← 波利比奥斯

历史

§1.84.1-1.84.12

哈米尔卡对叛军的包围与饥荒绝境

哈米尔卡使雇佣兵陷于物资极度匮乏,并通过局部战斗和伏击屡次击败避开平原的敌军,最终将他们困于绝境,逼迫其互相吞食。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.84.1

πολιορκίαν.1 τοῖς δὲ περὶ τὸν Μάθω καὶ Σπένδιον οὐχ ἧττον πολιορκεῖσθαι συνέβαινεν ἢ πολιορκεῖν.

包围。然而,马托斯和斯彭迪乌斯一伙人却落得个自己被包围而不亚于包围别人的境地。

§1.84.2

εἰς τοιαύτην γὰρ αὐτοὺς οἱ περὶ τὸν Ἀμίλκαν ἔνδειαν καθίστασαν τῶν ἐπιτηδείων ὥστʼ ἀναγκασθῆναι τέλος αὐτοὺς διαλῦσαι τὴν πολιορκίαν.

因为哈米尔卡一伙人使他们陷入了如此极度的物资匮乏之中,以至于他们最终被迫解除了包围。

§1.84.3

μετὰ δέ τινα χρόνον ἁθροίσαντες τῶν τε μισθοφόρων τοὺς ἀρίστους καὶ Λιβύων, τοὺς ἅπαντας εἰς πεντακισμυρίους, μεθʼ ὧν ἦν καὶ Ζάρζας ὁ Λίβυς ἔχων τοὺς ὑφʼ αὑτὸν ταττομένους, ὥρμησαν αὖθις ἀντιπαράγειν ἐν τοῖς ὑπαίθροις καὶ τηρεῖν τοὺς περὶ τὸν Ἀμίλκαν.

过了一段时间后,他们聚集了雇佣兵中的精锐以及利比亚人,总数约为五万人,其中也包括利比亚人扎尔扎斯及其麾下的部队。他们再次出发,在野外与敌人对峙并监视哈米尔卡一伙。

§1.84.4

τῶν μὲν οὖν πεδινῶν τόπων ἀπείχοντο, καταπεπληγμένοι τὰ θηρία καὶ τοὺς περὶ τὸν Ναραύαν ἱππεῖς, τοὺς δʼ ὀρεινοὺς καὶ στενοὺς ἐπειρῶντο προκαταλαμβάνειν.

他们避开平原地区,因畏惧战象和纳拉瓦斯的骑兵,而试图预先占领山地和狭窄隘口。

§1.84.5

ἐν οἷς καιροῖς συνέβη ταῖς μὲν ἐπιβολαῖς καὶ τόλμαις μηδὲν αὐτοὺς λείπεσθαι τῶν ὑπεναντίων, διὰ δὲ τὴν ἀπειρίαν πολλάκις ἐλαττοῦσθαι.

在此期间,他们在企图和勇气上丝毫不逊色于对手,却因缺乏经验而屡遭挫败。

§1.84.6

τότε γὰρ ἦν, ὡς ἔοικε, συνιδεῖν ἐπʼ αὐτῆς τῆς ἀληθείας πηλίκην ἔχει διαφορὰν ἐμπειρία μεθοδικὴ καὶ στρατηγικὴ δύναμις ἀπειρίας καὶ τριβῆς ἀλόγου καὶ στρατιωτικῆς.2

因为在当时,似乎可以在事实真相中看出,有条理的经验与统帅能力,同缺乏经验以及盲目且仅凭大兵习惯的熟练之间,究竟有着多么巨大的差别。

§1.84.7

πολλοὺς μὲν γὰρ αὐτῶν ἐν ταῖς κατὰ μέρος χρείαις ἀποτεμνόμενος καὶ συγκλείων ὥσπερ ἀγαθὸς πεττευτὴς ἀμαχεὶ διέφθειρε, πολλοὺς δʼ ἐν τοῖς ὁλοσχερέσι κινδύνοις τοὺς μὲν εἰς ἐνέδρας ἀνυπονοήτους ἐπαγόμενος ἀνῄρει, τοῖς δʼ ἀνελπίστως καὶ παραδόξως ποτὲ μὲν μεθʼ ἡμέραν ποτὲ δὲ νύκτωρ ἐπιφαινόμενος ἐξέπληττεν· ὧν ὅσους λάβοι3 ζωγρίᾳ, πάντας παρέβαλλε τοῖς θηρίοις.

