- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.23.1-18.23.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
提图斯整顿军队并发表简短有力的演讲,通过回首过去对马其顿人的胜利来鼓舞士气。演讲结束后,他率领左翼进军,得到重装步兵增援的罗马前锋也开始反攻。
ὁ δὲ Τίτος παρεμβαλὼν τὴν αὑτοῦ στρατιὰν ἑξῆς ἅπασαν, ἅμα μὲν ἐφήδρευε τοῖς προκινδυνεύουσιν, ἅμα δὲ παρεκάλει τὰς τάξεις ἐπιπορευόμενος. ἡ δὲ παράκλησις ἦν αὐτοῦ βραχεῖα μέν, ἐμφαντικὴ δὲ καὶ γνώριμος τοῖς ἀκούουσιν. ἐναργῶς γὰρ ὑπὸ τὴν ὄψιν ἐνδεικνύμενος ἔλεγε τοῖς αὑτοῦ στρατιώταις "
至于提图斯,他将自己的全部军队依次整队,一方面支援在前线战斗的人,另一方面在行进中鼓舞各队兵士。他的鼓舞虽然简短,但对听者来说却极具鼓舞力且耳熟能详。因为他向自己的士兵们说话时,极具说服力地将事实呈现在他们眼前:
οὐχ οὗτοι Μακεδόνες εἰσίν, ὦ ἄνδρες, οὓς ὑμεῖς προκατέχοντας1 ἐν Μακεδονίᾳ τὰς εἰς τὴν Ἐορδαίαν ὑπερβολὰς ἐκ τοῦ προφανοῦς μετὰ Σολπικίου βιασάμενοι πρὸς τόπους ὑπερδεξίους ἐξεβάλετε, πολλοὺς αὐτῶν ἀποκτείναντες; οὐχ οὗτοι Μακεδόνες εἰσίν, οὓς ὑμεῖς προκατέχοντας τὰς ἀπηλπισμένας ἐν Ἠπείρῳ δυσχωρίας ἐκβιασάμενοι ταῖς ἑαυτῶν ἀρεταῖς φεύγειν ἠναγκάσατε ῥίψαντας τὰ ὅπλα, τέως2 εἰς Μακεδονίαν ἀνεκομίσθησαν; πῶς οὖν ὑμᾶς εὐλαβεῖσθαι καθήκει, μέλλοντας ἐξ ἴσου ποιεῖσθαι τὸν κίνδυνον πρὸς τοὺς αὐτούς; τί δὲ προορᾶσθαι τῶν προγεγονότων,3 ἀλλʼ οὐ τἀναντία διʼ ἐκεῖνα καὶ νῦν θαρρεῖν;
“战士们,这些人难道不正是那群马其顿人吗?在马其顿,当他们预先占据通往埃奥尔大亚的隘口时,你们与苏尔皮基乌斯一起公然以武力击败了他们,杀死了他们中的许多人,从有利的高地上将他们驱逐了出去;这些人难道不正是那群马其顿人吗?在伊庇鲁斯,当他们预先占据防守令人绝望的险隘时,你们凭借自己的英勇将他们赶走,迫使他们丢弃武器逃跑,直到最后退回马其顿;既然你们即将在平等的条件下与同样的人交战,那你们为何还要畏惧?你们又为何要从过去的事情中预见不好的结果,而不是因为那些事情在现在反而充满信心?
διόπερ, ὦ ἄνδρες, παρακαλέσαντες σφᾶς αὐτοὺς ὁρμᾶσθε πρὸς τὸν κίνδυνον ἐρρωμένως· θεῶν γὰρ βουλομένων ταχέως πέπεισμαι ταὐτὸ τέλος ἀποβήσεσθαι τῆς παρούσης μάχης τοῖς προγεγονόσι κινδύνοισ"
因此,战士们,请互相勉励,奋勇投身战斗;因为若得神明庇佑,我确信眼前的这场战斗很快也会和过去的斗争一样,取得同样的结局。”
. οὗτος μὲν οὖν ταῦτʼ εἰπὼν τὸ μὲν δεξιὸν μέρος ἐκέλευε μένειν κατὰ χώραν καὶ τὰ θηρία πρὸ τούτων, τῷ δʼ εὐωνύμῳ μετὰ τῶν εὐζώνων ἐπῄει σοβαρῶς τοῖς πολεμίοις· οἱ δὲ προκινδυνεύοντες τῶν Ῥωμαίων, προσλαβόντες τὴν τῶν πεζῶν στρατοπέδων ἐφεδρείαν, ἐκ μεταβολῆς ἐνέκειντο τοῖς ὑπεναντίοις.
他说完这些,便下令右翼坚守原地,并将战兽配置在他们前方,而自己则率领左翼与轻装步兵气势汹汹地向敌人逼近;而罗马人的前锋部队在得到了步兵军团预备队的增援后,转过身来向对手发起猛攻。
- 18.23.3προκατέχοντας
现在分词宾格复数,修饰关系代词 οὓς(指马其顿人)。它表明在过去的战斗中,敌人处于“预先占据”有利地形的绝对优势状态。
- 18.23.4τέως
在此用作副词,意为“最后”或“结果”,指在伊庇鲁斯战败的马其顿军队丢弃武器、一路退回马其顿的最终结局。
- 18.23.5προορᾶσθαι τῶν προγεγονότων
不定式 προορᾶσθαι 依赖于前句中的 καθήκει。属格 τῶν προγεγονότων 指“过去的事情”,构成反问:“有什么必要根据过去的事情来预先担忧(或戒备)呢?”
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
