- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.27.1-9.27.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-02
本文讨论了忒斯庇埃对厄洛斯崇拜的起源和历史,叙述了由普拉克西特列斯雕刻的著名厄洛斯像遭罗马皇帝掠夺的命运,并介绍了有关赫拉克勒斯圣所处女祭司起源的神话,进而考证该圣所实际上属于更古老的伊达指头神赫拉克勒斯。
θεῶν δὲ οἱ Θεσπιεῖς τιμῶσιν Ