← 卡利马科斯

宙斯颂歌

§51-96

宙斯的登基与对凡间君王的护佑

诗人歌颂宙斯的快速成长,否定了抓阄分配三界的传统神话,将王权归于宙斯自身的力量与功绩,并祈求赐予德行与财富。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
51

Ἰδαίοις ἐν ὄρεσσι, τά τε κλείουσι Πάνακρα.1

在伊达的山中,人们称那里为帕纳克拉。

οὖλα δὲ Κούρητές σε περὶ πρύλιν ὠρχήσαντο

库雷特斯人在你周围精力充沛地跳着武器之舞,

τεύχεα πεπηήγοντες, ἵνα Κρόνος οὔασιν ἠχὴν

击打着兵器,好让克罗诺斯的耳中只听见

ἀσπίδος εἰσαΐοι καὶ μή σεο κουρίζοντος.2

盾牌的轰鸣,而不听见你幼年的啼哭。

55

καλὰ μὲν ἠέξευ, καλὰ δʼ ἔτραφες, οὐράνιε Ζεῦ,

天上的宙斯啊,你健壮地成长,健壮地被抚育,

ὀξὺ δʼ ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι.

迅速地步入青年,青春的胡须很快长满你的面颊。

ἀλλʼ ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια·

然而,当还是个孩子时,你就已经筹划好了一切完美之事;

τῶ τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντες3

因此,你的兄弟们尽管出生在先,

οὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον.

也并未嫉妒你拥有天空作为分得的居所。

60

δηναιοὶ δʼ οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί.

但古老的诗人也并非完全诚实;

φάντο πάλον Κρονίδῃσι διάτριχα δώματα νεῖμαι·

他们声称,抓阄将三重的居所分给了克罗诺斯的孩子们。

τίς δέ κʼ ἐπʼ Οὐλύμπῳ τε καὶ Ἄιδι κλῆρον ἐρύσσαι,4

但谁会为奥林匹斯和哈德斯去抓阄,

ὃς μάλα μὴ νενίηλος; ἐπʼ ἰσαίῃ γὰρ ἔοικε

除非他极其愚蠢?因为在等同的事物上

πήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι.

投掷阄分才是合宜的;而这两处地方却相隔最远。

65

ψευδοίμην ἀίοντος ἅ κεν πεπίθοιεν ἀκουήν.5

愿我说出的谎言,能让听者的耳朵信服!

οὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν,

并非抓阄使你成为众神之王,而是你双手的业绩,

σή τε βίη τό τε κάρτος, ὃ καὶ πέλας εἵσαο δίφρου.

以及你的力量与强壮,你还将它们安置在你的宝座旁。

θήκαο δʼ οἰωνῶν μέγʼ ὑπείροχον ἀγγελιώτην

你将鸟类中最卓越的鹰,设为你神兆的

σῶν τεράων· ἅ τʼ ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις.

伟大信使;愿你将这些吉兆在右侧显现给我的朋友们。

70

εἵλεο δʼ αἰζηῶν ὅ τι φέρτατον· οὐ σύ γε νηῶν

你挑选了凡人中最杰出者;你并没有挑选船只的

ἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν·

熟练操纵者,也没有挑选持盾的战士,更没有挑选诗人,

ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας

而是将这些留给其他较小的神明,

ἄλλα μέλειν ἑτέροισι, σὺ δʼ ἐξέλεο πτολιάρχους

让其他人去照管;你亲自挑选了城邦的统治者,

αὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς,

在他们的手下有农夫、有精通长枪的战士、

75

ὧν ἐρέτης, ὧν πάντα· τί δʼ οὐ κρατέοντος ὑπʼ ἰοχύν;

有桨手,以及万物;在统治者的力量之下,有什么不能被主宰?

αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο,

比如,我们歌颂锻工属于赫菲斯托斯,

τευχηστὰς δʼ Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης

战士属于阿瑞斯,猎人属于身着短衣的

Ἀρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους·

阿尔忒弥斯,精通竖琴之路的人属于福玻斯;

ἐκ δὲ Διὸς βασιλῆες, ἐπεὶ Διὸς οὐδὲν ἀνάκτων

但君王出自宙斯,因为在统治者中,没有比源于宙斯的君王

80

θειότερον· τῶ καί σφε τεὴν ἐκρίναο λάξιν.

