← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§3.21.1-3.21.6

伪造献祭的计策与恳请墨涅拉俄斯相助

萨提罗斯详述了利用机关道具假剑和动物内脏假腹来伪造献祭少女的计策,并抬出好客之神宙斯恳求墨涅拉俄斯协助施行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.21.1

“λέγω οὖν πρὸς τὸν Μενέλαον “θεὸς ἡμῖν, ἂν θέλῃς χρηστὸς γενέσθαι, συναγωνιεῖται· δυνησόμεθα γὰρ καὶ τὴν κόρην σῶσαι καὶ τοὺς λῃστὰς λαθεῖν·

“于是我便对墨涅拉俄斯说道:‘只要你愿意施以恩惠,神明自会助我们一臂之力;因为我们既能救出那个少女,又能瞒过那些盗匪。

§3.21.2

ἄκουσον δὲ ποίῳ τρόπῳ. Δέρμα προβάτου λαβόντες ὡς ὅτι ῥαδινώτατον1 συρράψωμεν εἰς σχῆμα βαλαντίου, μέτρον ὅσον γαστρὸς ἀνθρωπίνης, εἶτ̓ ἐμπλήσαντες θηρείων σπλάγχνων καὶ αἵματος, τὴν πλαστὴν ταύτην γαστέρα ῥάψωμεν, ὡς μὴ ῥᾳδίως τὰ σπλάγχνα διεκπίπτοι, καὶ ἐνσκευάσαντες τὴν κόρην τοῦτον τὸν τρόπον καὶ στολὴν ἔξωθεν περιβαλόντες μίτραις τε καὶ ζώμασιν ἐνδεδεμένῃ τὴν σκευὴν ταύτην ἐπικρύψωμεν.

请听我说说具体的办法。我们取一张尽可能柔软轻薄的羊皮,缝制成口袋的形状,大小约如人的腹部;然后将其填满野兽的内脏和鲜血,再将这副人造假腹缝合起来,好让内脏不致轻易散落出来;接着以此种方式为少女穿戴整齐,并在外面套上一件长袍,在她系紧腰带和系带时将这副道具彻底掩藏起来。

§3.21.3

Πάντως δὲ καὶ ὁ χρησμὸς ἡμῖν εἰς τὸ λαθεῖν χρήσιμος. Ὁλοκλήρως γὰρ αὐτὴν ἐσταλμένην δι’ αὐτῆς ἀνατμηθῆναι μέσην τῆς ἐσθῆτος λέγει ὁ χρησμός. Ὁρᾷς τοῦτο τὸ ξίφος ὡς ἔχει μηχανῆς.2

无论如何,那道神谕也有助于我们瞒天过海。因为神谕说,她必须在穿戴完整的情况下,透过衣服本身从正中央被剖开。你瞧这把剑有多么巧妙的机关。

§3.21.4

Ἂν γὰρ ἐρείσῃ τις ἐπί τινος σώματος, φεύγει πρὸς τὴν κώπην ὥσπερ εἰς κουλεόν· καὶ οἱ μὲν ὁρῶντες δοκοῦσι βαπτίζεσθαι τὸν σίδηρον κατὰ τοῦ σώματος, ὁ δὲ εἰς τὸν χηραμὸν τῆς κώπης ἀνέδραμε, μόνην δὲ καταλείπει τὴν αἰχμήν, ὅσον τὴν πλαστὴν γαστέρα τεμεῖν καὶ τὴν κώπην ἐν χρῷ τοῦ σφαζομένου τυχεῖν· κἂν ἀποσπάσῃ τις τὸν σίδηρον ἐκ τοῦ τραύματος, καταρρεῖ πάλιν ἐκ τοῦ χηραμοῦ τὸ ξίφος, ὅσον τῆς κώπης ἀνακουφίζεται τὸ μετέωρον3 καὶ τὸν αὐτὸν τρόπον τοὺς ὁρῶντας ἀπατᾷ.

