- 底本
- Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0527.tlg052.humanitext-grc1:1-24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
先知警告即将流放巴比伦的犹太人不要畏惧金、银、木制的偶像,通过描绘它们需要维护、容易损坏且毫无生气的荒谬景象,揭露了这些假神的虚无与无力。
ΑΝΤΙΓΡΑΦΟΝ ἐπιστολῆς ἧς ἀπέστειλεν Ἰερεμίας πρὸς τοὺς ἀχθησομένους αἰχμαλώτους εἰς Βαβυλῶνα ὑπὸ τοῦ βασιλέως τῶν Βαβυλωνίων, ἀναγγεῖλαι αὐτοῖς καθότι ἐπετάγη αὐτῷ ὑπὸ τοῦ θεοῦ. Διὰ τὰς ἁμαρτίας ὑμῶν ἃς ἡμαρτήκατε ἐναντίον τοῦ θεοῦ ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονοσὸρ βασιλέως τῶν Βαβυλωνίων.
耶利米寄给那些将被巴比伦王掳到巴比伦去的人的书信抄本,要照神所吩咐他的向他们宣告。因为你们在神面前所犯的罪,你们将被巴比伦王尼布甲尼撒作为俘虏带到巴比伦。
εἰσελθόντες οὖν εἰς Βαβυλῶνα ἔσεσθε ἐκεῖ ἔτη πλείονα καὶ χρόνον μακρὸν ἕως γενεῶν ἑπτά· μετὰ τοῦτο δὲ ἐξάξω ὑμᾶς ἐκεῖθεν μετ᾽ εἰρήνης.
你们到了巴比伦之后,将在那里待上许多年,经历漫长的时光,直到七代之久。但此后,我必领你们平平安安地从那里出来。
νυνὶ δὲ ὄψεσθε ἐν Βαβυλῶνι θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους ἐπ᾽ ὤμοις αἰρομένους, δεικνύντας φόβον τοῖς ἔθνεσιν.
如今,你们将在巴比伦看见银、金、木制的偶像,被人扛在肩上,使外邦人产生恐惧。
εὐλαβήθητε οὖν μὴ καὶ ὑμεῖς ἀφομοιωθέντες τοῖς ἀλλοφύλοις ἀφομοιωθῆτε, καὶ φόβος ὑμᾶς λάβῃ1 ἐπ᾽ αὐτοῖς,
所以,你们要谨慎,免得你们也效法那些外邦人,也不要被他们对这些偶像的恐惧所支配,
ἰδόντας2 ὄχλον ἔμπροσθεν καὶ ὄπισθεν αὐτῶν προσκυνοῦντας αὐτά· εἴπατε δὲ τῇ διανοίᾳ Σοὶ δεῖ προσκυνεῖν, Δέσποτα.
当你们看见众人在它们前后俯伏敬拜它们时。你们当在心里说:“主啊,唯有你应当受敬拜。”
ὁ γὰρ ἄγγελός μου μεθ᾽ ὑμῶν ἐστίν, αὐτός τε ἐκζητῶν τὰς ψυχὰς ὑμῶν.
因为我的使者与你们同在,他亲自看顾你们的灵魂。
Γλῶσσα γὰρ αὐτῶν ἐστὶν κατεξυσμένη ὑπὸ τέκτονος, αὐτά τε περίχρυσα καὶ περιάργυρα, ψευδῆ δ᾽ ἐστὶν καὶ οὐ δύνανται λαλεῖν.
因为它们的舌头是由工匠削磨出来的,它们虽然包金包银,却是虚假的,不能说话。
καὶ ὥσπερ παρθένῳ φιλοκόσμῳ λαμβάνοντες χρυσίον
人们拿金子,就像给喜爱打扮的处女戴饰物一样,
κατασκευάζουσιν στεφάνους ἐπὶ τὰς κεφαλὰς τῶν θεῶν αὐτῶν· ἔστι δὲ καὶ ὅτε ὑφαιρούμενοι οἱ ἱερεῖς ἀπὸ τῶν θεῶν αὐτῶν χρυσίον καὶ ἀργύριον εἰς ἑαυτοὺς καταναλοῦσιν,
给他们神像的头上做冠冕。有时,祭司们甚至从他们的神像上偷取金银,供自己消费,
δώσουσιν δὲ ἀπ᾽ αὐτῶν καὶ ταῖς ἐπὶ τοῦ στέγους πόρναις. κοσμοῦσί τε αὐτοὺς ὡς ἀνθρώπους τοῖς ἐνδύμασιν, θεοὺς ἀργυροῦς καὶ θεοὺς χρυσοῦς καὶ ξυλίνους.
甚至将这些分给屋顶上的妓女。他们用衣服将这些银神、金神、木神装饰得像人一样。
οὗτοι δὲ οὐ διασώζονται ἀπὸ ἰοῦ καὶ βρωμάτων, περιβεβλημένων αὐτῶν3 ἱματισμὸν πορφυροῦν.
然而,尽管这些神像披着紫色的衣袍,却无法免受锈蚀和虫蛀之害。
ἐκμάσσονται τὸ πρόσωπον αὐτῶν διὰ τὸν ἐκ τῆς οἰκίας κονιορτόν, ὅς ἐστιν πλείω ἐπ᾽ αὐτοῖς.
它们的脸因神殿里厚厚积在它们身上的尘土而需被擦拭。
καὶ σκῆπτρον ἔχει ὡς ἄνθρωπος κριτὴς χώρας, ὃς τὸν εἰς αὐτὸν ἁμαρτάνοντα οὐκ ἀνελεῖ.
