύσειν τὴν πολιορκίαν. οἱ δʼ Ἰλλυριοὶ συμπαραλαβόντες Ἀκαρνάνων ναῦς κατὰ τὴν συμμαχίαν, οὔσας ἑπτὰ καταφράκτους, ἀνταναχθέντες συνέβαλλον τοῖς τῶν Ἀχαιῶν σκάφεσιν περὶ τοὺς καλουμένους Παξούς.

尔库拉,希望能解除包围。而伊利里亚人根据同盟协定,带上了阿卡纳尼亚人的七艘甲板船,出海迎击,在所谓的帕克索斯群岛附近与阿凯亚人的船只交战。

§2.10.2

οἱ μὲν οὖν Ἀκαρνᾶνες καὶ τῶν Ἀχαϊκῶν νεῶν αἱ κατὰ τούτους ταχθεῖσαι πάρισον ἐποίουν τὸν ἀγῶνα καὶ διέμενον ἀκέραιοι κατὰ τὰς συμπλοκὰς πλὴν τῶν εἰς αὐτοὺς τοὺς ἄνδρας γινομένων τραυμάτων.

阿卡纳尼亚人以及与他们对阵的阿凯亚船只打得势均力敌,在交尾冲突中除了士兵受伤外,船体均完好无损。

§2.10.3

οἱ δʼ Ἰλλυριοὶ ζεύξαντες τοὺς παρʼ αὑτῶν λέμβους ἀνὰ τέτταρας συνεπλέκοντο τοῖς πολεμίοις. καὶ τῶν μὲν ἰδίων ὠλιγώρουν καὶ παραβάλλοντες πλαγίους2 συνήργουν ταῖς ἐμβολαῖς τῶν ὑπεναντίων.3

而伊利里亚人则将自己的快速船每四艘联结在一起,与敌人交战。他们不顾自己的船只,通过将船侧靠拢,反而配合了敌人的冲撞。

§2.10.4

ὅτε δὲ τρώσαντα καὶ δεθέντα4 κατὰ τὰς ἐμβολὰς δυσχρήστως διέκειτο πρὸς τὸ παρὸν τὰ τῶν ἀντιπάλων σκάφη, προσκρεμαμένων αὐτοῖς περὶ τοὺς ἐμβόλους τῶν ἐζευγμένων λέμβων, τότʼ ἐπιπηδῶντες ἐπὶ τὰ καταστρώματα τῶν Ἀχαϊκῶν νεῶν κατεκράτουν διὰ τὸ πλῆθος τῶν ἐπιβατῶν.

当敌方的船只在冲撞中受损并被缠住、因联结在一起的快速船悬挂在其船首周围而暂时处于动弹不得的状态时,他们便跳上阿凯亚船只的甲板,凭借人数优势夺取了控制权。

§2.10.5

καὶ τούτῳ τῷ τρόπῳ τεττάρων μὲν πλοίων ἐκυρίευσαν τετρηρικῶν, μίαν δὲ πεντήρη σὺν αὐτοῖς τοῖς ἀνδράσιν ἐβύθισαν, ἐφʼ ἧς ἔπλει Μάργος ὁ Καρυνεύς, ἀνὴρ πάντα τὰ δίκαια τῷ κοινῷ τῶν Ἀχαιῶν πολιτεύματι πεποιηκὼς μέχρι τῆς καταστροφῆς.

通过这种方式,他们夺取了四艘四级战船,并击沉了一艘五级战船及其全体船员,船上载有卡吕尼亚的马耳戈斯,他是一位直至生命终点都为阿凯亚人的共同联邦履行了所有义务的人。

§2.10.6

οἱ δὲ πρὸς τοὺς Ἀκαρνᾶνας διαγωνιζόμενοι, συνιδόντες τὸ κατὰ τοὺς Ἰλλυριοὺς προτέρημα καὶ πιστεύοντες τῷ ταχυναυτεῖν, ἐπουρώσαντες ἀσφαλῶς τὴν ἀποχώρησιν εἰς τὴν οἰκείαν ἐποιήσαντο.

而那些与阿卡纳尼亚人交战的船只,在察觉到伊利里亚人占了上风后,凭借其船只航速快的优势,顺风安全地撤回了本国。

§2.10.7

τὸ δὲ τῶν Ἰλλυριῶν πλῆθος φρονηματισθὲν ἐπὶ τῷ προτερήματι λοιπὸν ἤδη ῥᾳδίως ἐχρήσατο τῇ πολιορκίᾳ καὶ τεθαρρηκότως.

伊利里亚的大军因这次胜利而意气风发,此后便轻松而自信地进行包围战。

§2.10.8

οἱ δὲ Κερκυραῖοι δυσελπιστήσαντες τοῖς ὅλοις ἐκ τῶν συμβεβηκότων, βραχὺν ἔτι χρόνον ὑπομείναντες τὴν πολιορκίαν συνέθεντο τοῖς Ἰλλυριοῖς καὶ παρεδέξαντο φρουρὰν καὶ μετὰ τῆς φρουρᾶς Δημήτριον τὸν Φάριον.

科尔库拉人因所发生的事情对全局感到绝望,在又坚守了很短一段时间的包围后,便与伊利里亚人达成协议,接纳了守备队,并随同守备队接纳了法罗斯的德米特里。

§2.10.9

τούτων δὲ πραχθέντων εὐθέως οἱ τῶν Ἰλλυριῶν προεστῶτες ἀνήγοντο· καὶ κατάραντες εἰς τὴν Ἐπίδαμνον ταύτην πάλιν ἐπεβάλοντο πολιορκεῖν τὴν πόλιν.

这些事情办完后,伊利里亚人的指挥官们立即启航;他们在埃皮达姆诺斯登陆后,再次着手围攻该城。

语法注4 条
  1. 2.10.1κύρας

    与前一个分块末尾的 Κερ 相连,构成专有名词 Κερκύρας(科尔库拉)。这表明里程碑或分块的划分可能发生在一个单词的中间。

  2. 2.10.3παραβάλλοντες πλαγίους

    形容词 πλαγίους 充当宾语补足语,修饰前文的 λέμβους(阳性复数宾格),表示“侧向地”。分词 παραβάλλοντες 作不及物动词使用,意为“靠近”或“横向呈现”。

  3. 2.10.3συνήργουν ταῖς ἐμβολαῖς τῶν ὑπεναντίων

    意为“协助了敌人的冲撞”。指通过故意让自己的船只遭受撞击,以此来限制并锁死敌船的行动。

  4. 2.10.4τρώσαντα καὶ δεθέντα

    这两个分词(前者为 τιτρώσκω 的不定过去时主动语态,后者为 δέω 的不定过去时被动语态)均为中性复数,与主语 τὰ σκάφη(中性复数)一致。需要注意的是,尽管 τρώσαντα 是主动语态形式,但在上下文中具有不及物或被动的含义(“受损”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.10.1-2.10.9