- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.20.1-3.20.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
萨提罗斯讲述了他曾恳求搭救琉喀珀的经过,以及在盗匪袭击巡演艺人的船只后,他们如何从海难残骸中意外得到一把舞台特技道具剑。
Καὶ ὁ Σάτυρος λέγει “ἅμα δὲ βιαζόμενος ἐπὶ τὸ στρατόπεδον ἔκλαον, ὦ δέσποτα, καὶ ὠδυρόμην, τὰ περὶ τῆς Λευκίππης πυθόμενος, καὶ ἐδεόμην Μενελάου παντὶ τρόπῳ σῶσαι τὴν κόρην.
萨提罗斯便说道:“主人啊,当我被强行押往军营时,我一边走一边痛哭哀嚎,因为我得知了有关琉喀珀的事,于是千方百计地恳求墨涅拉俄斯救救那个少女。
Δαίμων δέ τις ἀγαθὸς ἡμῖν συνήργησεν. Ἐτύχομεν τῇ προτεραίᾳ τῆς θυσίας ἡμέρᾳ καθεζόμενοι πρὸς τῇ θαλάττῃ λυπούμενοι καὶ περὶ τούτων σκοποῦντες, τῶν δὲ λῃστῶν τινες ναῦν ἰδόντες ἀγνοίᾳ πλανηθεῖσαν ὥρμησαν ἐπ’ αὐτήν.
然而有位善良的神明襄助了我们。就在献祭的前一天,我们正巧坐在海边,一边悲伤,一边琢磨着这些事;这时一些盗匪看见了一艘因迷路而漂来的船,便朝它扑了过去。
Οἱ δὲ ἐπὶ τῆς νεὼς συνέντες οἳ τυγχάνουσιν, ἐπεχείρουν ἐλαύνειν εἰς τοὐπίσω· ὡς δὲ φθάνουσιν οἱ λῃσταὶ καταλαβόντες,1 πρὸς ἄμυναν τρέπονται·
船上的人察觉到他们是些什么人,便试图掉头往回划;但因盗匪们先行赶上追及,他们便转而自卫。
καὶ γάρ τις ἐν αὐτοῖς ἦν τῶν τὰ Ὁμήρου δεικνύντων ἐν τοῖς θεάτροις. Τὴν Ὁμηρικὴν σκευὴν ὁπλισάμενος καὶ αὐτὸς καὶ τοὺς ἀμφ’ αὑτὸν οὕτω σκευάσας, ἐπεχείρουν μάχεσθαι.
原来他们当中有一个是在剧场里表演荷马史诗的艺人。他自己穿戴上荷马式的铠甲兵器,也将周围的人如此装扮起来,企图奋力抵抗。
Πρὸς μὲν οὖν τοὺς πρώτους ἐπελθόντας καὶ μάλα ἐρρωμένως ἀντετάξαντο· πλειόνων δὲ ἐπιπλευσάντων σκαφῶν λῃστρικῶν καταδύουσι τὴν ναῦν καὶ τοὺς ἄνδρας ἐκπεσόντας ἀνῄρουν.
起初,对于最先扑上来的敌人,他们确实抵抗得十分顽强;然而随着更多海盗舟楫驶来,盗匪们击沉了那艘船,并杀死了落水的众人。
Λανθάνει δὴ κίστη ἐκτραπεῖσά τις καὶ τῷ ναυαγίῳ καθ’ ἡμᾶς τῷ ῥοΐ κομισθεῖσα,2 ἣν ὁ Μενέλαος ἀναιρεῖται· καὶ ἀναχωρήσας ποι παρόντος ἅμα κἀμοῦ “προσεδόκα γάρ τι σπουδαῖον ἔνδον εἶναι” ἀνοίγει τὴν κίστην καὶ ὁρῶμεν χλαμύδα καὶ ξίφος, τὴν μὲν κώπην ὅσον παλαιστῶν τεσσάρων, τὸν δὲ σίδηρον ἐπὶ τῇ κώπῃ βραχύτατον, δακτύλων ὅσον τριῶν. Ὡς δὲ ἀνελόμενος τὸ ξίφος ὁ Μενέλαος ἔλαθε μεταστρέψας3 κατὰ τὸ τοῦ σιδήρου μέρος, τὸ μικρὸν ἐκεῖνο ξίφος ὥσπερ ἀπὸ χηραμοῦ τῆς κώπης κατατρέχει τοσοῦτον, ὅσον εἶχεν ἡ κώπη τὸ μέγεθος· ὡς δὲ ἀνέστρεψεν εἰς τοὔμπαλιν, αὖθις ὁ σίδηρος εἴσω καταδύεται. Τούτῳ δ᾽ ἄρα, ὡς εἰκός, ὁ κακοδαίμων ἐκεῖνος ἐν τοῖς θεάτροις ἐχρῆτο πρὸς τὰς κιβδήλους σφαγάς.”
就在这时,一只箱子悄无声息地漂离原处,随着海难的残骸顺着水流被冲到了我们跟前,墨涅拉俄斯便将它拾了起来。他避开旁人走到某处,我也在场——因为他料想里面会有贵重之物——他打开了箱子,我们便看到了一件斗篷和一把剑;那把剑的柄约有四掌宽,而柄上的铁刃却极短,不过三指宽。然而,当墨涅拉俄斯拿起剑、无意中将铁刃一端朝下翻转时,那截小小的剑刃便犹如从洞穴中滑出一般,从剑柄中伸展出来,长度恰与剑柄的大小相当;而当他将剑倒转回来时,铁刃又重新缩回了内部。想必是那个不幸的人在剧场里用它来表演假杀戮的。”
- 3.20.3ὡς δὲ φθάνουσιν οἱ λῃσταὶ καταλαβόντες
动词 φθάνω 与分词 καταλαβόντες 连用,构成“先于……做某事/抢先追上”的固定句式。由表示时间的连词 ὡς 引导,表明盗匪们抢先一步追上了企图撤离的船只。
- 3.20.6Λανθάνει δὴ κίστη ἐκτραπεῖσά τις καὶ τῷ ναυαγίῳ καθ’ ἡμᾶς τῷ ῥοΐ κομισθεῖσα
动词 λανθάνω 与主格分词 ἐκτραπεῖσα 及 κομισθεῖσα 搭配,表达“悄无声息地……/不为人注意地……”之意,说明箱子随水流漂向两人的过程未被盗匪们发觉。
- 3.20.7ἔλαθε μεταστρέψας
λανθάνω 的第二不定过去时 ἔλαθε 与主动分词 μεταστρέψας 连用,表示主语无意识或偶然做某事,即“不知不觉中将其倒转”或“无意中翻转了它”,突出了发现暗藏机关纯属偶然。
