← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§6.12.1-6.12.5

索斯泰涅斯的赞辞与琉喀佩的怒斥

索斯泰涅斯误解了琉喀佩的反讽,竭力夸赞瑟尔桑德罗斯的家世、财富与美貌;琉喀佩怒斥其荒谬之言,断然宣称自己与他毫无关系,决不称赞企图强夺他人之妻的人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.12.1

Καὶ ἡ Λευκίππη “τοιαῦτα σοὶ” ἔφη “γένοιτο εὐτυχήματα, οἷα ἐμοὶ κομίζων πάρει.” Ὁ δὲ Σωσθένης τὴν εἰρωνείαν οὐ συνείς, ἀλλὰ νομίζων αὐτὴν τὰ ὄντα λέγειν, φιλοφρονούμενος προσετίθει “βούλομαι δέ σοι καὶ τὸν Θέρσανδρον ὅστις ἐστὶν εἰπεῖν,1 ὡς ἂν μᾶλλον ἡσθείης.

琉喀佩说道:“愿你也能得到你带着来到我面前的这种幸运!”索斯泰涅斯却没有听出其中的反讽,以为她是认真的,便谄媚地补充道:“我还想告诉你瑟尔桑德罗斯是怎样一个人,好让你更加高兴。

§6.12.2

Μελίτης μὲν ἀνήρ, ἣν εἶδες ἐν τοῖς ἀγροῖς, γένει δὲ πρῶτος ἁπάντων τῶν Ἰώνων· πλοῦτος μείζων τοῦ γένους, ὑπὲρ τὸν πλοῦτον ἡ χρηστότης· τὴν δὲ ἡλικίαν οἷός ἐστιν εἶδες, ὅτι νέος καὶ καλός, ὃ μάλιστα τέρπει γυναῖκα.” Πρὸς τοῦτο οὐχ ὑπήνεγκεν ἡ Λευκίππη ληροῦντα τὸν Σωσθένην, ἀλλ’ “ὦ κακὸν σὺ θηρίον” “μέχρι τίνος μιαίνεις τὰ ὦτα; Τί ἐμοὶ καὶ Θερσάνδρῳ κοινόν; Καλὸς ἔστω Μελίτῃ καὶ πλούσιος τῇ πόλει,2 χρηστός τε καὶ μεγαλόψυχος τοῖς δεομένοις· ἐμοὶ δὲ οὐδὲν μέλει τούτων, εἴτε ἐστὶ καὶ Κόδρου εὐγενέστερος εἴτε Κροίσου πλουσιώτερος.

他是梅利忒的丈夫,你曾在乡间见过她;他在出身方面是全伊奥尼亚首屈一指的;其财富超过了出身,其品行又胜过财富。至于他的年纪,你也见过他是怎样的了,既年轻又英俊,而这最能讨女人欢心。”听到这里,琉喀佩再也无法忍受索斯泰涅斯的胡言乱语,斥责道:“你这可恶的畜生,还要把我的耳朵玷污到几时?我和瑟尔桑德罗斯有什么相干?让他对梅利忒是英俊的、对城邦是富有的,对贫乏之人是仁厚宽宏的好了;但对我来说,这一切都无关紧要,无论他是比科德罗斯更高贵,还是比克罗索斯更富有。

§6.12.5

Τί μοι καταλέγεις σωρὸν ἀλλοτρίων ἐγκωμίων; Τότε ἐπαινέσω Θέρσανδρον ὡς ἄνδρα ἀγαθόν, ὅταν εἰς τὰς ἀλλοτρίας μὴ ἐνυβρίζῃ γυναῖκας.”

你何必向我列举一堆与我无关的颂词?唯有当瑟尔桑德罗斯不侮辱别人的妻子时,我才会称赞他是个堂堂正正的男子。”

语法注2 条
  1. 6.12.1τὸν Θέρσανδρον ὅστις ἐστὶν εἰπεῖν

    前置先取句式(prolepsis)。间接疑问节 ὅστις ἐστίν 的逻辑主语提前作了不定式 εἰπεῖν 的直接宾语(宾格 τὸν Θέρσανδρον)。

  2. 6.12.4Καλὸς ἔστω Μελίτῃ καὶ πλούσιος τῇ πόλει

    与格 Μελίτῃ 和 τῇ πόλει 是关系/关涉与格(dative of reference/interest),意为“就……而言/在……看来是如此”,与后文琉喀佩自身的漠不关心(ἐμοὶ δὲ οὐδὲν μέλει)形成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:6.12.1-6.12.5