- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.13.1-11.13.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-06
阿凯亚军与马查尼达斯军的骑兵及雇佣兵之间爆发了激烈的战斗,起初势均力敌,但最终僭主一方的雇佣兵占据了上风。波利比乌斯通过分析民主制公民兵与僭主制雇佣兵各自不同的动机,解释了这一优劣差异的原因。
τὸ μὲν οὖν πρῶτον αὐτῶν τούτων ἀνδρώδης ἦν ἡ σύμπτωσις· κατὰ βραχὺ δὲ προσγινομένων τοῖς πιεζομένοις τῶν εὐζώνων, ἐν πάνυ βραχεῖ χρόνῳ συνέβη τὸ παρʼ ἑκατέρων ξενικὸν ἀναμὶξ γενέσθαι, πάντῃ δὲ τούτων συμπλοκῆς ἁθρόως καὶ κατʼ ἄνδρα γινομένης ἐπὶ πολὺν χρόνον πάρισος ἦν ὁ κίνδυνος οὕτως ὥστε τὰς λοιπὰς δυνάμεις, καραδοκούσας καθʼ ὁποτέρων ὁ κονιορτὸς τραπήσεται, μὴ δύνασθαι συμβαλεῖν διὰ τὸ μένειν ἀμφοτέρους ἐπὶ πολὺ διακατέχοντας1 ἐν τῇ μάχῃ τὸν ἐξ ἀρχῆς τόπον.
起初,仅是这些骑兵之间的交锋就极为英勇;但随着轻装步兵逐渐增援那些承受压力的人,在极短的时间内,双方的雇佣兵便混战在了一起。由于他们的交手在各处同时展开,既有成群的厮杀,也有个体的对决,战局在很长时间内势均力敌,以至于密切注视着尘土会向哪一方飘散的其他部队无法参战,因为双方在战斗中都长久地坚守着最初的位置。
χρόνου δὲ γινομένου κατίσχυον καὶ τῷ πλήθει καὶ ταῖς εὐχειρίαις διὰ τὴν ἕξιν οἱ παρὰ τοῦ τυράννου μισθοφόροι.
但随着时间的推移,僭主一方的雇佣兵凭借人数优势以及由于训练有素而具备的精湛战斗技能,开始占据上风。
τοῦτο δʼ εἰκότως καὶ τὸ παράπαν εἴωθε γίνεσθαι.
而这也是理所当然、且通常总是会发生的事。
ὅσῳ γὰρ συμβαίνει τοὺς ἐν ταῖς δημοκρατίαις ὄχλους προθυμοτέρους ὑπάρχειν ἐν τοῖς πολεμικοῖς ἀγῶσι τῶν τοῖς τυράννοις πολιτικῶν ὑποταττομένων, τοσούτῳ2 τὰ παρὰ τοῖς μονάρχοις ξενικὰ τῶν ἐν ταῖς δημοκρατίαις μισθοφορούντων εἰκὸς ὑπεράγειν καὶ διαφέρειν.
因为正如民主制度下的群众在战争冲突中,比起屈从于僭主的公民表现出更高的热忱一样,君主手下的外籍雇佣兵比起在民主制度下服役领饷的雇佣兵,理所当然也更为优异和杰出。
ὥσπερ γὰρ ἐπʼ ἐκείνων οἷς μὲν ὑπὲρ ἐλευθερίας ἐστίν, οἷς δʼ ὑπὲρ δουλείας ὁ κίνδυνος, οὕτως ἐπὶ τῶν μισθοφόρων οἷς μὲν ὑπὲρ ὁμολογουμένης ἐπανορθώσεως, οἷς δʼ ὑπὲρ προδήλου βλάβης3 γίνεται φιλοτιμία.
因为正如在前者的情况中,一方的危险是为了自由,另一方则是为了奴役;在雇佣兵的情况中也是如此,一方的竞争是为了显而易见的利益提升,而另一方则是为了显而易见的损害。
δημοκρατία μὲν γάρ, ἐπανελομένη τοὺς ἐπιβουλεύσαντας, οὐκέτι μισθοφόροις τηρεῖ τὴν ἑαυτῆς ἐλευθερίαν· τυραννὶς δʼ ὅσῳ μειζόνων ἐφίεται, τοσούτῳ πλειόνων προσδεῖται μισθοφόρων.
因为民主政体一旦消灭了那些图谋不轨者,就不再依靠雇佣兵来维护自身的自由;而僭主统治越是企图染指更大的目标,就越需要更多的雇佣兵。
πλείονας γὰρ ἀδικοῦσα πλείονας ἔχει καὶ τοὺς ἐπιβουλεύοντας. ἡ δὲ τῶν μονάρχων ἀσφάλεια τὸ παράπαν ἐν τῇ τῶν ξένων εὐνοίᾳ κεῖται καὶ δυνάμει.
因为由于伤害了更多的人,图谋推翻僭主的人也会随之增多;而君主们的安全,完全取决于外邦人的好意与力量。
- 11.13.2διὰ τὸ μένειν ἀμφοτέρους ἐπὶ πολὺ διακατέχοντας
在带介词 διά 的“对格加不定式”结构中,ἀμφοτέρους 是不定式 μένειν 的逻辑主语(对格),而分词 διακατέχοντας 在性、数、格上与其保持一致(对格、复数、阳性)。
- 11.13.5ὅσῳ γὰρ ... τοσούτῳ ...
使用关系代词性副词 ὅσῳ ... τοσούτῳ 的“越……就越……”比较句。前半句的比较对象 τῶν ὑποταττομένων(属格)是针对比较级 προθυμοτέρους 的比较属格;后半句的 τῶν μισθοφορούντων 同样作为表示超越意义的动词性表达 ὑπεράγειν καὶ διαφέρειν 的比较属格起作用。
- 11.13.6οἷς μὲν ὑπὲρ ὁμολογουμένης ἐπανορθώσεως, οἷς δʼ ὑπὲρ προδήλου βλάβης
与格的 οἷς μὲν 和 οἷς δʼ 是关系代词(在此作为介词 ἐπί 影响下的利益与格),分别指代君主方的雇佣兵和民主政体方的雇佣兵。前者的竞争(斗志)是为了“确凿的待遇改善/地位提升(ἐπανόρθωσις)”,而后者则伴随着“显而易见的损害(βλάβη,如用完即弃的解雇或无谓的危险)”。
