- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:6.9.1-6.9.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
瑟尔桑德罗斯回到家中并斥责墨利忒通奸放走犯人,墨利忒遂为自己辩解,说明克利托丰只是因海难而得到她出于思念丈夫而施予的救助,且他随行纯粹是为了寻找并未死去的妻子,以此表明自身清白。
Ἐπεὶ γὰρ ὁ Θέρσανδρος εἰσελθὼν εἰς τὴν οἰκίαν ἐβόα πάλιν “τὸν μοιχὸν ἐξέκλεψας· σὺ τῶν δεσμῶν ἐξέλυσας καὶ τῆς οἰκίας ἐξαπέστειλας· σὸν τὸ ἔργον· τί οὖν οὐκ ἠκολούθεις αὐτῷ; τί δὲ ἐνταῦθα μένεις, ἀλλ’ οὐκ ἄπει πρὸς τὸν ἐρώμενον, ἵνα αὐτὸν ἴδῃς στερροτέροις δεσμοῖς δεδεμένον;” ἡ Μελίτη “ποῖον μοιχόν;” ἔφη· “τί πάσχεις; εἰ γὰρ θέλεις τὴν μανίαν ἀφεὶς ἀκοῦσαι τὸ πᾶν, μαθήσῃ ῥᾳδίως τὴν ἀλήθειαν.
原来瑟尔桑德罗斯一进家门便又喊叫起来:“你把奸夫偷放走了!是你解开了他的束缚,把他打发出了宅院!这全是你干的好事!那你为何不跟他一起走?为何还留在这里,却不去找你的情人,好亲眼看看他被更坚固的镣铐锁住?”墨利忒说:“什么奸夫?你到底怎么了?若是你肯收敛狂怒,听我道出全委,你便能轻易知晓真相。
Ἓν οὖν σου δέομαι, γενοῦ μοι δικαστὴς ἴσος, καὶ καθήρας μέν σου τὰ ὦτα τῆς διαβολῆς, ἐκβαλὼν δὲ τῆς καρδίας τὴν ὀργήν, τὸν δὲ λογισμὸν ἐπιστήσας κριτὴν ἀκέραιον ἄκουσον. Ὁ νεανίσκος οὗτος οὔτε μοιχὸς ἦν ἐμὸς οὔτ’ ἀνήρ, ἀλλὰ τὸ μὲν γένος ἀπὸ Φοινίκης, Τυρίων οὐδενὸς δεύτερος· ἔπλευσε δὲ καὶ αὐτὸς οὐκ εὐτυχῶς, ἀλλὰ πᾶς ὁ φόρτος αὐτοῦ γέγονε τῆς θαλάσσης.1
因此我唯独求你一件事:为我作一个公正的法官。清洗你的双耳以除谗言,拔除内心的怒气,立理智为正直的裁决者,且听我说。这青年既不是我的情夫,也不是我的丈夫,他本籍来自腓尼基,在推罗人中不逊于任何人;他也同样遭遇航海不幸,全部货物都归了大海。
Ἀκούσασα τὴν τύχην ἠλέησα καὶ ἀνεμνήσθην σου, καὶ παρέσχον ἑστίαν “τάχα” λέγουσα “καὶ Θέρσανδρος οὕτω που πλανᾶται· τάχα” λέγουσα “τὶς κἀκεῖνον ἐλεήσει γυνή. Εἰ δὲ τῷ ὄντι τέθνηκε κατὰ τὴν θάλασσαν, ὡς ἡ φήμη λέγει, φέρε πάντα τιμήσωμεν τὰ ναυάγια.” Πόσους καὶ ἄλλους ἔθρεψα νεναυαγηκότας; πόσους ἔθαψα τῆς θαλάσσης νεκρούς; Εἰ ξύλον ἐκ ναυαγίας τῇ γῇ προσπεσὸν ἐλάμβανον, “τάχα” ἔλεγον “ἐπὶ ταύτης τῆς νεὼς Θέρσανδρος ἔπλει.” Εἷς δὴ καὶ οὗτος ἦν τῶν ἐκ τῆς θαλάσσης σωζομένων· ἐχαριζόμην σοὶ τιμῶσα τοῦτον. Ἔπλευσεν ὥσπερ σύ· ἐτίμων φίλτατε, τῆς συμφορᾶς τὴν εἰκόνα. Πῶς οὖν ἐνταῦθα συνεπηγόμην;
我听说他的遭遇后心生怜悯,同时也想起了你,于是便款待他,心想:‘或许瑟尔桑德罗斯也正这般在何处漂泊;或许也会有哪位妇人对他心生同情。纵然如传言所说,他确已丧身大海,那么来吧,让我们善待一切落难之人。’我曾经周济过多少其他遭逢海难的人?又安葬过多少海上的死者?每当我拾起海难冲到岸边的木片,我便会说:‘或许瑟尔桑德罗斯曾乘过这艘船。’这人也正是一位从海中幸存下来的人;我礼遇他,实是为你积德。他曾如你一样航海;至爱的人啊,我是在敬重这灾祸本身的形象。那么我为何又将他带到这里来?
ὁ λόγος ἀληθής. Ἔτυχε μὲν πενθῶν γυναῖκα, ἡ δ’ ἄρα ἐλάνθανεν οὐκ ἀποθανοῦσα·2 τοῦτό τις αὐτῷ καταγορεύει καὶ ὡς ἐνταῦθα εἴη παρά τινι τῶν ἡμετέρων ἐπιτρόπων· Σωσθένην δὲ ἔλεγε. Καὶ οὕτως εἶχε·
缘由千真万确。 他碰巧正在悼念妻子,然而她竟未死,尚在人世;有人将此事告知于他,并说她就在这里我们的一位管事处,而且指明是索斯忒涅斯。事情果真如此:
τὴν γὰρ ἄνθρωπον ἥκοντες εὕρομεν. Διὰ τοῦτο ἠκολούθησέ μοι. Ἔχεις τὸν Σωσθένην, πάρεστιν ἡ γυνὴ κατὰ τοὺς ἀγρούς. Ἐξέτασον τῶν λεχθέντων ἕκαστον. Εἴ τι ἐψευσάμην, μεμοίχευμαι.”3
因为我们一到便找到了那个妇人。他正是为此才跟随我来的。索斯忒涅斯就在你掌握之中,那妇人也在庄园里。请你逐一核实上述每件事。只要我有一字虚假,便算我犯了通奸罪。”
- 6.9.2γέγονε τῆς θαλάσσης
系动词 γίγνομαι 与表领属的表语属格 τῆς θαλάσσης 连用,字面意为“全部货物成为了大海的财产”,即“全被大海吞噬没收”。
- 6.9.6ἐλάνθανεν οὐκ ἀποθανοῦσα
动词 λανθάνω 接分词构成的惯用句式,并带有否定词 οὐκ。λανθάνω 连用分词表示“不为人知地……”或“实际上……”,在此与 οὐκ ἀποθανοῦσα(未死)结合,配合语气词 ἄρα(表示出人意料地发觉),意为“原来她并没有死”。
- 6.9.7Εἴ τι ἐψευσάμην, μεμοίχευμαι
条件句中,条件从句使用直陈式不定过去时 ἐψευσάμην(指过去的具体虚言),而结论句则使用直陈式完成时 μεμοίχευμαι。这种修辞性完成时表示一旦前件成立,后件的定罪与状态便立刻既成:“若有半句虚言,我便已被判定为通奸”。