哈米尔卡在局部战斗中切断并包围了他们中的许多人,如同一个高超的棋手一般,不费一兵一卒便消灭了他们,而在全面交战中,他通过将许多人引入意想不到的埋伏中予以消灭,又通过在白昼或黑夜出其不意、令人始料未及地现身来震慑其他人;凡是被他生擒的人,他全都扔给了野兽。

§1.84.9

τέλος δʼ ἐπιστρατοπεδεύσας αὐτοῖς ἀνυπονοήτως ἐν τόποις ἀφυέσι μὲν πρὸς τὴν ἐκείνων χρείαν εὐφυέσι δὲ πρὸς τὴν ἑαυτοῦ δύναμιν εἰς τοῦτʼ ἤγαγε περιστάσεως4 ὥστε μήτε διακινδυνεύειν τολμῶντας μήτʼ ἀποδρᾶναι δυναμένους διὰ τὸ τάφρῳ καὶ χάρακι περιειλῆφθαι πανταχόθεν τέλος ὑπὸ τῆς λιμοῦ συναγομένους ἐσθίειν ἀλλήλων ἀναγκασθῆναι, τοῦ δαιμονίου τὴν οἰκείαν ἀμοιβὴν αὐτοῖς ἐπιφέροντος τῇ πρὸς τοὺς πέλας ἀσεβείᾳ καὶ παρανομίᾳ.

最终,他在一处不适合对方战术、却极利于发挥自身军力的地点出其不意地扎营,使他们陷入了如此绝境:他们既不敢决一死战,又因四面被壕沟和栅栏包围而无法逃脱,最终因饥荒所迫,不得不开始互相吞食,这是神意因他们对邻人所犯下的不敬和不法行为,而对他们施加了应有的报应。

§1.84.11

πρὸς μὲν γὰρ τὸν κίνδυνον οὐκ ἐτόλμων ἐξιέναι, προδήλου τῆς ἥττης καὶ τῆς τιμωρίας τοῖς ἁλισκομένοις ὑπαρχούσης, περὶ δὲ διαλύσεως οὐδʼ ὑπενόουν ποιεῖσθαι μνήμην, συνειδότες σφίσι τὰ πεπραγμένα.

因为他们不敢出营迎战,深知一旦战败被俘必遭严惩;而鉴于自己所犯下的罪行,他们甚至连提都不敢提起和谈。

§1.84.12

προσανέχοντες δʼ ἀεὶ ταῖς ἐκ τοῦ Τύνητος βοηθείαις διὰ τὰς τῶν ἡγουμένων ἐπαγγελίας πᾶν ὑπέμενον ποιεῖν κατὰ σφῶν αὐτῶν.5

然而,由于首领们的许诺,他们始终企盼着来自突尼斯的援军,因而甘愿忍受对自己施加的一切惨状。

语法注5 条
  1. 1.84.1πολιορκίαν

    承接前一章末尾冠词 τὴν 的宾语。在波利比乌斯的文本中,章节划分有时会出现在句子中间,此词作为前一章末尾 ὑπέμενον τὴν(“他们忍耐着……”)的直接宾语。

  2. 1.84.6πηλίκην ἔχει διαφορὰν ἐμπειρία μεθοδικὴ καὶ στρατηγικὴ δύναμις ἀπειρίας καὶ τριβῆς ἀλόγου καὶ στρατιωτικῆς

    名词 διαφορά(差别)支配属格 ἀπειρίας καὶ τριβῆς...,表示“A(主格:ἐμπειρία...)与 B(属格)之间有多大的差别”。短语 τριβῆς ἀλόγου καὶ στρατιωτικῆς 意为“盲目且仅凭大兵习惯的熟练”,与系统性、战略性的统帅能力形成对比。

  3. 1.84.8ὧν ὅσους λάβοι

    关系代名词 ὧν 是部分属格(“在他们之中”),指代前文的 πολλοὺς,并限定其中被生擒的人。动词 λάβοι 是表示过去重复发生动作的希求法(反复希求法)。

  4. 1.84.9εἰς τοῦτʼ ἤγαγε περιστάσεως

    指示代词中性单数宾格 τοῦτο 与部分属格 περιστάσεως(境地、穷地)结合,表示程度:“将(他们)逼入如此绝境”。

  5. 1.84.12πᾶν ὑπέμενον ποιεῖν κατὰ σφῶν αὐτῶν

    字面意为“甘愿做出一切针对他们自己的事”。这表现了在极度饥荒的情况下,他们不得不做出同类相食这种自残且违背人伦的残忍行为。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.84.1-1.84.12