- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.4d.1-12.4d.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
作者批评蒂迈欧在历史调查上的无知,并以其家乡西西里岛叙拉古的阿瑞图萨泉起源的荒谬说法作为证据。
ἐν ᾧ γένει1 μεγίστην ἐπίφασιν ἕλκων Τίμαιος πλεῖστον ἀπολείπεσθαί μοι δοκεῖ τῆς ἀληθείας·
在这一领域中,蒂迈欧虽然摆出最冠冕堂皇的架子,但在我看来他最远离真理。
τοσοῦτο γὰρ ἀπέχει τοῦ διʼ ἑτέρων ἀκριβῶς τὴν ἀλήθειαν ἐξετάζειν ὡς2 οὐδὲ τούτων ὧν3 αὐτόπτης γέγονε καὶ ἐφʼ οὓς αὐτὸς ἥκει τόπους, οὐδὲ περὶ τούτων οὐδὲν ὑγιὲς ἡμῖν ἐξηγεῖται.
因为他远未通过他人准确地调查真理,以至于即使关于那些他亲眼所见、亲身造访的地方,他也未能向我们提供任何一处可靠的说明。
τοῦτο δʼ ἔσται δῆλον, ἐὰν ἐν τοῖς κατὰ τὴν Σικελίαν δείξωμεν αὐτὸν ἀγνοοῦντα περὶ ὧν ἀποφαίνεται·
这一点将变得显而易见,如果我们能在关于西西里的事情中,证明他对他所断言的事物一无所知。
σχεδὸν γὰρ οὐ πολλῶν ἔτι προσδεήσει λόγων ὑπέρ γε τῆς ψευδολογίας, ἐὰν ἐν οἷς ἔφυ καὶ ἐτράφη τόποις,4 καὶ τούτων ἐν τοῖς ἐπιφανεστάτοις [ἐν τούτοις] ἀγνοῶν εὑρεθῇ καὶ παραπαίων τῆς ἀληθείας.
因为,如果在他出生和成长的地方——且是在其中最著名的那些地方——他被发现是无知的,并且背离了真理,那么关于他的虚假论述,几乎就不再需要更多的言词了。
φησὶ τοιγαροῦν τὴν Ἀρέθουσαν κρήνην τὴν ἐν ταῖς Συρακούσαις ἔχειν τὰς πηγὰς ἐκ τοῦ κατὰ Πελοπόννησον διά τε τῆς Ἀρκαδίας καὶ διὰ τῆς Ὀλυμπίας ῥέοντος [ποταμοῦ] Ἀλφειοῦ·
因此,他说叙拉古的阿瑞图萨泉的水源来自阿尔斐乌斯河,那是一条流经伯罗奔尼撒,穿过阿卡迪亚和奥林匹亚的河流。
ἐκεῖνον γὰρ δύντα κατὰ γῆς καὶ τετρακισχιλίους σταδίους ὑπὸ τὸ Σικελικὸν ἐνεχθέντα πέλαγος ἀναδύνειν ἐν ταῖς Συρακούσαις, γενέσθαι δὲ τοῦτο δῆλον ἐκ τοῦ κατά τινα χρόνον οὐρανίων ὄμβρων ῥαγέντων κατὰ τὸν τῶν Ὀλυμπίων καιρὸν καὶ τοῦ ποταμοῦ τοὺς κατὰ τὸ τέμενος ἐπικλύσαντος τόπους, ὄνθου τε πλῆθος ἀναβλύζειν τὴν Ἀρέθουσαν ἐκ τῶν κατὰ τὴν πανήγυριν θυομένων βοῶν καὶ φιάλην χρυσῆν ἀναβαλεῖν,5 ἣν ἐπιγνόντες εἶναι τῆς ἑορτῆς ἀνείλοντο.
因为他说,那条河潜入地下,在西西里海下方流过四千斯塔德,然后又在叙拉古涌出。还说,这一点通过以下事实得到了证明:在某一时期,当奥林匹克竞技会期间暴雨骤降,河流淹没了圣地周围的土地时,阿瑞图萨泉喷涌出了大量在大祭中祭祀的牛的粪便,并吐出了一个金杯,人们认出它是属于这个节日的并捡了起来。
- 12.4d.1ἐν ᾧ γένει
连接性关系词,指代前一章(12.4c.3)中提到的“调查(询问)部门”(τὸ περὶ τὰς ἀνακρίσεις μέρος)。
- 12.4d.2τοσοῦτο γὰρ ἀπέχει τοῦ ... ὡς ...
“τοσοῦτο ἀπέχει τοῦ [不定词] ὡς [直陈式]”结构,字面意为“他距离某事如此之远,以至于……”,在没有否定副词的情况下表达强烈的否定(“他远非……甚至连……也无法做到”),后接表示结果的 ὡς 从句(直陈式)。
- 12.4d.2ὧν
关系代词的格吸引(attraction)。本应作为 αὐτόπτης γέγονε 直接宾语的宾格 ἅ,由于受到先行词 τούτων 的属格影响,被吸引变为了属格 ὧν。
- 12.4d.4ἐν οἷς ἔφυ καὶ ἐτράφη τόποις
先行词的并入(incorporation)。先行名词 τόποις 被并入到关系子句中,并与关系代词 οἷς 同格。常规语序应为 ἐν τοῖς τόποις ἐν οἷς ἔφυ καὶ ἐτράφη。
- 12.4d.7ἐκ τοῦ ... ἀναβλύζειν ... καὶ ... ἀναβαλεῖν
由介词 ἐκ 引导的带冠词不定式结构(“由于……的事实”)。该不定式的主语是宾格的 τὴν Ἀρέθουσαν(见 §12.4d.8),而其中间插入了独立属格结构(§12.4d.7 中的 οὐρανίων ὄμβρων ῥαγέντων... 以及 τοῦ ποταμού... ἐπικλύσαντος),从而使句子结构复杂化。
