- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.24.1-11.24.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-06
通过战术机动,迦太基军两翼被击溃,孤立的中军利比亚兵无法发挥作用,而突如其来的暴风雨则中断了罗马人对溃退敌军的彻底追击。
ἐκ δὲ τῆς τούτων συμπλοκῆς τὰ μὲν θηρία διὰ τῶν γροσφομάχων καὶ τῶν ἱππέων ἀκοντιζόμενα καὶ διαταραττόμενα πανταχόθεν ἔπασχε μὲν κακῶς, ἔβλαπτε δʼ οὐδὲν ἧττον τοὺς φίλους ἢ τοὺς πολεμίους· φερόμενα γὰρ εἰκῇ τοὺς ὑποπεσόντας ἐξ ἀμφοῖν αἰεὶ διέφθειρε.
在这双方的交战中,战象由于受到轻装枪兵和骑兵的投枪攻击,四处受扰,遭到了惨重的损失,但它们对盟友造成的危害并不亚于对敌人;因为它们盲目地横冲直撞,总是将双方中倒在它们脚下的人践踏致死。
τῆς δὲ πεζικῆς δυνάμεως τὰ μὲν κέρατα τῶν Καρχηδονίων ἐθραύετο, τὸ δὲ μέσον τὸ κατὰ τοὺς Λίβυας, ὅπερ ἦν χρησιμώτατον, εἰς τέλος ἄπρακτον ἦν·
与此同时,在步兵力量中,迦太基军的两翼正在被击溃,而由利比亚人组成的中军——这本是最精锐的部分——却自始至终未能发挥作用。
οὔτε γὰρ παραβοηθεῖν ἠδύναντο τοῖς ἐπὶ τῶν κεράτων, λιπόντες τὸν ἴδιον τόπον διὰ τὴν τῶν Ἰβήρων ἔφοδον, οὔτε μένοντες ἐπὶ τῶν ὑποκειμένων ἐνεργεῖν τι τῶν δεόντων οἷοί τʼ ἦσαν διὰ τὸ μὴ συνιέναι τοὺς κατὰ πρόσωπον πολεμίους αὐτοῖς εἰς τὰς χεῖρας.1
因为他们既不能离开自己的位置去支援两翼的部队,因为有伊比利安人的推进;而留在原地,他们也无法履行任何必要的职责,因为他们正面的敌人并不与他们进行白兵战。
οὐ μὴν ἀλλὰ χρόνον μέν τινα διηγωνίζοντο τὰ κέρατα γενναίως διὰ τὸ περὶ τῶν ὅλων ἑκατέροις συνεστάναι τὸν κίνδυνον.
尽管如此,两翼部队在一段时间内仍英勇地战斗,因为对双方而言,这场危险都关系到全局的胜负。
ἤδη δὲ τοῦ καύματος ἐφεστῶτος κατὰ τὴν ἀκμήν, οἱ μὲν Καρχηδόνιοι παρελύοντο διὰ τὸ μὴ πεποιῆσθαι τὴν ἔξοδον κατὰ τὴν ἰδίαν προαίρεσιν, κεκωλῦσθαι δὲ τῆς ἁρμοζούσης παρασκευῆς,2 οἱ δὲ Ῥωμαῖοι καὶ τῇ δυνάμει καὶ ταῖς εὐψυχίαις καθυπερεῖχον, καὶ μάλιστα τῷ τοῖς χρησιμωτάτοις πρὸς τοὺς ἀχρειοτάτους τῶν πολεμίων συμβεβληκέναι3 διὰ τὴν τοῦ στρατηγοῦ πρόνοιαν.
