← 七十士译本

耶利米书信

§25-49

偶像行动的无能与祭司的虚伪欺诈

本节描绘了偶像无法自立、需人抬运的无力状态,揭露了祭司私吞祭物、异教仪式荒谬以及迦勒底人自身的矛盾,多角度论证了这些用金银木材制成的偶像绝非神明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25

ἄνευ ποδῶν ἐπ᾽ ὤμοις φέρονται ἐνδεικνύμενοι τὴν ἑαυτῶν ἀτιμίαν τοῖς ἀνθρώποις, αἰσχύνονταί τε καὶ οἱ θεραπεύοντες αὐτά,

它们没有脚,被人抬在肩上,向人们暴露出自己的羞辱。事奉它们的人也感到羞耻,

§26

διὰ τό, μή ποτε ἐπὶ τὴν γῆν πέσῃ, δι᾽ αὐτῶν ἀνίστασθαι·1 μήτε ἐάν τις αὐτὸ ὀρθὸν στήσῃ, δι᾽ ἑαυτοῦ κινηθήσεται, μήτε ἐὰν κλιθῇ, οὐ μὴ ὀρθωθῇ, ἀλλ᾽ ὥσπερ νεκροῖς τὰ δῶρα αὐτοῖς παρατίθεται.

因为如果它们掉在地上,它们自己无法站起来;即使有人把它们扶直,它们自己也不能移动;即使它们倾斜,它们也不能自行立直。人们在它们面前陈设祭物,就像对待死人一样。

§27

τὰς δὲ θυσίας αὐτῶν ἀποδόμενοι οἱ ἱερεῖς αὐτῶν καταχρῶνται· ὡσαύτως δὲ καὶ αἱ γυναῖκες ἀπ᾽ αὐτῶν ταριχεύουσαι οὔτε πτωχῷ οὔτε ἀδυνάτῳ μὴ μεταδῶσιν·2

祭司们出卖它们的祭物并加以滥用;同样,他们的妻子也将祭物的一部分用盐腌制保存,却不肯分给穷人和无力的人。

§28

τῶν θυσιῶν αὐτῶν ἀποκαθημένη καὶ λεχὼς ἅπτονται. γνόντες οὖν ἀπὸ τούτων ὅτι οὐκ εἰσὶν θεοί, μὴ φοβηθῆτε αὐτούς.

经期中的妇人和产妇也触摸它们的祭物。因此,既然通过这些事知道它们绝非神明,就不要怕它们。

§29

Πόθεν γὰρ κληθείησαν θεοί; ὅτι γυναῖκες παρατιθέασιν θεοῖς ἀργυροῖς καὶ χρυσοῖς καὶ ξυλίνοις·

它们怎能被称为神呢?因为是妇女们在这些银、金、木的神像前陈设祭物。

§30

καὶ ἐν τοῖς οἴκοις αὐτῶν οἱ ἱερεῖς διφρεύουσιν, ἔχοντες τοὺς χιτῶνας διερρωγότας καὶ τὰς κεφαλὰς καὶ τοὺς πώγωνας ἐξυρημένους, ὧν αἱ κεφαλαὶ ἀκάλυπτοί εἰσιν,

祭司们坐在它们的庙里,撕裂衣服,剃光头和胡须,头上不戴任何遮盖物。

§31

ὠρύονται δὲ βοῶντες ἐναντίον τῶν θεῶν αὐτῶν ὥσπερ τινὲς ἐν περιδείπνῳ νεκροῦ.

他们在自己的神面前大声呼喊哭号,就像人们在死者的丧宴上一样。

§32

ἀπὸ τοῦ ἱματισμοῦ αὐτῶν ἀφελόμενοι οἱ ἱερεῖς ἐνδύσουσιν τὰς γυναῖκας αὐτῶν καὶ τὰ παιδία·

祭司们剥去它们的衣服,给自己的妻子和儿女穿上。

§33

οὔτε ἐὰν κακὸν πάθωσιν ὑπό τινος οὔτε ἐὰν ἀγαθόν, δυνήσονται ἀνταποδοῦναι· οὔτε καταστῆσαι βασιλέα δύνανται οὔτε ἀφελέσθαι.

无论人对它们施加恶行还是善行,它们都无法报答。它们既不能立王,也不能废王。

§34

ὡσαύτως οὔτε πλοῦτον οὔτε χαλκὸν οὐ μὴ δύνωνται διδόναι· ἐάν τις αὐτοῖς εὐχὴν εὐξάμενος μὴ ἀποδῷ, οὐ μὴ ἐπιζητήσωσιν·

同样,它们既不能赐予财富,也不能赐予青铜(钱币)。如果有人向它们许愿而不履行,它们也绝不会追讨。

§35

ἐκ θανάτου ἄνθρωπον οὐ μὴ ῥύσωνται, οὔτε ἥττονα ἀπὸ ἰσχυροῦ μὴ ἐξέλωνται·

它们不能救人脱离死亡,也不能救弱者脱离强者的手。

§36

ἄνθρωπον τυφλὸν εἰς ὅρασιν οὐ μὴ περιστήσωσιν, ἐν ἀνάγκῃ ἄνθρωπον ὄντα οὐ μὴ ἐξέλωνται·

它们不能使瞎子恢复视力,也不能救处于困境中的人。

§37

χήραν οὐ μὴ ἐλεήσωσιν, οὔτε ὀρφανὸν εὖ ποιήσουσιν.