更神圣的了;因此你也挑选了他们作为你自己的份额。

δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δʼ αὐτὸς

你赐予他们城邦去守护,而你自己则

ἄκρῃσʼ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκῃσι

坐在城邦的最高处,监视着那些用歪曲审判

λαὸν ὑπὸ σκολιῇσʼ οἵ τʼ ἔμπαλιν ἰθύνουσιν·

统治子民的人,以及那些相反、正直引导子民的人;

ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δʼ ἅλις ὄλβον·

你向他们倾注了丰沛的财富,以及充足的繁荣;

85

πᾶσι μέν, οὐ μάλα δʼ ἶσον. ἔοικε δὲ τεκμήρασθαι

赐予所有人,但绝非等量。这可以

ἡμετέρῳ μεδέοντι·6 περιπρὸ γὰρ εὐρὺ βέβηκεν.

通过我们的统治者来推测;因为他已远远超越了他人。

ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσῃ·

他在傍晚便能完成早晨所构想的一切;

ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δʼ, εὖτε νοήσῃ.

傍晚完成最伟大的事,而较小的事则一经构想便告完成。

οἱ δὲ τὰ μὲν πλειῶνι, τὰ δʼ οὐχ ἑνί, τῶν δʼ ἀπὸ πάμπαν

但其他统治者,有的一年才完成一些事,有的甚至一年也无法完成一件事,而对于有些事,

90

αὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν.

你自己便彻底斩断了其完成的可能,并折断了他们的愿望。

χαῖρε μέγα, Κρονίδη πανυπέρτατε, δῶτορ ἐάων,

大大向你致敬,至高无上的克罗诺斯之子,善物的施予者,

δῶτορ ἀπημονίης. τεὰ δʼ ἔργματα τίς κεν ἀείδοι;

免于灾祸的施予者。你的功绩有谁能歌颂?

οὐ γένετʼ, οὐκ ἔσται, τίς κεν Διὸς ἔργματʼ ἀείσαι.

过去不曾有,将来也不会有,能歌颂宙斯功绩的人。

χαῖρε πάτερ, χαῖρʼ αὖθι· δίδου δʼ ἀρετήν τʼ ἄφενός τε.

致敬,父亲,再次致敬;求你赐予我们德行与财富。

95

οὔτʼ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν

因为没有德行的财富,不知道如何使人伟大,

οὔτʼ ἀρετὴ ἀφένοιο· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.

没有财富的德行也是一样;求你赐予我们德行与繁荣。

语法注6 条
  1. 51τά τε κλείουσι Πάνακρα

    关系代词 τά(中性复数宾格)的前行词是 Ἰδαίοις ἐν ὄρεσσι,而 Πάνακρα 作为 κλείουσι(“称呼”)的宾格补语,意为“人们称之为帕纳克拉的伊达之山”。

  2. 54μή σεο κουρίζοντος

    这是一个属格独立结构(genitive absolute),否定小词 μή 修饰现在分词 κουρίζοντος(“作为婴儿啼哭”),构成了由 ἵνα 引导的目的从句的后半部分,意为“免得(克罗诺斯)听到你幼年的啼哭”。

  3. 58προτερηγενέες περ ἐόντες

    分词的让步用法。伴随质词 περ,意为“尽管(宙斯的兄弟们)是先出生的”,强调了宙斯的卓越能力超越了其兄长们传统的长子继承权。

  4. 62τίς δέ κʼ ἐπʼ Οὐλύμπῳ τε καὶ Ἄιδι κλῆρον ἐρύσσαι

    带有语气词 κεν (ἄν) 的希求法潜在疑问句,表示反问:“谁会为了……去抓阄呢(意即没人会这么做)”,指两界差距过大,不适合抓阄分配。

  5. 65ψευδοίμην ἀίοντος ἅ κεν πεπίθοιεν ἀκουήν

    主句的愿望希求法 ψευδοίμην(“愿我说谎”)与关系从句中的 ἅ κεν πεπίθοιεν(κεν + 希求法)结合,形成一个表示潜在可能性的形容词性从句,意为“能够说服听者耳朵的(谎言)”。

  6. 86ἡμετέρῳ μεδέοντι

    与格在此表示判断的基准或参照(与不定式 τεκμήρασθαι “推测、判断”连用),意为“可以通过(对比)我们的统治者来推测”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0533.tlg015.humanitext-grc3:51-96