- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.24.1-18.24.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
菲利普率领方阵右翼迅速攀登并暂时占领高地,但看到佣兵在罗马军队的猛烈压迫下后退,他重新调整阵型以应对决战。
Φίλιππος δὲ κατὰ τὸν αὐτὸν καιρόν, ἐπειδὴ τὸ πλέον μέρος ἤδη τῆς ἑαυτοῦ δυνάμεως ἑώρα παρεμβεβληκὸς1 πρὸ τοῦ χάρακος, αὐτὸς μὲν ἀναλαβὼν τοὺς πελταστὰς καὶ τὸ δεξιὸν τῆς φάλαγγος προῆγε, σύντονον ποιούμενος τὴν πρὸς τοὺς λόφους ἀνάβασιν, τοῖς δὲ περὶ τὸν Νικάνορα2 τὸν ἐπικαλούμενον ἐλέφαντα συνέταξε φροντίζειν ἵνα τὸ λοιπὸν μέρος τῆς δυνάμεως ἐκ ποδὸς ἕπηται.
此时,菲利普看到自己大部分的军队已经在营地前整队完毕,便亲自率领轻盾兵和方阵的右翼前行,急促地向山丘攀登。他命令绰号为“大象”的尼卡诺尔及其部下,务必使其余的军队紧随其后。
ἅμα δὲ τῷ τοὺς πρώτους ἅψασθαι τῆς ὑπερβολῆς εὐθέως ἐξ ἀσπίδος3 παρενέβαλε καὶ προκατελάμβανε τοὺς ὑπερδεξίους· τῶν γὰρ προκινδυνευόντων Μακεδόνων ἐπὶ πολὺ τεθλιφότων τοὺς Ῥωμαίους ἐπὶ θάτερα μέρη τῶν λόφων, ἐρήμους κατέλαβε τοὺς ἄκρους.
当先头部队一到达山顶,他立即向左侧展开队形,预先占领了高地;因为前哨战斗的马其顿兵已将罗马人远远推到山丘的另一侧,所以他发现山顶空无一人。
ἔτι δὲ παρεμβάλλοντος αὐτοῦ τὰ δεξιὰ μέρη τῆς στρατιᾶς, παρῆσαν οἱ μισθοφόροι, πιεζούμενοι κατὰ κράτος ὑπὸ τῶν πολεμίων·
正当他还在整顿军队右翼之时,雇佣兵们退了下来,他们在敌人的猛烈压迫下显得难以招架。
προσγενομένων γὰρ τοῖς τῶν Ῥωμαίων εὐζώνοις τῶν ἐν τοῖς βαρέσιν ὅπλοις ἀνδρῶν, καθάπερ ἀρτίως εἶπα, καὶ συνεργούντων κατὰ τὴν μάχην, προσλαβόντες οἷον εἰ σήκωμα τὴν τούτων χρείαν,4 βαρέως ἐπέκειντο τοῖς πολεμίοις καὶ πολλοὺς αὐτῶν ἔκτεινον.
因为,正如我刚才所说,重装步兵与罗马的轻装兵汇合并在战斗中协同作战,罗马人得到了他们的支持,犹如天平上增加了决定性的砝码,沉重地压制了敌人,并杀伤了许多人。
ὁ δὲ βασιλεὺς ἐν μὲν ταῖς ἀρχαῖς, ὅτε παρεγίνετο, θεωρῶν οὐ μακρὰν τῆς τῶν πολεμίων παρεμβολῆς συνεστῶτα τὸν τῶν εὐζώνων κίνδυνον περιχαρὴς ἦν·
国王起初刚到达时,看到轻装兵的交战在离敌人营地不远的地方进行,感到非常高兴。
ὡς δὲ πάλιν ἐκ μεταβολῆς ἑώρα κλίνοντας5 τοὺς ἰδίους καὶ προσδεομένους ἐπικουρίας, ἠναγκάζετο βοηθεῖν καὶ κρίνειν ἐκ τοῦ καιροῦ τὰ ὅλα, καίπερ ἔτι τῶν πλείστων μερῶν τῆς φάλαγγος κατὰ πορείαν ὄντων καὶ προσβαινόντων πρὸς τοὺς βουνούς.
但当他看到局势逆转,自己的人纷纷败退并需要救援时,尽管方阵的大部分还在行军途中、正在向山丘攀登,他也不得不前去救援,并根据当时的情况对全局做出决断。
προσδεξάμενος δὲ τοὺς ἀγωνιζομένους, τούτους μὲν ἥθροιζε πάντας ἐπὶ τὸ δεξιὸν κέρας, καὶ τοὺς πεζοὺς καὶ τοὺς ἱππέας, τοῖς δὲ πελτασταῖς καὶ τοῖς φαλαγγίταις παρήγγελλε διπλασιάζειν τὸ βάθος καὶ πυκνοῦν ἐπὶ τὸ δεξιόν. γενομένου δὲ τούτου, καὶ τῶν πολεμίων ἐν χερσὶν ὄντων, τοῖς μὲν φαλαγγίταις ἐδόθη παράγγελμα καταβαλοῦσι τὰς σαρίσας ἐπάγειν, τοῖς δʼ εὐζώνοις κερᾶν.6
他收容了那些正在战斗的人,将步兵和骑兵全部集中在右翼,并命令轻盾兵和方阵兵将队形纵深增加一倍,向右侧紧缩。完成这一调整后,且敌人已迫在眉睫,方阵兵便接到命令,放下长枪向前推进,轻装兵则奉命包围敌人的侧翼。
κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ Τίτος, δεξάμενος εἰς τὰ διαστήματα τῶν σημαιῶν τοὺς προκινδυνεύοντας, προσέβαλε τοῖς πολεμίοις.
与此同时,提图斯也将前哨部队收容到旗队(百人队)的间隙之中,向敌人发起了进攻。
- 18.24.1ἑώρα παρεμβεβληκὸς
完美中被动分词 παρεμβεβληκός 作为感官动词 ἑώρα 的宾语补足语出现,在文法上与单数中性宾格名词短语 τὸ πλέον μέρος 保持一致,表示菲利普所感知到的事实。
- 18.24.2τοῖς δὲ περὶ τὸν Νικάνορα
惯用表达 οἱ περί + 宾格在这里指以尼卡诺尔为首的一群人或其部下,此与格短语充当主动词 συνέταξε 的间接宾语。
- 18.24.3ἐξ ἀσπίδος
字面意思是“从盾牌的一侧”,这是古希腊军事专业术语,意为“向左侧(持盾的一侧)展开队形”,与指代“向右侧(持枪的一侧)”的 ἐπὶ δόρυ 相对。
- 18.24.5προσλαβόντες οἷον εἰ σήκωμα τὴν τούτων χρείαν
名词 σήκωμα 指的是天平上的“砝码”或“起决定作用的重物”。带有 οἷον εἰ(仿佛、犹如)的比喻性短语表明,重装步兵的协助(χρεία)起到了打破均势、倾斜战局的决定性砝码作用。
- 18.24.7κλίνοντας
现在活动分词宾格复数,作为 ἑώρα 的宾语补足语。此处作不及物动词用,意为“退却”或“败退”,用以描述己方士兵(τοὺς ἰδίους)的状态。
- 18.24.9κερᾶν
该不定式在军事语境中源自意为“包围侧翼”或“向外伸展翼侧”的动词,指示了轻装兵应当采取的战术行动,用以支援或配合放下长枪进击的方阵兵。