它们不怜悯寡妇,也不恩待孤儿。

§38

τοῖς ἀπὸ τοῦ ὄρους λίθοις ὡμοιωμένοι εἰσὶν τὰ ξύλινα καὶ τὰ περίχρυσα καὶ τὰ περιάργυρα, οἱ δὲ θεραπεύοντες αὐτὰ καταισχυνθήσονται.

这些木制、包金、包银的偶画像是从山上砍伐下来的石头,事奉它们的人必将蒙羞。

§39

πῶς οὖν νομιστέον ἢ κλητέον αὐτοὺς ὑπάρχειν θεούς;

那么,人怎能认为或称呼它们是神呢?

§40

Ἔτι δὲ καὶ αὐτῶν τῶν Χαλδαίων ἀτιμαζόντων αὐτά, οἳ ὅταν ἴδωσιν ἐνεὸν οὐ δυνάμενον λαλῆσαι, προσενεγκάμενοι τὸν Βῆλον ἀξιοῦσιν φωνῆσαι,3 ὡς δυνατοῦ ὄντος αὐτοῦ αἰσθέσθαι,

甚至连迦勒底人自己也轻视它们。当他们看到一个不能说话的哑巴时,就把他带到贝尔面前,要求贝尔说话,仿佛贝尔有知觉能听懂一样。

§41

καὶ οὐ δύνανται αὐτοὶ νοήσαντες καταλιπεῖν αὐτά, αἴσθησιν γὰρ οὐκ ἔχουσιν.

并且他们自己虽然明白这一点,却无法离弃它们,因为它们毫无知觉。

§42

αἱ δὲ γυναῖκες περιθέμεναι σχοινία ἐν ταῖς ὁδοῖς ἐνκάθηνται, θυμιῶσαι τὰ πίτυρα·

妇女们也用绳子束着身体,坐在路旁,焚烧糠秕作香。

§43

ὅταν δέ τις αὐτῶν ἐφελκυσθεῖσα ὑπό τινος τῶν παραπορευομένων κοιμηθῇ, τὴν πλησίον ὀνειδίζει, ὅτι οὐκ ἠξίωται ὥσπερ καὶ αὐτὴ οὔτε τὸ σχοινίον αὐτῆς διερράγη.

当其中有人被路过的人拉去同寝后,她就嘲笑邻近的同伴,说她没有像自己一样受到重视,她的绳子也没有被折断。

§44

πάντα τὰ γενόμενα αὐτοῖς ἐστὶν ψευδῆ. πῶς οὖν νομιστέον ἢ κλητέον ὡς θεοὺς αὐτοὺς ὑπάρχειν;

在它们身上所发生的一切都是虚假的。那么,人怎能认为或称呼它们是神呢?

§45

Ὑπὸ τεκτόνων καὶ χρυσοχόων κατασκευασμένα εἰσίν· οὐθὲν ἄλλο μὴ γένηται ἢ ὃ βούλονται οἱ τεχνῖται αὐτὰ γενέσθαι.

它们是由木匠和金匠制造的。除了工匠们想要它们成为的样子,它们什么都不能成为。

§46

αὐτοί τε οἱ κατασκευάζοντες αὐτὰ οὐ μὴ γένωνται πολυχρόνιοι·

制造它们的人自己尚且不能长寿,

§47

πῶς τε δὴ μέλλει τὰ ὑπ᾽ αὐτῶν κατασκευασθέντα; κατέλιπον γὰρ ψεύδη καὶ ὄνειδος τοῖς ἐπιγινομένοις.

那么由他们制造出来的东西又怎能是神呢?因为他们留给后代的是虚假和耻辱。

§48

ὅταν γὰρ ἐπέλθῃ ἐπ᾽ αὐτὰ πόλεμος καὶ κακά, βουλεύονται πρὸς ἑαυτοὺς οἱ ἱερεῖς ποῦ συναποκρυβῶσι μετ᾽ αὐτῶν.

当战争和灾难临到它们时,祭司们就彼此商量,要把它们和自己一起藏在什么地方。

§49

πῶς οὖν οὐκ ἔστιν αἰσθέσθαι ὅτι οὐκ εἰσὶν θεοί, οἳ οὔτε σώζουσιν ἑαυτοὺς ἐκ πολέμου οὔτε ἐκ κακῶν;

既然它们不能自救免受战争和灾难,人怎能不明白它们绝非神明呢?

语法注3 条
  1. 26διὰ τό, μή ποτε ἐπὶ τὴν γῆν πέσῃ, δι᾽ αὐτῶν ἀνίστασθαι

    介词短语 διὰ τὸ ... ἀνίστασθαι(因为无法自行站立)中嵌套了条件从句 μὴ ποτε ... πέσῃ(万一掉在地上)。δι᾿ αὐτῶν 意为“靠它们自己”。

  2. 27οὔτε πτωχῷ οὔτε ἀδυνάτῳ μὴ μεταδῶσιν

    关联连词 οὔτε ... οὔτε 与伴随虚拟语气的否定语气词 μὴ 结合,表示强烈的否定:“绝不分给穷人和无力的人”。

  3. 40προσενεγκάμενοι τὸν Βῆλον ἀξιοῦσιν φωνῆσαι

    分词 προσενεγκάμενοι(带到……面前/呈献)以 τὸν Βῆλον(巴比伦主神贝尔)为宾语。这描绘了迦勒底人滑稽的仪式:将不会说话的人带到贝尔像前,并要求贝尔开口说话,仿佛它有知觉一般。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(5 处,最近 2026-09-22)
  • 2026-09-22 AI校阅 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 原文 3 处
urn:cts:greekLit:tlg0527.tlg052.humanitext-grc1:25-49