- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:16.37.1-16.37.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
菲洛皮门为欺骗僭主的间谍,秘密在特格亚集结阿凯亚军队,派遣精锐部队袭击拉科尼亚,并在斯科蒂塔斯设下伏兵成功歼灭了敌方的雇佣军。
ρεύεσθαι1 σὺν τοῖς ὅπλοις. ταῦτα δὲ διεστρατήγει καὶ περιεβάλλετο τῇ διανοίᾳ διὰ τὸ πλῆθος τῶν ὠτακουστῶν καὶ κατασκόπων τοῦ τυράννου. κατὰ δὲ τὴν ἡμέραν, ἐν ᾗ συναθροίζεσθαι τὸ πλῆθος ἔμελλε τῶν Ἀχαιῶν εἰς Τεγέαν, ἐξαπέστειλε τοὺς ἐπιλέκτους, ὥστε νυκτερεύσαντας περὶ Σελλασίαν ἅμα τῷ φωτὶ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ἐπιτρέχειν τὴν Λακωνικήν.
[接前文:武装进]入。他之所以在头脑中如此策划并构想这些行动,是因为僭主的耳目和密探数量极多。而在阿凯亚大军要在特格亚集合的那一天,他派遣了精锐部队,以便他们在塞拉西亚附近过夜后,于次日黎明时分袭击拉科尼亚。
ἐὰν δʼ οἱ μισθοφόροι βοηθήσαντες παρενοχλῶσιν αὐτούς, συνέταξε ποιεῖσθαι τὴν ἀποχώρησιν ἐπὶ τὸν Σκοτίταν καὶ τὰ λοιπὰ πειθαρχεῖν Διδασκαλώνδᾳ τῷ Κρητί· τούτῳ γὰρ ἐπεπιστεύκει καὶ διετέτακτο2 περὶ τῆς ὅλης ἐπιβολῆς.
如果敌方雇佣兵赶来救援并侵扰他们,他指示他们向斯科蒂塔斯撤退,并在其余事务上服从克里特人迪达斯卡隆达;因为他信任这个人,并已将整个计划的指示交托给他。
οὗτοι μὲν οὖν προῆγον εὐθαρσῶς ἐπὶ τὸ συντεταγμένον· ὁ δὲ Φιλοποίμην ἐν ὥρᾳ παραγγείλας δειπνοποιεῖσθαι τοῖς Ἀχαιοῖς ἐξῆγε τὴν δύναμιν ἐκ τῆς Τεγέας, καὶ νυκτοπορήσας ἐνεργῶς περὶ τὴν ἑωθινὴν ἐνεκάθισε τὴν στρατιὰν ἐν τοῖς περὶ τὸν Σκοτίταν προσαγορευομένοις τόποις, ὅς ἐστι μεταξὺ τῆς Τεγέας καὶ τῆς Λακεδαίμονος.
于是,这些人意气风发地向指定的地点前进;而菲洛皮门则命令阿凯亚人及时进晚餐,随后将主力部队带出特格亚,连夜行军,在拂晓时分将军队埋伏在被称为斯科蒂塔斯的地区,该地位于特格亚和拉刻代蒙之间。
οἱ δʼ ἐν τῇ Πελλήνῃ μισθοφόροι κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ἅμα τῷ σημῆναι τοὺς σκοποὺς τὴν καταδρομὴν3 τῶν πολεμίων ἐκ χειρὸς ἐβοήθουν, καθάπερ ἔθος ἦν αὐτοῖς, καὶ προσέκειντο τοῖς ὑπεναντίοις.
次日,佩莱内的雇佣兵一听到哨兵发出敌人入侵的信号,便如他们往常的习惯那样,立即赶来救援,并向对手发起猛攻。
τῶν δʼ Ἀχαιῶν κατὰ τὸ συνταχθὲν ὑποχωρούντων εἵποντο κατόπιν ἐπικείμενοι θρασέως καὶ τετολμηκότως.
随着阿凯亚人按照指示撤退,他们大胆而勇猛地在后面紧紧追击。
ἅμα δὲ τῷ παραβάλλειν εἰς τοὺς κατὰ τὴν ἐνέδραν τόπους, διαναστάντων τῶν Ἀχαιῶν οἱ μὲν κατεκόπησαν, οἱ δʼ ἑάλωσαν αὐτῶν. —
正当他们进入埋伏地点时,阿凯亚人一跃而起,他们中的一些人被斩杀,另一些人被俘虏。
- 16.37.1ρεύεσθαι
与前一个分块末尾的 εἰσπο- 结合,构成复合动词 εἰσπορεύεσθαι(进入)。它是受前一句中 συνέβη(发生……)支配的“带对格的不定式”结构(其逻辑主语为 πάντας τοὺς Ἀχαιοὺς)的后半部分。
- 16.37.3διετέτακτο
动词 διατάττω(命令、部署)的过去完成时中/被动态单数第三人称。在此可作被动理解(“指示已被给予[迪达斯卡隆达]”),亦可作中动态理解,以菲洛皮门为主语(“他[与他]作好了安排”)。在前一种解释中,与格的 τούτῳ 充当实际接受指示的一方。
- 16.37.5ἅμα τῷ σημῆναι τοὺς σκοποὺς τὴν καταδρομὴν
介词性副词 ἅμα 接带冠词不定式的与格 τῷ σημῆναι,表示“一……就……”的同时间性。对格的 τοὺς σκοποὺς 是该不定式的逻辑主语,而同为对格的 τὴν καταδρομὴν 则是其直接宾语。
