- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:6.10.1-6.10.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
墨利忒假装不知琉喀佩失踪并预先安排寻找之策,随后向瑟尔桑德罗斯陈说谗谤与风闻的凶险本性,为自身清白辩护。
Ταῦτα δὲ ἔλεγε προσποιησαμένη τὸν ἀφανισμὸν τῆς Λευκίππης μὴ ἐγνωκέναι· ταμιευσαμένη1 αὖθις, εἰ ζητήσει ὁ Θέρσανδρος εὑρεῖν τὴν ἀλήθειαν, τὰς θεραπαινίδας ἀγαγεῖν, αἷς συναπελθοῦσα ἔτυχεν, ἂν παραγένηται περὶ τὴν ἕω, λεγούσας, ὅπερ ἦν, οὐδαμοῦ φαίνεσθαι τὴν κόρην.
她说这番话时,假装并不知道琉喀佩已经失踪;她另有谋划:瑟尔桑德罗斯若是想要探寻真相,等他清晨返回时,她便把与琉喀佩一同离去的女仆们带上来,让她们按实情禀报说那少女不知所踪。
Οὕτω γὰρ αὐτὴν ἐγκεῖσθαι2 πρὸς τὴν ζήτησιν φανερῶς, ὡς καὶ τὸν Θέρσανδρον ἐπαναγκάσαι. Ταῦτα οὖν ὑποκριναμένη πιθανῶς κἀκεῖνα προσετίθει “πίστευσον, ἄνερ· οὐδέν μου, φίλτατε, παρὰ τὸν τῆς συμβιώσεως κατέγνωκας χρόνον· μηδὲ νῦν τοιοῦτον ὑπολάβῃς. Ἡ δὲ φήμη διαπεφοίτηκεν ἐκ τῆς εἰς τὸν νεανίσκον τιμῆς, οὐκ εἰδότων τῶν πολλῶν τὴν αἰτίαν τῆς κοινωνίας.
因为她打算以此表明自己正公开致力于寻找,甚至借此催促瑟尔桑德罗斯一同寻找。她逼真地扮演完这一番姿态后,又接着说道:“丈夫啊,请相信我;最亲爱的人,在共同生活的这许多年里,你对我无可指摘;如今也不要心生这样的猜忌。风声之所以四起,不过是因为对那青年的优待,众人不知我们结伴的缘故罢了。
Καὶ γὰρ σὺ φήμῃ τέθνηκας. Φήμη δὲ καὶ Διαβολὴ δύο συγγενῆ κακά· θυγάτηρ ἡ Φήμη τῆς Διαβολῆς. Καὶ ἔστι μὲν ἡ Διαβολὴ μαχαίρας ὀξυτέρα, πυρὸς σφοδροτέρα, Σειρήνων πιθανωτέρα· ἡ δὲ Φήμη ὕδατος ὑγροτέρα, πνεύματος δρομικωτέρα, πτερῶν ταχυτέρα.
毕竟你自己也曾因风声而被断定身亡。风闻与谗谤乃是同气连枝的两大祸端;风闻实为谗谤之女。谗谤比短剑更锋锐,比烈火更凶猛,比塞壬更具蛊惑;而风闻比水更易流淌,比风更迅捷,比羽翼更迅速。
Ὅταν οὖν ἡ Διαβολὴ τοξεύσῃ τὸν λόγον, ὁ μὲν δίκην βέλους ἐξίπταται καὶ τιτρώσκει μὴ παρόντα καθ’ οὗ πέμπεται,3 ὁ δὲ ἀκούων ταχὺ πείθεται καὶ ὀργῆς αὐτῷ πῦρ ἐξάπτεται καὶ ἐπὶ τὸν βληθέντα μαίνεται· τεχθεῖσα δὲ ἡ Φήμη τῷ τοξεύματι ῥεῖ μὲν εὐθὺς πολλὴ καὶ ἐπικλύζει τὰ ὦτα τῶν ἐντυχόντων, διάττει δὲ ἐπὶ πλεῖστον καταιγίζουσα τῷ τοῦ λόγου πνεύματι καὶ ἐξίπταται κουφιζομένη τῷ τῆς γλώττης πτερῷ.
因此,当谗谤射出言辞之箭时,那言辞便如矢激飞,击伤被射向的缺席之人;听者则迅速听信,怒火在心中点燃,向中箭者大发雷霆。而由这一箭所诞生的风闻,随即奔涌泛滥,淹没所有过客之耳,挟着话语的狂飙掠向极远之处,轻灵地乘着舌头之翼振翅高飞。
Ταῦτά με τὰ δύο πολεμεῖ· ταῦτά σου τὴν ψυχὴν κατέλαβε καὶ ἀπέκλεισέ μου τοῖς λόγοις τῶν ὤτων σου τὰς θύρας.”
正是这两样东西在与我作对;它们攫住了你的心灵,向我的言辞关闭了你双耳的大门。”
- 6.10.1ταμιευσαμένη
中动分词,意为“预作打算/预先安排”。它支配随后的不定式 ἀγαγεῖν(传唤/带上女仆),并统领条件句 εἰ ζητήσει... ἂν παραγένηται。
- 6.10.2Οὕτω γὰρ αὐτὴν ἐγκεῖσθαι
带不定式的宾格结构(Accusativus cum Infinitivo),承接上文分词 ταμιευσαμένη 所含的谋算与心理活动(间接引语),表示“她打算让自己公然热心于寻找”,后接结果状语 ὡς... ἐπαναγκάσαι(以致逼迫瑟尔桑德罗斯也如此)。
- 6.10.5μὴ παρόντα καθ’ οὗ πέμπεται
带否定词 μή 的分词 παρόντα 具有泛指或条件意味(“不在场的人”),充当 τιτρώσκει 的直接宾语,后接关系从句 καθ' οὗ πέμπεται(“被射向的对方”)对其进行限定修饰。