有的像地方官长一样手里拿着权杖,却不能处死得罪它的人。
ἔχει δὲ ἐνχειρίδιον δεξιᾷ καὶ πέλεκυν, ἑαυτὸν δὲ ἐκ πολέμου καὶ λῃστῶν οὐκ ἐξελεῖται. ὅθεν γνώριμοί εἰσιν οὐκ ὄντες θεοί· μὴ οὖν φοβηθῆτε αὐτούς.
它右手拿着短剑和斧头,却不能自救免受战争和强盗之害。由此可知,它们绝非神明,所以不要怕它们。
Ὥσπερ γὰρ σκεῦος ἀνθρώπου συντριβὲν ἀχρεῖον γίνεται,
因为,就像人的器皿打碎了就毫无用处一样,
τοιοῦτοι ὑπάρχουσιν οἱ θεοὶ αὐτῶν, καθιδρυμένων αὐτῶν ἐν τοῖς οἴκοις. οἱ ὀφθαλμοὶ αὐτῶν πλήρεις εἰσὶν κονιορτοῦ ἀπὸ τῶν ποδῶν τῶν εἰσπορευομένων.
他们的神像也是如此。当它们被安放在庙宇里时,它们的眼睛因进来之人的脚所扬起的尘土而模糊。
καὶ ὥσπερ τινὶ ἠδικηκότι βασιλέα4 περιπεφραγμέναι εἰσὶν αἱ αὐλαί, ὡς ἐπὶ θανάτῳ ἀπηγμένῳ, τοὺς οἴκους αὐτῶν ὀχυροῦσιν οἱ ἱερεῖς θυρώμασίν τε καὶ κλείθροις καὶ μοχλοῖς, ὅπως ὑπὸ τῶν λῃστῶν μὴ συληθῶσι.
犹如得罪君王而被带去处决的人,其庭院四周被严密防守一样,祭司们用门、锁、闩把庙宇加固,免得被强盗劫掠。
λύχνους καίουσιν καὶ πλείους ἢ ἑαυτοῖς, ὧν οὐδένα δύνανται ἰδεῖν.
他们为它们点亮灯烛,甚至比为自己点得还多,而它们却一盏也看不见。
ἔστιν μὲν ὥσπερ δοκὸς τῶν ἐκ τῆς οἰκίας, τὰς δὲ καρδίας αὐτῶν φασὶν ἐκλείχεσθαι· τῶν ἀπὸ τῆς γῆς ἑρπετῶν κατεσθόντων αὐτούς τε καὶ τὸν ἱματισμὸν αὐτῶν οὐκ αἰσθάνονται.
它们就像庙宇里的梁木,据说它们的内心已被舔食干净;当土地上的昆虫啃食它们和它们的衣服时,它们毫无知觉。
μεμελανωμένοι τὸ πρόσωπον αὐτῶν ἀπὸ τοῦ καπνοῦ τοῦ ἐκ τῆς οἰκίας.
它们的脸因庙宇里出来的烟而变黑。
ἐπὶ τὸ σῶμα αὐτῶν καὶ ἐπὶ τὴν κεφαλὴν ἐφίπτανται νυκτερίδες, χελιδόνες καὶ τὰ ὄρνεα, ὡσαύτως δὲ καὶ οἱ αἴλουροι.
蝙蝠、燕子和其他鸟类在它们的身体和头上飞来飞去,猫也是如此。
ὅθεν γνώσεσθε ὅτι οὐκ εἰσὶν θεοί· μὴ οὖν φοβεῖσθε αὐτά.
由此你们可以知道它们绝非神明,所以不要怕它们。
Τὸ γὰρ χρυσίον ὃ περίκεινται εἰς κάλλος, ἐὰν μή τις ἐκμάξῃ τὸν ἰόν, οὐ μὴ στίλψωσιν· οὐδὲ γὰρ ὅτε ἐχωνεύοντο ᾐσθάνοντο.
因为,它们身上为了美观而包上的金子,若不把锈擦去,就不能发光;甚至在它们被熔铸的时候,它们也毫无知觉。
ἐκ πάσης τιμῆς ἠγορασμένα ἐστίν, ἐν οἷς οὐκ ἔστιν πνεῦμα.
它们是用极高的代价买来的,但在它们里面却毫无气息。
- 4ὑμᾶς λάβῃ
虚拟语气 λάβῃ 受 μή 支配,表示强烈的警戒,意在警告被掳的犹太人在目睹外邦人的偶像崇拜时不要产生恐惧。
- 5ἰδόντας
宾格分词 ἰδόντας 在语法上本应是主格 ἰδόντες(呼应命令句 εὐλαβήθητε 的第二人称复数主语),但因受到前文宾格 ὑμᾶς 的格吸引,或作为独立宾格结构使用,而呈现出不规则的语法特征。
- 11περιβεβλημένων αὐτῶν
属格绝对结构。αὐτῶν(指代偶像)作属格主语,修饰它的被动完成分词是 περιβεβλημένων。原本带双宾格的动词在变更为被动语态后,表示衣服的宾格 ἱματισμὸν πορφυροῦν 作为保留宾格被保留下来。
- 17ὥσπερ τινὶ ἠδικηκότι βασιλέα
与格 τινὶ ἠδικηκότι 表示比喻中受影响的人:“正如对于得罪君王的某人[其庭院被紧锁]一样”,在此建立起一个严密的比喻,用以形容神殿防备盗贼的森严程度。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — insert 1 处
- 2026-09-21 AI校阅 — 原文 2 处
