← 波利比奥斯

历史

§1.85.1-1.85.7

哈米尔卡扣押叛乱首领与歼灭利比亚军

陷入极度饥饿的反叛军首领们向哈米尔卡投降,并同意由迦太基人挑选十名俘虏的条件。然而哈米尔卡当场扣押了这十名使节,并包围歼灭了因不解条约而起兵反抗的四万多名利比亚士兵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.85.1

ἐπεὶ δὲ κατεχρήσαντο μὲν ἀσεβῶς τοὺς αἰχμαλώτους, τροφῇ ταύτῃ χρώμενοι, κατεχρήσαντο δὲ τὰ δουλικὰ τῶν σωμάτων, ἐβοήθει δʼ ἐκ τοῦ Τύνητος οὐδείς, τότε προδήλου τῆς αἰκίας διὰ τὴν περικάκησιν ἐκ τῶν πολλῶν τοῖς ἡγεμόσιν ὑπαρχούσης,1 ἔκριναν οἱ περὶ τὸν Αὐτάριτον καὶ Ζάρζαν καὶ Σπένδιον ἐγχειρίζειν ἑαυτοὺς τοῖς πολεμίοις καὶ διαλαλεῖν περὶ διαλύσεως Ἀμίλκᾳ.

当他们以这种食物为食,不敬地吃光了俘虏,又吃光了奴隶,而突尼斯方面又没有任何人前来救援时,由于极度绝望,大众显然会对首领们施加惩罚,于是奥塔里图斯、扎尔扎斯和斯彭迪乌斯一伙决定向敌人投降,并与哈米尔卡商讨和谈条件。

§1.85.3

πέμψαντες οὖν κήρυκα καὶ λαβόντες συγχώρημα περὶ πρεσβείας ἧκον, ὄντες δέκα, πρὸς τοὺς Καρχηδονίους.

于是他们派出一名传令官,获得了派遣使节的许可,一行十人来到了迦太基人面前。

§1.85.4

πρὸς οὓς Ἀμίλκας ὁμολογίας ἐποιήσατο τοιαύτας· ἐξεῖναι2 Καρχηδονίοις ἐκλέξασθαι τῶν πολεμίων οὓς ἂν αὐτοὶ βούλωνται δέκα· τοὺς δὲ λοιποὺς ἀφιέναι μετὰ χιτῶνος.

哈米尔卡与他们达成了如下协议:迦太基人有权在敌人中任意挑选他们想要的十个人,而其余的人则只穿一件内衣予以放行。

§1.85.5

γενομένων δὲ τούτων εὐθέως Ἀμίλκας ἔφη τοὺς παρόντας3 ἐκλέγεσθαι κατὰ τὰς ὁμολογίας. τῶν μὲν οὖν περὶ τὸν Αὐτάριτον καὶ Σπένδιον καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἡγεμόνων τοῦτον τὸν τρόπον ἐκυρίευσαν οἱ Καρχηδόνιοι.

协议达成后,哈米尔卡立即宣布按照协议挑选在场的这十个人。因此,迦太基人便以这种方式将奥塔里图斯、斯彭迪乌斯以及其他最显赫的首领掌控在自己手中。

§1.85.6

τῶν δὲ Λιβύων, ἐπεὶ τὴν σύλληψιν ᾔσθοντο τῶν ἡγεμόνων, νομισάντων αὑτοὺς παρεσπονδῆσθαι διὰ τὸ τὰς συνθήκας ἀγνοεῖν, καὶ διὰ ταύτην τὴν αἰτίαν ὁρμησάντων4 ἐπὶ τὰ ὅπλα, περιστήσας αὐτοῖς Ἀμίλκας τά τε θηρία καὶ τὴν λοιπὴν δύναμιν ἅπαντας διέφθειρε, πλείους ὄντας τῶν τετρακισμυρίων, περὶ τὸν τόπον τὸν Πρίονα καλούμενον· ὃν συμβαίνει διὰ τὴν ὁμοιότητα τοῦ σχήματος πρὸς τὸ νῦν εἰρημένον ὄργανον ταύτης τετευχέναι τῆς προσηγορίας.

而利比亚人得知首领们被捕后,因不了解条约内容而认为自己遭到了背叛,并因此拿起了武器。哈米尔卡用战象和其余的军队将他们包围,并在被称为“锯(普里翁)”的地方将这四万多人全部消灭。该地正是因为其形状与刚才提到的工具相似而获得了这一名称。

语法注4 条
  1. 1.85.2προδήλου τῆς αἰκίας διὰ τὴν περικάκησιν ἐκ τῶν πολλῶν τοῖς ἡγεμόσιν ὑπαρχούσης

    属格绝对构文。分词 ὑπαρχούσης 与名词 αἰκίας(危害、暴力)一致,介词短语 ἐκ τῶν πολλῶν(来自大众/普通士兵)表示施动者,与格 τοῖς ἡγεμόσιν(对首领们)表示受动目标。整个短语意为“由于极度的绝望(περικάκησιν),大众显然(προδήλου)会给首领们带来危害”。

  2. 1.85.4ἐξεῖναι

    不定式构文,用作前文 ὁμολογίας(协议)的同格或内容说明,表示“迦太基人被允许……”。

  3. 1.85.5τοὺς παρόντας

    带冠词的现在分词宾格复数,意为“在场的人”,指代前文(§1.85.3)中作为使节前来的十名首领。哈米尔卡利用协议中“任意挑选十人”的字面条款,当场逮捕了这些使节。

  4. 1.85.6τῶν δὲ Λιβύων... νομισάντων... καὶ... ὁρμησάντων

    属格绝对构文。名词 τῶν δὲ Λιβύων 被 νομισάντων 和 ὁρμησάντων 两个并列分词修饰,用于说明与主句主语(哈米尔卡)不同的利比亚人的境况。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.85.1-1.85.7