- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.31.1-2.31.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
萨图罗斯用药迷倒潘忒亚、侍女与看门人,众人乘克利尼亚斯备好的马车趁夜逃离。他们途经西顿抵达贝鲁图斯,并登上了驶向亚历山大里亚的船只。
Εἶχε δ’ ὁ Σάτυρος τοῦ φαρμάκου λείψανον, ᾧ τὸν Κώνωπα ἦν κατακοιμίσας· τούτου διακονούμενος ἡμῖν ἐγχεῖ λαθὼν1 κατὰ τῆς κύλικος τῆς τελευταίας, ἣν τῇ Πανθείᾳ προσέφερεν· ἡ δὲ ἀναστᾶσα ᾤχετο εἰς τὸν θάλαμον ἑαυτῆς καὶ εὐθὺς ἐκάθευδεν.
萨图罗斯还留存着当初用以催眠科诺普斯的药物残余;他在服侍我们时,暗中将少许此药注入最后一巡酒杯中,递给了潘忒亚;她起身后便退入自己的寝室,随即沉沉入睡。
Εἶχε δὲ ἑτέραν ἡ Λευκίππη θαλαμηπόλον, ἣν τῷ αὐτῷ φαρμάκῳ καταβαπτίσας ὁ Σάτυρος ʽπροσεπεποίητο γὰρ καὶ αὐτῆς, ἐξ οὗ τῷ θαλάμῳ προσεληλύθει, ἐρᾶν̓ ἐπὶ τὴν τρίτην θήραν ἔρχεται τὸν θυρωρόν· κἀκεῖνον βεβλήκει τῷ αὐτῷ πώματι.
琉喀佩还有另一个侍女,萨图罗斯用同一种药将她迷倒(自打得以出入那内室起,他便假装爱上了她),接着便奔向他的第三个猎物——看门人;他也已用同样的药剂放倒了那人。
Ὄχημα δὲ εὐτρεπὲς ἡμᾶς πρὸ τῶν πυλῶν ἐξεδέχετο, ὅπερ ὁ Κλεινίας παρεσκεύασε, καὶ ἔφθασεν ἡμᾶς ἐπ’ αὐτοῦ περιμένων αὐτός.2 Ἐπεὶ δὲ πάντες ἐκάθευδον, περὶ πρώτας νυκτὸς φυλακὰς προῇμεν ἀψοφητί, Λευκίππην τοῦ Σατύρου χειραγωγοῦντος.
城门前有一辆备好的马车迎候着我们,那是克利尼亚斯备下的,他自己也已先一步坐在车上等候我们。待到所有人都已睡下,约在初更时分,我们在寂静无声中走出,萨图罗斯牵着琉喀佩的手在前引路。
Καὶ γὰρ ὁ Κώνωψ, ὅσπερ ἡμῖν ἐφήδρευε, κατὰ τύχην ἐκείνην ἀπεδήμει τὴν ἡμέραν τῇ δεσποίνῃ διακονησόμενος. Ἀνοίγει δὴ τὰς θύρας ὁ Σάτυρος καὶ προήλθομεν· ὡς δὲ παρῇμεν ἐπὶ τὰς πύλας, ἐπέβημεν τοῦ ὀχήματος.
原来,一直监视我们的那个科诺普斯,碰巧在那一天奉女主人之差遣出远门去了。萨图罗斯打开门,我们便走了出去;当我们来到城门前,便登上了马车。
Ἦμεν δὲ οἱ πάντες ἕξ, ἡμεῖς καὶ ὁ Κλεινίας καὶ δύο θεράποντες αὐτοῦ. Ἐλαύνομεν οὖν τὴν ἐπὶ Σιδῶνος3 καὶ περὶ μοίρας τῆς νυκτὸς δύο παρῇμεν ἐπὶ τὴν πόλιν καὶ εὐθὺς ἐπὶ Βηρυτοῦ τὸν δρόμον ἐποιούμεθα, νομίζοντες εὑρήσειν ἐκεῖ ναῦν ἐφορμοῦσαν.
我们总共是六个人:我们两人、克利尼亚斯以及他的两名仆人。于是我们沿着通往西顿的道路驱车前行,约在夜过三分之二时抵达那座城,随即马不停蹄地奔向贝鲁图斯,以为在那里能找到停泊待发的船只。
Καὶ οὐκ ἠτυχήσαμεν· ὡς γὰρ ἐπὶ τοῦ Βηρυτίων λιμένος ἤλθομεν, ἀναγόμενον σκάφος εὕρομεν, ἄρτι τὰ πρυμνήσια μέλλον ἀπολύειν. Μηδὲν οὖν ἐρωτήσαντες ποῖ πλεῖ, μετεσκευαζόμεθα ἐπὶ τὴν θάλατταν ἐκ τῆς γῆς, καὶ ἦν ὁ καιρὸς μικρὸν ἄνω τῆς ἕω.4 Ἔπλει δὲ τὸ πλοῖον εἰς Ἀλεξάνδρειαν, τὴν μεγάλην τοῦ Νείλου πόλιν.
我们并未落空;因为当我们来到贝鲁图斯人的港口时,发现一艘正准备扬帆起航的船只,刚刚就要解开缆绳。于是我们连它开往何处也未打听,便弃陆登舟,此时天色已微逾破晓。那条船正是驶向尼罗河畔的宏伟巨邑——亚历山大里亚。
- 2.31.1τούτου διακονούμενος ἡμῖν ἐγχεῖ λαθὼν
τούτου 是指代前文 τοῦ φαρμάκου λείψανον 的部分属格(“将此药的一部分”)。分词 λαθών 与动词 ἐγχεῖ 连用,作副词性理解,意为“暗中/不为人知地倒入”。
- 2.31.3ἔφθασεν ἡμᾶς ἐπ’ αὐτοῦ περιμένων αὐτός
φθάνω 与补充状语分词(περιμένων)连用构成的句式,表示先行于某人行动。主语 αὐτός(克利尼亚斯)相对于宾语 ἡμᾶς(我们)“抢先一步在车上等候”。
- 2.31.5τὴν ἐπὶ Σιδῶνος
阴性单数宾格定冠词 τὴν 之后省略了名词 ὁδόν(“通往西顿的道路”),作动词 ἐλαύνομεν 的路线宾格(外延/内含宾格)。
- 2.31.6μικρὸν ἄνω τῆς ἕω
副词/介词 ἄνω 支配属格 τῆς ἕω,表示时间的跨越与经过(“越过/过后”),在此指“破晓后不久”。
