← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§2.32.1-2.32.2

顺风启航与船上的祈祷

叙述者起初在港内欣喜地观海,然而顺风骤起,水手们随即忙碌操舟,船只在众人的祈祷声中离港驶向远海。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.32.1

Ἔχαιρον τὸ πρῶτον ὁρῶν τὴν θάλατταν οὔπω πελαγίζοντος τοῦ σκάφους, ἀλλ’ ἔτι τοῖς λιμέσιν ἐποχουμένου. Ὡς δὲ ἔδοξεν οὔριον εἶναι πρὸς ἀναγωγὴν τὸ πνεῦμα, θόρυβος ἦν πολὺς κατὰ τὸ σκάφος, τῶν ναυτῶν διαθεόντων, τοῦ κυβερνήτου κελεύοντος, ἑλκομένων τῶν κάλων· ἡ κεραία περιήγετο, τὸ ἱστίον καθίετο, ἡ ναῦς ἀπεσαλεύετο, τὰς ἀγκύρας ἀνέσπων, ὁ λιμὴν κατελείπετο· τὴν γῆν ἑωρῶμεν ἀπὸ τῆς νεὼς κατὰ μικρὸν ἀναχωροῦσαν, ὡς αὐτὴν πλέουσαν·1 παιανισμὸς ἦν καὶ πολλή τις εὐχή, θεοὺς σωτῆρας καλούντων εὐφημούντων αἴσιον τὸν πλοῦν γενέσθαι·2 τὸ πνεῦμα ᾔρετο σφοδρότερον, τὸ ἱστίον ἐκυρτοῦτο καὶ εἷλκε τὴν ναῦν.

起初,当船只尚未驶入外海、仍停泊在港内时,我望着大海满心欢喜。然而,当风看似是利于启航的顺风时,船上便起了一阵大骚乱,水手们四处奔走,舵手发号施令,缆绳被拉起;帆桁被转动,风帆垂下,船身摇晃着驶离,众人拔起锚,港口被抛在身后;我们从船上望见陆地渐渐远退,仿佛是陆地自己在航行一般;起了一片派安颂歌与诸多祈祷之声,众人呼求着拯救之神,祈祝航程顺遂吉祥;风势愈发猛烈地升起,风帆鼓起,拉动着船只前行。

语法注2 条
  1. 2.32.2ὡς αὐτὴν πλέουσαν

    小词 ὡς 与宾格分词 πλέουσαν(与 τὴν γῆν 一致)连用,表示表象或主观印象,意为“仿佛陆地自身在航行一般”,生动描绘了随着船只离岸、陆地逐渐退后而产生的视觉错觉。

  2. 2.32.2θεοὺς σωτῆρας καλούντων εὐφημούντων αἴσιον τὸν πλοῦν γενέσθαι

    属格分词 καλούντων 与 εὐφημούντων 构成独立属格结构,其逻辑主语(水手与乘客等众人)并未显式给出,紧承前句的名词短语 παιανισμὸς ἦν καὶ πολλή τις εὐχή,补充说明众人呼求神明并祈祷的具体情态。αἴσιον 为不定式 γενέσθαι 的表语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.32.1-2.32.2