← 波利比奥斯

历史

§1.36.1-1.36.12

赞西普斯的离去与赫尔迈亚岬海战

迦太基人庆祝胜利,赞西普斯审慎地离开。罗马人派遣大舰队救援留在利比亚的幸存者,并在赫尔迈亚海战中击败了迦太基舰队。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.36.1

Καρχηδόνιοι δέ, κατὰ νοῦν ἁπάντων σφίσι κεχωρηκότων,1 ὑπερβολὴν χαρᾶς οὐκ ἀπέλιπον διά τε τῆς πρὸς τὸν θεὸν εὐχαριστίας καὶ διὰ τῆς μετʼ ἀλλήλων φιλοφροσύνης.

迦太基人因一切都如愿以偿,便通过向神表示感恩以及彼此之间的款待,展现出极大的喜悦。

§1.36.2

Ξάνθιππος δὲ τηλικαύτην ἐπίδοσιν καὶ ῥοπὴν ποιήσας τοῖς Καρχηδονίων πράγμασιν μετʼ οὐ πολὺν χρόνον ἀπέπλευσεν πάλιν, φρονίμως καὶ συνετῶς βουλευσάμενος.

赞西普斯给迦太基人的事业带来了如此巨大的提升和转机,此后不久便再次乘船离去,这是他明智而审慎考虑的结果。

§1.36.3

αἱ γὰρ ἐπιφανεῖς καὶ παράδοξοι πράξεις βαρεῖς μὲν τοὺς φθόνους, ὀξείας δὲ τὰς διαβολὰς γεννῶσιν· ἃς οἱ μὲν ἐγχώριοι διά τε τὰς συγγενείας καὶ τὸ τῶν φίλων πλῆθος οἷοί τʼ ἂν εἶεν2 ἐπὶ πολὺν χρόνον ἀναφέρειν, οἱ δὲ ξένοι ταχέως ἐφʼ ἑκατέρων τούτων ἡττῶνται καὶ κινδυνεύουσι.

因为卓越而意想不到的功绩会招致沉重的嫉妒和尖锐的诽谤;对此,本地人凭借亲属关系和众多的朋友,或许能够长期承受,而外邦人则很快会在这两方面败下阵来,并面临危险。

§1.36.4

λέγεται δὲ καὶ ἕτερος ὑπὲρ τῆς ἀπαλλαγῆς τῆς Ξανθίππου λόγος, ὃν πειρασόμεθα διασαφεῖν οἰκειότερον λαβόντες τοῦ παρόντος καιρόν. Ῥωμαῖοι δέ, προσπεσόντων σφίσι παρʼ ἐλπίδα τῶν ἐν Λιβύῃ συμβεβηκότων, εὐθέως ἐγίνοντο πρὸς τὸ καταρτίζειν τὸν στόλον καὶ τοὺς ἄνδρας ἐξαιρεῖσθαι τοὺς ἐν τῇ Λιβύῃ διασεσωσμένους.

关于赞西普斯的离去,还有另外一种说法,我们将在找到比目前更合适的机会时努力予以澄清。且说罗马人,当利比亚发生的事情出乎意料地传到他们耳中时,他们立即着手整顿舰队,并去救援在利比亚幸存的人。

§1.36.6

οἱ δὲ Καρχηδόνιοι μετὰ ταῦτα στρατοπεδεύσαντες ἐπολιόρκουν τὴν Ἀσπίδα, σπουδάζοντες ἐγκρατεῖς γενέσθαι τῶν ἐκ τῆς μάχης διαφυγόντων.

迦太基人此后安营扎寨,围攻阿斯皮斯,急于将那些从战斗中逃脱的人掌控在手中。

§1.36.7

διὰ δὲ τὴν γενναιότητα καὶ τόλμαν τῶν ἀνδρῶν οὐδαμῶς ἑλεῖν δυνάμενοι τέλος ἀπέστησαν τῆς πολιορκίας.

然而,由于这些人的英勇和大胆,他们无论如何也无法攻克,最终放弃了围攻。

§1.36.8

προσπεσόντος δʼ αὐτοῖς ἐξαρτύειν τὸν στόλον τοὺς Ῥωμαίους3 καὶ μέλλειν αὖθις ἐπὶ τὴν Λιβύην ποιεῖσθαι τὸν πλοῦν, τὰ μὲν ἐπεσκεύαζον σκάφη, τὰ δʼ ἐκ καταβολῆς ἐναυπηγοῦντο.

当他们获悉罗马人正在装备舰队并准备再次航行前往利比亚时,他们便修整了一部分船只,并从头建造了另一部分。

§1.36.9

ταχὺ δὲ συμπληρώσαντες ναῦς διακοσίας ἀνήχθησαν καὶ παρεφύλαττον τὸν ἐπίπλουν τῶν ὑπεναντίων.

他们迅速配齐了两百艘船的人员,出海并严密防范敌人的入侵。

§1.36.10

οἱ δὲ Ῥωμαῖοι τῆς θερείας ἀρχομένης καθελκύσαντες τριακόσια καὶ πεντήκοντα σκάφη καὶ στρατηγοὺς ἐπιστήσαντες Μάρκον Αἰμίλιον καὶ Σερούιον Φόλουιον ἐξαπέστελλον. οἱ δʼ ἀναχθέντες ἔπλεον παρὰ τὴν Σικελίαν ὡς ἐπὶ τῆς Λιβύης.

罗马人在夏季开始时,下水了三百五十艘船,任命马尔库斯·埃米利乌斯和塞鲁维乌斯·富尔维乌斯为将领,并将他们派任出去。他们出航后,沿着西西里向着利比亚航行。

§1.36.11

συμμίξαντες δὲ περὶ τὴν Ἑρμαίαν τῷ τῶν Καρχηδονίων στόλῳ, τούτους μὲν ἐξ ἐφόδου καὶ ῥᾳδίως τρεψάμενοι ναῦς ἔλαβον αὐτάνδρους ἑκατὸν δεκατέτταρας·

他们在赫尔迈亚岬附近与迦太基舰队相遇,发起突击并轻易击溃了对方,连同船员一同俘获了一百一十四艘船。

§1.36.12

τοὺς δʼ ἐν Λιβύῃ διαμείναντας νεανίσκους ἀναλαβόντες ἐκ τῆς Ἀσπί

并从阿斯皮斯接回了留在利比亚的年轻人……

语法注3 条
  1. 1.36.1κατὰ νοῦν ἁπάντων σφίσι κεχωρηκότων

    独立属格结构。与格代词 σφίσι(对他们)修饰分词 κεχωρηκότων(进行),表示原因或情况:“由于一切都如他们所愿地进行”。

  2. 1.36.3ἃς οἱ μὲν ἐγχώριοι... οἷοί τʼ ἂν εἶεν

    关系代名词 ἃς 在句首起到连接前文的作用,指代前句的 διαβολάς 和 φθόνους。带有 ἄν 的祈愿 ἂν εἶεν 是潜在祈愿,表示现在的可能性或能力(“或许能够”)。

  3. 1.36.8προσπεσόντος δʼ αὐτοῖς ἐξαρτύειν τὸν στόλον τοὺς Ῥωμαίους

    非人称分词的独立属格 προσπεσόντος(有消息传来时)以带不定式的宾格结构(τοὺς Ῥωμαίους ἐξαρτύειν...)作为其逻辑上的主语,解释了所传消息的具体内容。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-10-12)
  • 2026-10-12 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.36.1-1.36.12