此时酷热已达顶点,迦太基人开始体力不支,因为他们并非出于自愿出击,而且被剥夺了进行适当准备的机会;而罗马人在力量和士气上都大占优势,尤其是由于将军的深谋远虑,他们得以用最精锐的部队去对付敌军中最无用的部队。
τὰς μὲν οὖν ἀρχὰς οἱ περὶ τὸν Ἀσδρούβαν κατὰ πόδα πιεζούμενοι τὴν ἀναχώρησιν ἐποιοῦντο, μετὰ δὲ ταῦτα κλίναντες ἁθρόοι πρὸς τὴν παρώρειαν ἀπεχώρουν· ἐγκειμένων δὲ τῶν Ῥωμαίων βιαιότερον ἔφευγον εἰς τὸν χάρακα προτροπάδην.
因此,起初哈斯德鲁巴及其部下一边承受着步步紧逼的压力,一边进行撤退;但此后,他们开始转向,成群结队地退向山麓;随着罗马人更加猛烈地逼近,他们狼狈不堪地逃回了营地。
εἰ μὲν οὖν μὴ θεὸς αὐτοῖς τις συνεπελάβετο τῆς σωτηρίας, παραχρῆμʼ ἂν ἐξέπεσον ἐκ τῆς παρεμβολῆς.
此时,若非有某种神明出手救助他们,他们当场就会被赶出营地。
ἐπιγενομένης δὲ κατὰ τὸν ἀέρα συστροφῆς ἐξαισίου, καὶ καταρραγέντος ὄμβρου λάβρου καὶ συνεχοῦς, μόλις εἰς τὴν αὑτῶν στρατοπεδείαν ἀνεκομίσθησαν οἱ Ῥωμαῖοι. —
然而,天空中突然聚集起异常的暴风雨,倾盆大雨连绵不断地落下,罗马人这才艰难地撤回了自己的营地。 —
Ἰλούργεια, πόλις Ἰβηρίας, Πολύβιος ἑνδεκάτῃ. τὸ δὲ τετηκὸς καὶ συνερρυηκὸς ἀργύριον καὶ χρυσίον ἀναζητοῦντες ὑπὸ τοῦ πυρὸς πλεῖστοι Ῥωμαίων διεφθάρησαν. —
伊鲁尔盖亚,伊比利安的一座城市,见波里比乌斯第十一卷。 在搜寻因大火熔化并汇流在一起的金银时,极多罗马人丧生。 —
- 11.24.3διὰ τὸ μὴ συνιέναι τοὺς κατὰ πρόσωπον πολεμίους αὐτοῖς εἰς τὰς χεῖρας
由介词 διά 引导的冠词性不定式短语。不定式 συνιέναι(源自 σύνειμι,“接触、交手”)的逻辑主语是宾格的 τοὺς κατὰ πρόσωπον πολεμίους(正面的敌人,即伊比利安人),与格的 αὐτοῖς(利比亚人)表示其交战对象。短语 εἰς τὰς χεῖρας συνιέναι 是一惯用语,意为“进入白兵战、进行近战”。
- 11.24.5κεκωλῦσθαι δὲ τῆς ἁρμοζούσης παρασκευῆς
由 §11.24.5 开头的 διὰ τό 所支配的第二个不定式短语。完成时被动不定式 κεκωλῦσθαι(源自 κωλύω,“阻碍、剥夺”)的逻辑主语(宾格)因上下文已明示而省略,指迦太基人。属格 τῆς ἁρμοζούσης παρασκευῆς 是动词 κωλύω 所要求的表示分离或夺去的属格。
- 11.24.6τῷ τοῖς χρησιμωτάτοις πρὸς τοὺς ἀχρειοτάτους τῶν πολεμίων συμβεβληκέναι
表示原因的与格冠词性不定式短语(τῷ ... συμβεβληκέναι)。此处作不及物动词使用的完成时主动不定式 συμβεβληκέναι(源自 συμβάλλω,“交战”)其逻辑主语为罗马人。与格的 τοῖς χρησιμωτάτοις 指罗马人自己“最精锐的部队”(即罗马军的两翼),表示这些部队与介词 πρὸς 引导的“敌军中最无用的部队”进行了交战。