只要有人将它抵在别人的身躯上,剑刃便会缩回剑柄中,犹如退入剑鞘一般;在旁观者看来,铁刃似乎正深深刺入体内,其实它早已缩进了剑柄的凹腔,仅露出些许尖端,恰好足以割破那副假腹,并使剑柄贴着被宰割之人的肌肤;若是有人将铁刃从伤口拔出,剑身便又随着剑柄悬空部分的抬起而从凹腔中滑落出来,用同样的办法欺骗旁观者。

§3.21.5

Δοκεῖ γὰρ τοσοῦτον καταβῆναι ἐν τῇ σφαγῇ, ὅσον ἄνεισιν ἐκ τῆς μηχανῆς. Τούτων οὖν γενομένων, οὐκ ἂν εἰδεῖεν οἱ λῃσταὶ τὴν τέχνην. Τά τε γὰρ δέρματα ἀποκέκρυπται, τά τε σπλάγχνα τῇ σφαγῇ προπηδήσεται, ἅπερ ἡμεῖς ἐξελόντες ἐπὶ τῷ βωμῷ θύσομεν.

因为它从机关中伸出多少,看起来在宰割中便刺入了多深。只要这么办,盗匪们绝不会识破这套戏法。因为皮囊已被掩盖,内脏也会因刺割而喷涌出来,我们将内脏取出并在祭坛上献祭。

§3.21.6

Καὶ τοὐντεῦθεν οὐκέτι προσίασιν οἱ λῃσταὶ τῷ σώματι, ἀλλ’ ἡμεῖς εἰς τὴν σορὸν καταθήσομεν. Ἀκήκοας τοῦ λῃστάρχου μικρῷ πρόσθεν εἰπόντος δεῖν τι τολμηρὸν ἐπιδείξασθαι πρὸς αὐτούς, ὥστε ἔστι σοι προσελθεῖν αὐτῷ καὶ ὑποσχέσθαι ταύτην τὴν ἐπίδειξιν.” Ταῦτα λέγων ἐδεόμην Δία Ξένιον καλῶν καὶ κοινῆς ἀναμιμνήσκων τραπέζης καὶ κοινῆς ναυαγίας.”

从那之后,盗匪们便不会再接近尸体,而是由我们将其安放在棺椁之中。你刚才听见盗匪头领说,你必须在他们面前显露一番胆识,因此你正好可以去找他,承诺进行这番表演。’我一边说着这些,一边呼唤着好客之神宙斯,提醒他记起我们曾共进的餐席与同遭的舟覆,向他苦苦哀求。”

语法注3 条
  1. 3.21.2ὡς ὅτι ῥαδινώτατον

    ὡς ὅτι 与最高级形容词(ῥαδινώτατον)连用的加强结构,意为“尽可能……”或“尽量……”。通常 ὡς 或 ὅτι 单独修饰最高级,二者重叠使用则极大地增强了最高级的语气。

  2. 3.21.3Ὁρᾷς τοῦτο τὸ ξίφος ὡς ἔχει μηχανῆς.

    提宾(prolepsis)结构。从属从句(ὡς 从句)中的逻辑主语 τοῦτο τὸ ξίφος 被提前置于主句动词 Ὁρᾷς 的直接宾语位置。此外,μηχανῆς 为表示性质或状态的属格,与表状态的不及物动词 ἔχω 搭配,意为“你看到这把剑具有怎样的机关”。

  3. 3.21.4ὅσον τῆς κώπης ἀνακουφίζεται τὸ μετέωρον

    相关副词 ὅσον 表示程度(“按……的程度”),语法主语是中性名词化短语 τὸ μετέωρον(“悬空/升起的部分”)。属格 τῆς κώπης 为表示整体的部分属格,因语序倒装(hyperbaton)而与修饰它的成分被动词 ἀνακουφίζεται 隔开(句法核心为:ὅσον τὸ μετέωρον τῆς κώπης ἀνακουφίζεται)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.21.1-3.21.6