- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.25.1-3.25.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中详细描述了凤凰华美的外貌及其与太阳神的关联,并讲述了其父鸟死后,幼鸟用没药制成棺木将其遗骸运往赫利奥波利斯、经祭司核验后予以安葬的葬礼全过程。
“Καὶ τίς ὁ ὄρνις οὗτος, ὅστις” ἔφην “τοσαύτης τιμῆς ἠξίωται; ποίαν δὲ καὶ κομίζει ταφήν;” “Φοίνιξ μὲν ὁ ὄρνις ὄνομα, τὸ δὲ γένος Αἰθίοψ, μέγεθος κατὰ ταών· τῇ χρόᾳ ταὼς ἐν κάλλει δεύτερος.1 Κεκέρασται μὲν τὰ πτερὰ χρυσῷ καὶ πορφύρᾳ, αὐχεῖ δὲ τὸν Ἥλιον δεσπότην· καὶ ἡ κεφαλὴ μαρτυρεῖ, ἐστεφάνωσε γὰρ αὐτὴν κύκλος εὐφεγγής· ἡλίου δέ ἐστιν ὁ τοῦ κύκλου στέφανος εἰκών.
“那只配享如此崇高荣誉的鸟究竟是什么?”我问,“它带来的又是怎样的葬具呢?” “这只鸟名叫凤凰,出身于埃塞俄比亚,体型与孔雀相当;在色泽的美丽上,孔雀也只能居于第二。它的双翼融混着黄金与紫红色,并自豪地奉太阳为主君;它的头部印证了这一点,因为一圈光辉灿烂的光环如冠冕般戴在头上,而这圆环冠冕正是太阳的肖像。
Κυάνεός ἐστιν, ῥόδοις ἐμφερής, εὐειδὴς τὴν θέαν, ἀκτῖσι κομᾷ, καί εἰσιν αὗται πτερῶν ἀνατολαί· μερίζονται δὲ αὐτοῦ Αἰθίοπες μὲν τὴν ζωήν, Αἰγύπτιοι δὲ τὴν τελευτήν.
它呈深青色,宛如玫瑰般红艳,外形优雅,长着光芒般的羽冠,而这些都是羽毛的生出;埃塞俄比亚人分享了它的生命,埃及人则拥有它的死亡。
Ἐπειδὰν γὰρ ἀποθάνῃ “σὺν χρόνῳ δὲ τοῦτο πάσχει μακρῷ”, ὁ παῖς αὐτὸν ἐπὶ τὸν Νεῖλον φέρει, σχεδιάσας αὐτῷ καὶ τὴν ταφήν. Σμύρνης γὰρ βῶλον τῆς εὐωδεστάτης, ὅσον ἱκανὸν πρὸς ὄρνιθος ταφήν, ὀρύττει τε τῷ στόματι καὶ κοιλαίνει κατὰ μέσον, καὶ τὸ ὄρυγμα θήκη γίνεται τῷ νεκρῷ.
因为每当它死去——经历漫长的岁月它才会遭遇此事——它的后代便为它设计制作好葬具,将它运往尼罗河。它用喙啄挖一块足以安葬一只鸟的、极其芬芳的没药块,将其中心掏空,这个凿空之处便成了死者的棺木。
Ἐνθεὶς δὲ καὶ ἐναρμόσας τὸν ὄρνιν τῇ σορῷ καὶ κλείσας τὸ χάσμα γηίνῳ χώματι ἐπὶ τὸν Νεῖλον οὕτως ἵπταται τὸ ἔργον φέρων. Ἕπεται δὲ αὐτῷ χορὸς ἄλλων ὀρνίθων ὥσπερ δορυφόρων καὶ ἔοικεν ὁ ὄρνις ἀποδημοῦντι βασιλεῖ καὶ τὴν πόλιν οὐ πλανᾶται τὴν Ἡλίου.
将这只鸟安放并严丝合缝地嵌进棺材、再用土块封住洞口之后,它就这样携带着自己的造物飞往尼罗河。一群其他鸟儿宛如侍卫般紧随其后,这只鸟就宛如巡游异乡的君王,绝不会迷失前往太阳城的路程。
Ὄρνιθος αὕτη μετοικία νεκροῦ. Ἕστηκεν οὖν ἐπὶ μετεώρου σκοπῶν καὶ ἐκδέχεται τοὺς προπόλους τοῦ θεοῦ. Ἔρχεται δή τις ἱερεὺς Αἰγύπτιος, βιβλίον ἐξ ἀδύτων φέρων, καὶ δοκιμάζει τὸν ὄρνιν ἐκ τῆς γραφῆς.
这便是死鸟的迁徙。它立于高处眺望,等待着侍奉神明的人。于是有一位埃及祭司从秘室中携带着典籍而来,根据记录核验这只鸟。
Ὁ δὲ οἶδεν ἀπιστούμενος2 καὶ τὰ ἀπόρρητα φαίνει τοῦ σώματος καὶ τὸν νεκρὸν ἐπιδείκνυται καὶ ἔστιν ἐπιτάφιος σοφιστής. Ἱερέων δὲ παῖδες Ἡλίου τὸν ὄρνιν τὸν νεκρὸν παραλαβόντες θάπτουσι. Ζῶν μὲν οὖν Αἰθίοψ ἐστὶ τῇ τροφῇ, ἀποθανὼν δὲ Αἰγύπτιος γίνεται τῇ ταφῇ.”
鸟也自知被人怀疑,便露出躯体隐秘的部位,展示那具尸体,仿佛一位致悼词的辩论家。随后太阳神的祭司们接领了那只死鸟,将它安葬。因此,它活着时因抚育而属于埃塞俄比亚,死后则因安葬而成为埃及人。”
- 3.25.2ταὼς ἐν κάλλει δεύτερος
表语形容词 δεύτερος(第二、次等)与表示比较方面的介词短语 ἐν κάλλει 结合,意为“孔雀在美丽上居于次席(逊色于凤凰)”。这与前文的 μέγεθος κατὰ ταών(体型与孔雀相当)形成对照。
- 3.25.7οἶδεν ἀπιστούμενος
动词 οἶδα(知晓)带主格分词补充成分 ἀπιστούμενος,分词的性数格与主句主语(凤凰)一致,表达对自己所处状态的察觉,即“它自知被人怀疑”。
