← 波利比奥斯

历史

§10.1.1-10.1.10

塔拉斯港口的地理优势与重要性

通过与邻近地区和城市的对比,阐述了塔拉斯(塔兰托)港口的地理优势与重要性,并指出了法比乌斯专注于夺取该地的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1.1

ὄντων γὰρ ἀπὸ τοῦ πορθμοῦ καὶ τῆς Ῥηγίνων πόλεως σταδίων εἰς Τάραντα πλειόνων ἢ δισχιλίων,1 εἰς τέλος ἀλίμενον εἶναι συμβαίνει τὴν πλευρὰν τῆς Ἰταλίας ταύτην πλὴν τῶν ἐν Τάραντι λιμένων·

因为从海峡及雷吉翁人的城市到塔拉斯的距离超过两千斯塔德,所以除塔拉斯的港口外,意大利的这一侧海岸实际上完全没有港口。

§10.1.2

ἣ τέτραπται μὲν εἰς τὸ Σικελικὸν πέλαγος, νεύει δὲ πρὸς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους, ἔχει δὲ τῶν τε βαρβάρων ἐθνῶν τὰ πολυανθρωπότατα καὶ τῶν Ἑλληνίδων πόλεων τὰς ἐπιφανεστάτας.

这一侧面向西西里海,朝向希腊地区,拥有最人口稠密的蛮族部落和最显赫的希腊城市。

§10.1.3

Βρέττιοι γὰρ καὶ Λευκανοὶ καί τινα μέρη τῶν Δαυνίων, ἔτι δὲ Καλαβροὶ καὶ πλείους ἕτεροι τοῦτο τὸ κλῖμα νέμονται τῆς Ἰταλίας·

因为布雷提人、卢卡尼亚人以及达乌尼亚人的一部分,还有卡拉布里亚人和其他许多部落,都居住在意大利的这个地区。

§10.1.4

ὁμοίως δὲ καὶ τῶν Ἑλληνίδων πόλεων Ῥήγιον καὶ Καυλωνία καὶ Λοκροὶ καὶ Κρότων, ἔτι δὲ Μεταπόντιον καὶ Θούριοι ταύτην ἐπέχουσι τὴν παραλίαν, ὥστε καὶ τοὺς ἀπὸ Σικελίας καὶ τοὺς ἀπὸ τῆς Ἑλλάδος φερομένους ἐπί τινα τόπον τῶν προειρημένων κατʼ ἀνάγκην ὁρμεῖν ἐν τοῖς τῶν Ταραντίνων λιμέσι, καὶ τὰς ἀμείψεις καὶ τὰς οἰκονομίας πρὸς πάντας τοὺς κατέχοντας ταύτην τὴν πλευρὰν τῆς Ἰταλίας ἐν ταύτῃ ποιεῖσθαι2 τῇ πόλει.

同样,在希腊城市中,雷吉翁、考洛尼亚、洛克里、克罗托内,以及梅塔蓬图姆和图里伊都坐落在这条海岸线上,因此,无论是从西西里还是从希腊航行到上述任何地方的人,都必然要在塔拉斯人的港口停泊,并在这座城市中,与占领意大利这一侧海岸的所有人进行交易和业务往来。

§10.1.6

τεκμήραιτο δʼ ἄν τις τοῦ τόπου τὴν εὐκαιρίαν ἐκ τῆς περὶ Κροτωνιάτας γενομένης εὐδαιμονίας. ἐκεῖνοι γὰρ θερινοὺς ἔχοντες ὅρμους καὶ βραχεῖάν τινα παντελῶς προσαγωγήν, μεγάλην εὐδαιμονίαν δοκοῦσι περιποιήσασθαι διʼ οὐδὲν ἕτερον ἢ διὰ τὴν τῶν τόπων εὐφυΐαν, ἣν οὐδὲ συγκρίνειν ἄξιόν ἐστι τοῖς Ταραντίνων λιμέσι καὶ τόποις.

人们可以从克罗托内人所获得的繁荣中推测出此地地利的优越。因为他们虽然只有夏季锚地和极其狭窄的入口,但却被认为仅凭该地天然的地利就获得了巨大的繁荣,而这种地利甚至不配与塔拉斯人的港口和土地相比。

§10.1.7

τέτακται δὲ καὶ πρὸς τοὺς κατὰ τὸν Ἀδρίαν λιμένας εὐφυῶς καὶ νῦν μέν, ἔτι δὲ μᾶλλον ἦν πρὸ τοῦ.

它对亚得里亚海沿岸的港口也处于有利的地理位置,虽然现在如此,但在过去更是如此。

§10.1.8

ἀπὸ γὰρ ἄκρας Ἰαπυγίας ἕως εἰς Σιποῦντα πᾶς ὁ προσφερόμενος ἐκ τῶν ἀντιπέρας καὶ καθορμισθεὶς πρὸς τὴν Ἰταλίαν εἰς Τάραντʼ ἐποιεῖτο τὴν ὑπερβολήν, καὶ ταύτῃ συνεχρῆτο τῇ πόλει πρὸς τὰς ἀλλαγὰς καὶ μεταθέσεις οἷον [εἰ] ἐμπορίῳ· οὐδέπω γὰρ συνέβαινε τότε τὴν τῶν Βρεντεσίνων ἐκτίσθαι πόλιν.

因为从亚皮吉亚海角到西蓬图姆,所有从对岸来并停泊在意大利的人都会越海前往塔拉斯,并将这座城市作为他们交易和转运商品的商埠来利用;因为当时布伦特西翁人的城市尚未建立。

§10.1.10

διόπερ ὁ Φάβιος, ἐν μεγάλῳ τιθέμενος τὴν ἐπιβολήν, τἄλλα παρεὶς πρὸς ταῖς εἰς τοῦτο τὸ μέρος ἦν ἐπινοίαις.3

因此,法比乌斯极其重视这一企图,搁置了其他事务,一心专注于关于该地区的谋划。

语法注3 条
  1. 10.1.1ὄντων γὰρ ἀπὸ τοῦ πορθμοῦ καὶ τῆς Ῥηγίνων πόλεως σταδίων εἰς Τάραντα πλειόνων ἢ δισχιλίων

    属格独立结构(Genitive Absolute)。其主语为 πλειόνων ἢ δισχιλίων σταδίων(两千多斯塔德),伴随现在分词 ὄντων 表达原因。

  2. 10.1.5ὥστε καὶ τοὺς ἀπὸ Σικελίας καὶ τοὺς ἀπὸ τῆς Ἑλλάδος φερομένους ... ὁρμεῖν ... καὶ ... ποιεῖσθαι

    引导结果状语从句的连词 ὥστε 之后,接“对格加不定词”结构,其中 τοὺς ... φερομένους 是不定词 ὁρμεῖν 和 ποιεῖσθαι 的逻辑主语。

  3. 10.1.10ἦν πρὸς ταῖς εἰς τοῦτο τὸ μέρος ἐπινοίαις

    动词 ἦν(εἰμί 的未完成过去时第三人称单数)与前置词短语 πρὸς ταῖς ... ἐπινοίαις 连用,表示“专注于/沉浸于……的谋划”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-10-09)
  • 2026-10-09 与底本核对 — 原文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.1.1-10.1.10