- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.15.1-12.15.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
波里比乌斯引用并批评了历史学家蒂迈欧对阿加托克利斯过分的个人及性侮辱,指出从阿加托克利斯的兴起可见其天资非凡。他强调历史学家不仅应记录缺点,也应记录功绩,因为因沉默而隐瞒事实同样属于历史中的虚假。
καὶ γὰρ οὐδὲ ταῖς κατʼ Ἀγαθοκλέους ἔγωγε λοιδορίαις, εἰ καὶ πάντων γέγονεν ἀσεβέστατος, εὐδοκῶ. λέγω δʼ ἐν τούτοις, ἐν οἷς ἐπὶ καταστροφῇ τῆς ὅλης ἱστορίας φησὶ γεγονέναι τὸν Ἀγαθοκλέα κατὰ τὴν πρώτην ἡλικίαν κοινὸν πόρνον, ἕτοιμον τοῖς ἀκρατεστάτοις, κολοιόν, τριόρχην, πάντων τῶν βουλομένων τοῖς ὄπισθεν ἔμπροσθεν γεγονότα.1
因为即使阿加托克利斯是所有人中最不敬的人,我也不赞同对他的那些辱骂。我是在以下这些段落中这样说的:在这些段落中,他(蒂迈欧)在整部历史的结尾处声称,阿加托克利斯在年轻时是一个公共男娼,随时供最不节制的人宣泄,是一只寒鸦,一只鵟,对所有愿意的人来说变成了“以后为前”的人。
πρὸς δὲ τούτοις, ὅτʼ ἀπέθανε, τὴν γυναῖκά φησι κατακλαιομένην αὐτὸν οὕτως θρηνεῖν· "τί δʼ οὐκ ἐγὼ σέ; τί δʼ οὐκ ἐμὲ σύ;
此外,他还说,当他去世时,他的妻子痛哭着为他哀悼道:“为什么我不曾对你?为什么你不曾对我?”
" ἐν γὰρ τούτοις πάλιν οὐ μόνον ἄν τις ἐπιφθέγξαιτο τὰ καὶ περὶ Δημοχάρους, ἀλλὰ καὶ τὴν ὑπερβολὴν θαυμάσειε τῆς πικρίας.
因为在这些段落中,人们不仅会再次说出那些关于德摩卡雷斯也说过的话,而且还会对他刻薄至极感到惊异。
ὅτι γὰρ ἐκ φύσεως ἀνάγκη μεγάλα προτερήματα γεγονέναι περὶ τὸν Ἀγαθοκλέα, τοῦτο δῆλόν ἐστιν ἐξ αὐτῶν ὧν ὁ Τίμαιος ἀποφαίνεται.
因为阿加托克利斯在天性上必然拥有伟大的才干,这从蒂迈欧自己所表明的那些事实中就显而易见。
εἰ γὰρ εἰς τὰς Συρακούσας παρεγενήθη φεύγων τὸν τροχόν, τὸν καπνόν, τὸν πηλόν, περὶ ἔτη τὴν ἡλικίαν ὀκτωκαίδεκα γεγονώς, καὶ μετά τινα χρόνον ὁρμηθεὶς ἀπὸ τοιαύτης ὑποθέσεως κύριος μὲν ἐγενήθη πάσης Σικελίας, μεγίστους δὲ κινδύνους περιέστησε Καρχηδονίοις, τέλος ἐγγηράσας τῇ δυναστείᾳ κατέστρεψε τὸν βίον βασιλεὺς προσαγορευόμενος, ἆρʼ οὐκ ἀνάγκη2 μέγα τι γεγονέναι χρῆμα καὶ θαυμάσιον τὸν Ἀγαθοκλέα καὶ πολλὰς ἐσχηκέναι ῥοπὰς καὶ δυνάμεις πρὸς τὸν πραγματικὸν τρόπον;
因为如果他大约在十八岁的时候,为了逃避陶轮、烟雾和泥土(的劳作)而来到叙拉古,并在一段时间后,从这样的起点出发,成为了整个西西里的统治者,并使迦太基人陷入极大的危险之中,最后在统治中老去,在被称为国王的情况下结束了生命,那么,阿加托克利斯难道不必然是一个伟大而令人惊叹的人物,并在实际事务方面拥有许多天分和力量吗?
ὑπὲρ ὧν δεῖ τὸν συγγραφέα μὴ μόνον τὰ πρὸς διαβολὴν κυροῦντα καὶ κατηγορίαν ἐξηγεῖσθαι τοῖς ἐπιγινομένοις, ἀλλὰ καὶ τὰ πρὸς ἔπαινον ἥκοντα περὶ τὸν ἄνδρα· τοῦτο γὰρ ἴδιόν ἐστι τῆς ἱστορίας.
对于这些,史家不仅应当向后人阐明那些证实诽谤和指控的事实,也应当阐明关于该人值得赞美的事实;因为这正是历史所固有的职责。
ὁ δʼ ἐπεσκοτημένος ὑπὸ τῆς ἰδίας πικρίας τὰ μὲν ἐλαττώματα δυσμενικῶς καὶ μετʼ αὐξήσεως ἡμῖν ἐξήγγελκε, τὰ δὲ κατορθώματα συλλήβδην παραλέλοιπεν, ἀγνοῶν ὅτι τὸ ψεῦδος οὐχ ἧττόν ἐστι3 περὶ τοὺς τὰ γεγονότα γράφοντας ἐν ταῖς ἱστορίαις.
但他却被自己的刻薄蒙蔽了双眼,敌对地且夸大其词地向我们报告了其缺点,却完全遗漏了其功绩,他不知道,对于那些在历史中撰写历史事件的人来说,虚假(通过隐瞒事实)并不更少地存在。
ἡμεῖς δὲ τὸ μὲν ἐπιμετρεῖν τῆς ἀπεχθείας αὐτοῦ χάριν ἀφήκαμεν, τὰ δʼ οἰκεῖα τῆς προθέσεως αὑτῶν οὐ παρελείψαμεν. —
而我们为了他(蒂迈欧)的缘故,放弃了进一步增加对其敌意,但也没有遗漏符合我们自身目的的事物。
- 12.15.2τοῖς ὄπισθεν ἔμπροσθεν γεγονότα
属于“对格加不定式”结构中的补足语部分。指将身体的后部作为前部(暗示被动的男色性行为)来提供,这是古希腊世界中对男娼极具侮辱性的描绘。
- 12.15.6εἰ γὰρ εἰς τὰς Συρακούσας παρεγενήθη... ἆρʼ οὐκ ἀνάγκη...
该句构成一个长而严密的复合句结构:始于§12.15.6的条件从句 εἰ,穿过§12.15.7中诸多分词短语及限定动词(ἐγενήθη, κατέστρεψε),最后在§12.15.8的疑问句 ἆρʼ οὐκ ἀνάγκη... 中找到其主句(结句)。该结构以阿加托克利斯出身卑微却最终崛起的历史事实为依据,逻辑上推导出其必有非凡天资的结论。
- 12.15.11τὸ ψεῦδος οὐχ ἧττόν ἐστι
此处的“虚假”不仅指捏造谎言,也指由于有意的沉默而隐瞒重要的功绩与事实(对应§12.15.10中的 παραλέλοιπεν)。这反映了波里比乌斯批判性的历史观,即在历史撰写中,刻意的隐瞒与积极的捏造同样构成了对真相的背叛。
