- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.14.1-11.14.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-06
马查尼达斯的雇佣军摧毁了亚该亚军的左翼,但他并未采取全局性的战术行动,而是幼稚地一味追击逃兵,暴露了其指挥经验的缺乏。
διὸ δὴ καὶ τότε συνέβαινε τὸ παρὰ τῷ Μαχανίδᾳ ξενικὸν οὕτως ἐκθύμως ἀγωνίζεσθαι καὶ βιαίως ὥστε μηδὲ τοὺς ἐφεδρεύοντας τοῖς ξένοις Ἰλλυριοὺς καὶ θωρακίτας δύνασθαι τὴν ἔφοδον αὐτῶν ὑπομεῖναι, πάντας δʼ ἐκπιεσθέντας φεύγειν προτροπάδην ὡς ἐπὶ τῆς Μαντινείας, ἀπεχούσης τῆς πόλεως ἑπτὰ σταδίους.
因此,在当时也同样发生的是,马查尼达斯手下的雇佣兵战得如此热忱且凶猛,以至于连在后方支援雇佣兵的伊利里亚人和胸甲兵也无法承受他们的冲锋,所有人都在压迫下,朝着距离七斯塔德之遥的曼提尼亚城狂奔逃窜。
ἐν ᾧ δὴ καιρῷ τὸ παρʼ ἐνίοις ἀπορούμενον τότε παρὰ πᾶσιν ὁμολογούμενον ἐγένετο καὶ συμφανές, ὅτι πλεῖστα τῶν κατὰ πόλεμον συντελουμένων παρὰ τὴν τῶν ἡγουμένων ἐμπειρίαν καὶ πάλιν ἀπειρίαν ἐπιτελεῖται.
正是在这一时刻,先前被一些人怀疑的事情,在此时对所有人来说都成了无可争议且显而易见的事实:即战争中所成就的绝大多数事情,都是由于指挥官们的经验,或者相反,由于他们的无知所决定的。
μέγα μὲν γὰρ ἴσως καὶ τὸ προτερήματος ἀρχὴν λαβόντα προσθεῖναι τἀκόλουθον, πολὺ δὲ μεῖζον τὸ σφαλέντα ταῖς πρώταις ἐπιβολαῖς μεῖναι παρʼ αὑτὸν1 καὶ συνιδεῖν τὴν τῶν εὐτυχούντων ἀκρισίαν καὶ συνεπιθέσθαι τοῖς τούτων ἁμαρτήμασιν.
因为,在取得优势的开端后顺势扩大战果固然是一件伟大的事,但当在最初的尝试中受挫时,依然能够保持自制,看穿胜利者因缺乏判断力而产生的混乱,并乘虚攻击他们的错误,则是要伟大得多的事。
ἰδεῖν γοῦν ἔστι πολλάκις τοὺς μὲν ἤδη δοκοῦντας πεπροτερηκέναι μετʼ ὀλίγον τοῖς ὅλοις ἐσφαλμένους,2 τοὺς δʼ ἐν ἀρχαῖς δόξαντας ἐπταικέναι πάλιν ἐκ μεταβολῆς παρὰ τὴν αὑτῶν ἀγχίνοιαν τὰ ὅλα παραδόξως κατωρθωκότας.
实际上,人们经常可以看到,那些看似已经稳操胜券的人,不久后便在全局上彻底失败;而那些起初看似受挫的人,反而由于自己的机敏,出人意料地扭转乾坤、获得全盘成功。
ὃ δὴ καὶ τότε προφανῶς ἐδόκει περὶ τοὺς ἡγεμόνας ἀμφοτέρους γεγονέναι.
这在当时显然发生在双方指挥官身上。
τοῦ γὰρ ξενικοῦ παντὸς ἐγκεκλικότος τοῖς Ἀχαιοῖς καὶ παραλελυμένου τοῦ λαιοῦ κέρως, ὁ μὲν Μαχανίδας ἀφέμενος τοῦ μένειν ἐπὶ τῶν ὑποκειμένων,3 καὶ τοὺς μὲν κατὰ κέρας ὑπεραίρειν τοῖς δὲ κατὰ πρόσωπον ἀπαντᾶν καὶ πειρᾶσθαι τῶν ὅλων, τούτων μὲν οὐδὲν ἔπραξεν, ἀκρατῶς δὲ καὶ μειρακιωδῶς συνεκχυθεὶς τοῖς ἑαυτοῦ μισθοφόροις ἐπέκειτο τοῖς φεύγουσιν, ὥσπερ οὐκ αὐτὸν τὸν φόβον ἱκανὸν ὄντα4 τοὺς ἅπαξ ἐγκλίναντας ἄχρι τῶν πυλῶν συνδιώκειν.
因为当亚该亚人的全部雇佣军都已溃退、左翼已经瓦解时,马查尼达斯放弃了坚守原有阵地,也放弃了包围敌军侧翼或正面迎击敌军以图决定全局的尝试,这些他一样也没做,反而狂躁且幼稚地与自己的雇佣兵混杂在一起,全力追击逃兵,仿佛仅凭恐惧本身还不足以将一旦溃败的敌人一路追杀到城门似的。
- 11.14.3μεῖναι παρʼ αὑτὸν
介词 παρά 结合反身代词宾格 παρʼ αὑτόν 是一种习惯表达,意为“留在自己身边”,即“保持自制或冷静”。通常多用与格的 παρ' ἑαυτῷ,但此处使用了宾格。
- 11.14.4τοὺς μὲν ἤδη δοκοῦντας... ἐσφαλμένους
这是一个“宾格+分词”的结构,充当无人称表达 ἰδεῖν ἔστι(可以看见)的宾语。宾格主语(τοὺς μὲν... 和 τοὺς δʼ...)分别与其分词(ἐσφαλμένους 和 κατωρθωκότας)结合,意为“看见有些人已经失败……而另一些人则获得了成功……”。
- 11.14.6ἀφέμενος τοῦ μένειν ἐπὶ τῶν ὑποκειμένων
中动态不定过去时分词 ἀφέμενος(源自 ἀφίημι,意为“放弃、停止”)支配属格。在此处,它支配了:1) τοῦ μένειν... 和 2) 后续的不定式短语(τοὺς μὲν ... ὑπεραίρειν ...,冠词 τοῦ 被省略),指明了马查尼达斯放弃的战术选择。这些内容构成了 11.14.7 中 τούτων μὲν οὐδὲν ἔπραξεν 的指代对象。
- 11.14.7ὥσπερ οὐκ αὐτὸν τὸν φόβον ἱκανὸν ὄντα
由连词 ὥσπερ(仿佛……似的)引导的宾格绝对独立结构。宾格主语 αὐτὸν τὸν φόβον 与宾格分词 ὄντα(及其补足语 ἱκανόν)结合,表达了马查尼达斯主观上的假定,或作者带有讽刺意味的比喻。
