← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§6.13.1-6.13.4

索斯泰涅斯夸大生还奇迹并发出警告

索斯泰涅斯斥责琉喀佩的不识抬举简直是发疯,夸张地宣扬瑟尔桑德罗斯从海难中生还的奇迹,并警告她切勿激怒主人以免招致严酷的报复。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.13.1

Καὶ ὁ Σωσθένης σπουδάσας εἶπε “παίζεις.” “Πῶς παίζω;” ἔφη. “Ἔα με, ἄνθρωπε, ὑπὸ τῆς ἐμαυτῆς συντρίβεσθαι τύχης καὶ τοῦ κατέχοντός με δαίμονος· οἶδα γὰρ οὖσα ἐν πειρατηρίῳ.”1 “Δοκεῖς μοι” ἔφη “μαίνεσθαι μανίαν ἀνήκεστον.

索斯泰涅斯严肃起来,说道:“你在开玩笑。”她说:“我怎么会是在开玩笑?放过我吧,你这个人,让我被自己的命运和控制着我的神灵碾碎吧;因为我知道自己身在海盗的巢穴之中。”他说:“在我看来,你简直发了无药可救的疯。

§6.13.2

Πειρατήριον ταῦτα εἶναί σοι δοκεῖ, πλοῦτος καὶ γάμος καὶ τρυφή, ἄνδρα τοιοῦτον λαβούσῃ2 παρὰ τῆς Τύχης, ὃν οὕτω φιλοῦσιν οἱ θεοί, ὡς αὐτὸν καὶ ἐκ μέσων τῶν τοῦ θανάτου πυλῶν ἀναγαγεῖν;” Εἶτα κατέλεγε τὴν ναυαγίαν, ἐκθειάζων ὡς ἐσώθη, καὶ τερατευόμενος ὑπὲρ τὸν δελφῖνα τὸν Ἀρίονος.

财富、婚姻和奢华,从‘命运’那里得到这样一个受诸神如此眷爱以至于从死神的门中被解救出来的男子,这在你看来竟然是海盗的巢穴?”随后,他便叙述起海难的经过,把他如何获救吹捧得神乎其神,并夸夸其谈得甚至超过了阿里翁的海豚。

§6.13.3

Ὡς δ’ οὐδὲν ἡ Λευκίππη οὐκέτι μυθολογοῦντα πρὸς αὐτὸν εἶπε, “σκέψαι” ἔφη “κατὰ σὲ τί ἄμεινον, καὶ ὅπως μηδὲν τούτων πρὸς Θέρσανδρον ἐρεῖς,3 μὴ παροξύνῃς χρηστὸν ἄνδρα· ὀργισθεὶς γὰρ ἀφόρητός ἐστι. Χρηστότης γὰρ τυγχάνουσα μὲν χάριτος ἐπὶ μᾶλλον αὔξεται, προπηλακισθεῖσα δὲ εἰς ὀργὴν ἐρεθίζεται. Τὸ γὰρ περιττὸν εἰς φιλανθρωπίαν ἴσον ἔχει τὸν θυμὸν εἰς τιμωρίαν.”

见琉喀佩对他喋喋不休的故事不再作任何回应,他便说道:“你自己好好想想什么才更好,千万留心不要对瑟尔桑德罗斯说出这些话,免得激怒了一位好人;因为他一旦发怒,是叫人难以忍受的。善意若蒙感激,就会更加滋长;但若遭受凌辱,便会被激起愤怒。过度的仁慈对复仇怀有同等的怒火。”

语法注3 条
  1. 6.13.1οἶδα γὰρ οὖσα ἐν πειρατηρίῳ

    认知动词 οἶδα 接主格分词 οὖσα(主格分词补充成分),分词与主句主语一致,表达主体自身的明确意识(“我知道自己身在……”)。

  2. 6.13.2λαβούσῃ

    与格阴性单数不定过去时分词,修饰动词 δοκεῖ 所带的间接宾语 σοι,表伴随情况或让步(“当你从命运那里得到了这样的男子……”)。

  3. 6.13.3ὅπως μηδὲν τούτων πρὸς Θέρσανδρον ἐρεῖς

    ὅπως 加将来时直陈式的独立句,省略了表示提醒的主节动词(如 ὅρα 或 σκόπει),在此起强烈的告诫或否定命令作用(“务必注意切勿对……说”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:6.13.1-6.13.4