← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§4.1.1-4.1.8

阿耳忒弥斯的梦示与琉喀佩坚守贞洁

将军决定暂退回原村庄以等待盟军,克利托丰在住所试图与琉喀佩同房,琉喀佩搬出阿耳忒弥斯命其保全童贞的梦示予以拒绝,克利托丰亦忆起自己所做阿佛洛狄忒神庙的类似梦境而不再勉强。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1.1

Ἔδοξεν οὖν τῷ στρατηγῷ μαθόντι τήν τε τῶν ἐναντίων παρασκευὴν καὶ τὴν τῶν συμμάχων ἀναβολὴν εἰς τὴν κώμην ἀναστρέψαι πάλιν, ὅθενπερ ἐξωρμήσαμεν, ἔστ’ ἂν οἱ σύμμαχοι παραγένωνται· ἐμοὶ δέ τις οἶκος ἀπετέτακτο ἅμα τῇ Λευκίππῃ μικρὸν ἀνωτέρω τῆς τοῦ στρατηγοῦ καταγωγῆς.

将军获悉敌人的戒备以及同盟军的迟滞后,便决定在盟军赶到之前,先撤回到我们当初出发的那个村庄;而我和琉喀佩一起,被分配到将军住处稍上方的一所房屋。

§4.1.2

Καὶ ὡς εἴσω παρῆλθον, περιπτυξάμενος αὐτὴν οἷός ἤμην ἀνδρίζεσθαι.1 Ὡς δ’ οὐκ ἐπέτρεπε “μέχρι πότε”

走进屋内后,我紧紧拥抱她,准备行男女之事。但由于她不肯依从,我便说道:

§4.1.3

εἶπον “χηρεύομεν τῶν τῆς Ἀφροδίτης ὀργίων; οὐχ ὁρᾷς οἷα ἐκ παραλόγου γίνεται, ναυαγία καὶ λῃσταὶ καὶ θυσίαι καὶ σφαγαί; ἀλλ’ ἕως ἐν γαλήνῃ τῆς τύχης ἐσμέν, ἀποχρησώμεθα τῷ καιρῷ, πρίν τι χαλεπώτερον ἡμᾶς ἐπισχεῖν.”2 Ἡ δὲ “ἀλλ’ οὐ θέμις” ἔφη “τοῦτο ἤδη γενέσθαι. Ἡ γάρ μοι θεὸς Ἄρτεμις ἐπιστᾶσα πρῴην κατὰ τοὺς ὕπνους, ὅτε ἔκλαον μέλλουσα σφαγήσεσθαι “μὴ νῦν” ἔφη “κλᾶε· οὐ γὰρ τεθνήξῃ· βοηθὸς γὰρ ἐγώ σοι παρέσομαι· μενεῖς δὲ παρθένος, ἔστ’ ἄν σε νυμφοστολήσω· ἄξεται δέ σε ἄλλος οὐδεὶς ἢ Κλειτοφῶν.”” Ἐγὼ δὲ τὴν μὲν ἀναβολὴν ἠχθόμην, ταῖς δὲ τοῦ μέλλοντος ἐλπίσιν ἡδόμην· ὡς δ’ ἤκουσα τὸ ὄναρ, ἀναμιμνήσκομαι προσόμοιον ἰδὼν ἐνύπνιον.

“我们要远离阿佛洛狄忒的秘仪到何时呢?难道你没看见那些突如其来的横祸吗——沉船、强盗、献祭和宰割?趁着命运尚处平静之中,在某种更严酷的灾厄缠住我们之前,就让我们善用眼前的时机吧。” 她却回答道:“不行,现在发生这事是不合神律的。因为前几日在我将遭屠戮而痛哭时,阿耳忒弥斯女神在睡梦中显现在我面前,说道:‘现在莫哭,因为你绝不会死;我自会亲身前来助你。你将保持童贞,直到我为你披上新娘的盛装;除了克利托丰,再无别人能娶你为妻。’” 我虽为这番推迟而感到懊恼,却又因未来的希望而满心欢喜;听完她的梦后,我也记起自己曾做过一个极为相似的梦。

§4.1.6

Ἐδόκουν γὰρ τῇ παρελθούσῃ νυκτὶ νεὼν Ἀφροδίτης ἰδεῖν3 καὶ τὸ ἄγαλμα ἔνδον εἶναι τῆς θεοῦ· ὡς δὲ πλησίον ἐγενόμην προσευξόμενος, κλεισθῆναι τὰς θύρας. Ἀθυμοῦντι δέ μοι γυναῖκα ἐκφανῆναι κατὰ τὸ ἄγαλμα τὴν μορφὴν ἔχουσαν, καὶ “νῦν” εἶπεν “οὐκ ἔξεστί σοι παρελθεῖν εἴσω τοῦ νεώ· ἢν δὲ ὀλίγον ἀναμείνῃς χρόνον, οὐκ ἀνοίξω σοι μόνον, ἀλλὰ καὶ ἱερέα σε ποιήσω τῆς θεοῦ.” “καταλέγω δὴ τοῦτο τῇ Λευκίππῃ τὸ ἐνύπνιον καὶ οὐκέτι ἐπεχείρουν βιάζεσθαι. Ἀναλογιζόμενος δὲ τὸν τῆς Λευκίππης ὄνειρον, οὐ μετρίως ἐταραττόμην.”

原来在前一夜,我似乎看见了一座阿佛洛狄忒的神庙,里面立着女神的雕像;但当我走近打算祈祷时,门却关上了。正当我沮丧之际,一位容貌与雕像极相似的妇人显现出来,说道:“现在你还不能进入神庙内部;但只要你稍等片刻,我不仅会为你开门,还会立你为女神的祭司。”我便将这梦境对琉喀佩细说了一番,也不再试图强迫她。然而,反复思量琉喀佩的梦境,我心中不禁大为惊扰不安。

语法注3 条
  1. 4.1.2οἷός ἤμην ἀνδρίζεσθαι

    句型 οἷός εἰμι 接不定词表示“处于能够……的状态”或“正要/准备做某事”。此处与未完成过去时 ἤμην 连用,表示企图或着手采取该行动(但未遂)。

  2. 4.1.3πρίν τι χαλεπώτερον ἡμᾶς ἐπισχεῖν

    连词 πρίν 引领的宾格主语(τι χαλεπώτερον)与不定词(ἐπισχεῖν)结构。此处的 ἐπέχω 意为“阻碍”、“降临于”或“侵袭”,以宾格 ἡμᾶς 为宾语。

  3. 4.1.6Ἐδόκουν γὰρ τῇ παρελθούσῃ νυκτὶ νεὼν Ἀφροδίτης ἰδεῖν

    人称结构 ἐδόκουν(“我似乎……”即“我梦见……”)统摄后文直至 ἐκφανῆναι 的一系列不定词:ἰδεῖν、εἶναι、κλεισθῆναι 以及 ἐκφανῆναι 并列相连,以此间接叙述梦境中相继发生的场景。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:4.1.1-4.1.8