- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.51.1-1.51.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-12
在德雷帕纳海战中,迦太基人利用船只的机动性和外海的优势地位彻底击败了罗马人。罗马将军普布利乌斯仅率三十艘船逃跑,其余九十三艘均被迦太基人俘获。
ποιησαμένους τὴν συμπλοκήν.1 ἐπειδὴ δὲ σύνεγγυς αὑτῶν ἦσαν, ἀρθέντων τῶν συνθημάτων ἐφʼ ἑκατέρας τῆς ναυαρχίδος συνέβαλλον ἀλλήλοις.
在展开交战后,当他们彼此接近时,两艘旗舰上都升起了信号,双方开始相撞交战。
τὸ μὲν οὖν πρῶτον ἰσόρροπος ἦν ὁ κίνδυνος, ὡς ἂν ἀμφοτέρων τοῖς ἀρίστοις ἐκ τῆς πεζικῆς δυνάμεως ἐπιβάταις χρωμένων·2
起初,战斗处于势均力敌的状态,因为双方都起用了陆军中最优秀的士兵作为海兵。
ἀεὶ δὲ μᾶλλον ὑπερεῖχον οἱ Καρχηδόνιοι διὰ τὸ πολλὰ προτερήματα παρʼ ὅλον ἔχειν τὸν ἀγῶνα.
但迦太基人由于在整个战斗中拥有诸多优势,始终越来越占上风。
τῷ τε γὰρ ταχυναυτεῖν πολὺ περιῆσαν διὰ τὴν διαφορὰν τῆς ναυπηγίας καὶ τὴν τῶν πληρωμάτων ἕξιν, ἥ τε χώρα μεγάλα συνεβάλλετʼ αὐτοῖς, ἅτε πεποιημένων τὴν ἔκταξιν ἀπὸ τῶν κατὰ τὸ πέλαγος τόπων.
因为由于船只建造的差异和船员的熟练度,他们在航速上大占优势;而地理位置也给他们带来了极大的帮助,因为他们已在面向外海的海域排开了阵势。
εἴτε γὰρ πιέζοιντό τινες ὑπὸ τῶν πολεμίων, κατόπιν ἀνεχώρουν ἀσφαλῶς διὰ τὸ ταχυναυτεῖν εἰς τὸν ἀναπεπταμένον τόπον· κἄπειτʼ ἐκ μεταβολῆς τοῖς προπίπτουσι τῶν διωκόντων, τοτὲ μὲν περιπλέοντες τοτὲ δὲ πλάγιοι προσπίπτοντες στρεφομένοις καὶ δυσχρηστοῦσι3 διὰ τὸ βάρος τῶν πλοίων καὶ διὰ τὴν ἀπειρίαν τῶν πληρωμάτων, ἐμβολάς τε συνεχεῖς ἐδίδοσαν καὶ πολλὰ τῶν σκαφῶν ἐβάπτιζον·
因为即便有些人受到敌人的压迫,他们也能凭借航速安全地退向开阔的海域;随后,他们会调转船头迎击那些突出的追击者,时而绕到其后,时而趁其转弯且因船只笨重、船员生疏而运转不便时从侧面发起袭击,不断进行撞击,击沉了许多船只。
εἴτε κινδυνεύοι τις τῶν συμμάχων, ἑτοίμως παρεβοήθουν ἔξω τοῦ δεινοῦ καὶ μετʼ ἀσφαλείας, παρὰ τὰς πρύμνας κατὰ τὸ πέλαγος ποιούμενοι τὸν πλοῦν.
此外,若有盟友陷入险境,他们也能通过外海在己方船尾后方航行,从而脱离危险并安全地随时予以支援。
τοῖς γε μὴν Ῥωμαίοις τἀναντία τούτων συνέβαινε· τοῖς τε γὰρ πιεζομένοις οὐκ ἦν εἰς τοὔπισθεν δυνατὸν ἀποχωρεῖν, πρὸς τῇ γῇ ποιουμένοις τὸν κίνδυνον, ἀεὶ δὲ τὸ θλιβόμενον ὑπὸ τῶν κατὰ πρόσωπον σκάφος ἢ τοῖς βραχέσι περιπῖπτον ἐκάθιζε κατὰ πρύμναν ἢ πρὸς τὴν γῆν φερόμενον ἐπώκελλε.4
然而,罗马人的情况则恰恰相反。因为对于那些受到压迫的船只来说,由于他们紧贴着陆地进行交战,根本无法向后退避;任何被正面的敌船紧逼的船只,不是退入浅滩导致船尾搁浅,就是被冲向陆地而触礁搁浅。
διεκπλεῖν μὲν οὖν διὰ τῶν πολεμίων νεῶν καὶ κατόπιν ἐπιφαίνεσθαι τοῖς ἤδη πρὸς ἑτέρους διαμαχομένοις, ὅπερ ἐν τῷ ναυμαχεῖν ἐστι πρακτικώτατον, ἀδυνάτως εἶχον διά τε τὴν βαρύτητα τῶν πλοίων, προσέτι δὲ καὶ τὴν ἀπειρίαν τῶν πληρωμάτων.
