- 底本
- Polybius. Vols. 1-4. Büttner-Wobst, Theodor, editor. Leipzig: Teubner, 1893.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.2.1-1.2.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-13
为了突显罗马帝国的卓越地位,作者将其与过去的波斯、斯巴达和马其顿帝国进行对比,指出罗马是唯一统治了几乎整个已知世界的帝国。
ὡς δʼ ἔστι παράδοξον καὶ μέγα τὸ περὶ τὴν ἡμετέραν ὑπόθεσιν θεώρημα γένοιτʼ ἂν οὕτως μάλιστʼ ἐμφανές,1 εἰ τὰς ἐλλογιμωτάτας τῶν προγεγενημένων δυναστειῶν, περὶ ἃς οἱ συγγραφεῖς τοὺς πλείστους διατέθεινται λόγους, παραβάλοιμεν καὶ συγκρίναιμεν πρὸς τὴν Ῥωμαίων ὑπεροχήν.
我们的研究所涉及的主题是多么非同寻常和伟大,如果我们将过去最著名的、史家们为其耗费了最多笔墨的那些帝国,与罗马人的卓越地位进行对比和比较,就会以这种方式显得最为清楚。
εἰσὶ δʼ αἱ τῆς παραβολῆς ἄξιαι καὶ συγκρίσεως αὗται. Πέρσαι κατά τινας καιροὺς μεγάλην ἀρχὴν κατεκτήσαντο καὶ δυναστείαν· ἀλλʼ ὁσάκις ἐτόλμησαν ὑπερβῆναι τοὺς τῆς Ἀσίας ὅρους, οὐ μόνον ὑπὲρ τῆς ἀρχῆς, ἀλλὰ καὶ περὶ σφῶν ἐκινδύνευσαν.
值得进行对比和比较的是以下这些。波斯人在某些时期获得了庞大的领土和帝国;但每当他们企图越过亚洲的边界时,不仅其帝国统治,甚至连他们自身的安全都陷入了危险。
Λακεδαιμόνιοι πολλοὺς ἀμφισβητήσαντες χρόνους ὑπὲρ τῆς τῶν Ἑλλήνων ἡγεμονίας, ἐπειδή ποτʼ ἐκράτησαν, μόλις ἔτη δώδεκα κατεῖχον αὐτὴν ἀδήριτον.
斯巴达人为了希腊人的霸权争夺了很长时间,当他们最终获得霸权时,几乎只维持了十二年没有争议的统治。
Μακεδόνες τῆς μὲν Εὐρώπης ἦρξαν ἀπὸ τῶν κατὰ τὸν Ἀδρίαν τόπων ἕως ἐπὶ τὸν Ἴστρον ποταμόν, ὃ βραχὺ παντελῶς ἂν φανείη μέρος τῆς προειρημένης χώρας·2 μετὰ δὲ ταῦτα προσέλαβον τὴν τῆς Ἀσίας ἀρχήν, καταλύσαντες τὴν τῶν Περσῶν δυναστείαν. ἀλλʼ ὅμως οὗτοι πλείστων δόξαντες καὶ τόπων καὶ πραγμάτων γενέσθαι κύριοι, τὸ πολὺ μέρος ἀκμὴν ἀπέλιπον τῆς οἰκουμένης ἀλλότριον.
马其顿人统治了从亚得里亚海沿岸地区到伊斯特罗斯河的欧洲,这与前述的领土相比,显然只是极小的一部分;此后,他们通过消灭波斯人的帝国而夺取了亚洲的统治权。然而,尽管他们被认为已成为极多地方和事务的主宰,但他们仍然将已知世界的绝大部分留作与己无关的他者。
Σικελίας μὲν γὰρ καὶ Σαρδοῦς καὶ Λιβύης οὐδʼ ἐπεβάλοντο καθάπαξ ἀμφισβητεῖν, τῆς δʼ Εὐρώπης τὰ μαχιμώτατα γένη τῶν προσεσπερίων ἐθνῶν ἰσχνῶς εἰπεῖν οὐδʼ ἐγίνωσκον.
因为对于西西里、撒丁和利比亚,他们甚至根本没有企图去争夺;而对于欧洲西方诸民族中最为好战的部族,直白地说,他们甚至一无所知。
Ῥωμαῖοί γε μὴν οὐ τινὰ μέρη, σχεδὸν δὲ πᾶσαν πεποιημένοι τὴν οἰκουμένην ὑπήκοον αὑτοῖς, ἀνυπόστατον μὲν τοῖς ὑπάρχουσι πᾶσιν, ἀνυπέρβλητον δὲ καὶ τοῖς ἐπιγινομένοις ὑπεροχὴν κατέλιπον τῆς αὑτῶν δυναστείας.
然而,罗马人不仅使部分地区,而且使几乎整个已知世界都臣服于自己,从而为自己的帝国统治留下了一种让所有同时代人无法抗拒、也让后世之人无法超越的卓越地位。
περὶ δὲ τοῦ μεντολαδιατ3 ἐκ τῆς γραφῆς ἐξέσται σαφέστερον κατανοεῖν· ὁμοίως δὲ καὶ περὶ τοῦ πόσα καὶ πηλίκα συμβάλλεσθαι πέφυκε τοῖς φιλομαθοῦσιν ὁ τῆς πραγματικῆς ἱστορίας τρόπος.
关于此事(此处原文有污损),将可以从叙述中更清晰地予以理解;同样,关于实用历史的方法,本质上能够为求知者提供多么丰富和巨大的帮助,也将得以明了。
- 1.2.1ὡς δʼ ἔστι παράδοξον καὶ μέγα τὸ περὶ τὴν ἡμετέραν ὑπόθεσιν θεώρημα γένοιτʼ ἂν οὕτως μάλιστʼ ἐμφανές
间接疑问从句 ὡς δʼ ἔστι... θεώρημα 置于句首,具体规定了主句形容词 ἐμφανές(可能希求法动词 γένοιτʼ ἂν 的表语)的实际内容。τὸ περὶ τὴν ἡμετέραν ὑπόθεσιν θεώρημα 是该间接疑问从句中的主语。
- 1.2.4τῆς προειρημένης χώρας
意为“前述的领土”,它并非指紧接在前的欧洲部分地区,而是指第 1.1.5 节中提到的“整个已知世界”(τὰ κατὰ τὴν οἰκουμένην)的范围。
- 1.2.8μεντολαδιατ
此词在古希腊语词汇中并不存在,属于传抄文献过程中的文字污损(抄写错误)。现代校勘家将其复原为 τούτων(这些)或 μεγέθους(伟大),此处根据所给原文的字面,在上下文中将其作为缺损部分处理。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-22)
- 2026-09-22 AI校阅 — 原文 1 处