至于穿透敌方船只的防线并出现在已与他人交战的敌军后方——这本是海战中最有效的战术——对他们而言也因船体沉重及船员生疏而无法做到。
οὐδὲ μὴν ἐπιβοηθεῖν τοῖς δεομένοις κατὰ πρύμναν ἐδύναντο διὰ τὸ συγκεκλεῖσθαι πρὸς τῇ γῇ καὶ μηδὲ μικρὸν ἀπολείπεσθαι τόπον τοῖς βουλομένοις ἐπαρκεῖν τῷ δεομένῳ.5
同样,他们也无法从后方援助那些需要帮助的船只,因为他们已被困在陆地边缘,连一丝空间都没留给那些想要救助需要支援之同伴的人。
τοιαύτης δὲ δυσχρηστίας ὑπαρχούσης περὶ τὸν ὅλον ἀγῶνα, καὶ τῶν μὲν καθιζόντων ἐν τοῖς βράχεσι, τῶν δʼ ἐκπιπτόντων σκαφῶν, κατιδὼν ὁ στρατηγὸς τῶν Ῥωμαίων τὸ συμβαῖνον ὥρμησε πρὸς φυγήν, ἀπὸ τῶν εὐωνύμων παρὰ τὴν γῆν ἐξελίξας, καὶ σὺν αὐτῷ περὶ τριάκοντα νῆας, αἵπερ ἔτυχον ἐγγὺς οὖσαι.
鉴于整个战斗中存在如此多的困难,一些船只搁浅在浅滩上,另一些则触礁损坏,罗马将军看到发生的情况,便带头逃跑,从左翼沿着陆地绕出,随他一同逃走的还有碰巧在附近的约三十艘船只。
τῶν δὲ λοιπῶν σκαφῶν, ὄντων ἐνενήκοντα καὶ τριῶν, ἐκυρίευσαν οἱ Καρχηδόνιοι καὶ τῶν πληρωμάτων, ὅσοι μὴ τῶν ἀνδρῶν τὰς ναῦς εἰς τὴν γῆν ἐκβαλόντες ἀπεχώρησαν.
至于其余九十三艘船只,除了那些将船冲向陆地并逃走的人员之外,连同其上的所有船员,全部被迦太基人俘获。
- 1.51.1ποιησαμένους τὴν συμπλοκήν
过去时分词 ποιησαμένους(宾格、复数、阳性)与前一句(§1.50.9)中不定式结构的宾格主语 τοὺς Ῥωμαῖους 一致,在时间上或条件上限定了他们进入交战的状态。
- 1.51.2ὡς ἂν ἀμφοτέρων τοῖς ἀρίστοις ἐκ τῆς πεζικῆς δυνάμεως ἐπιβάταις χρωμένων
此处为 ὡς ἄν 后接属格绝对结构 ἀμφοτέρων ... χρωμένων。伴随 ἄν 赋予了潜在或假设的语气,暗示着“因为双方很自然地会起用……”或“在双方都使用……的假设下”。
- 1.51.6τοῖς προπίπτουσι ... στρεφομένοις καὶ δυσχρηστοῦσι
与格分词 τοῖς προπίπτουσι 以及 στρεφομένοις καὶ δυσχρηστοῦσι 指示了迦太基人的攻击对象,受分词 προσπίπτοντες 或主动词 ἐμβολάς ... ἐδίδοσαν 支配。尽管句子结构冗长复杂,但它描述了一连串的动作,说明了迦太基人如何利用罗马人的困境进行冲击。
- 1.51.8ἢ τοῖς βραχέσι περιπῖπτον ἐκάθιζε κατὰ πρύμναν ἢ πρὸς τὴν γῆν φερόμενον ἐπώκελλε
主语为 τὸ θλιβόμενον ... σκάφος(受压迫的船只),它是两个动词 ἐκάθιζε(搁浅)与 ἐπώκελλε(触礁搁浅)的共同主语。这两个动词通过 ἢ ... ἢ ...(不是……就是……)连接,对比了无处可退的罗马船只的两种必然结局。
- 1.51.10τοῖς βουλομένοις ἐπαρκεῖν τῷ δεομένῳ
不定式 ἐπαρκεῖν 支配与格 τῷ δεομένῳ(需要帮助的人)。与之相对,与格复数 τοῖς βουλομένοις(想要救助的人)在无人称结构 μηδὲ μικρὸν ἀπολείπεσθαι τόπον 中作为利害或关系与格,表示“(为……)没有留下一丝空间”。
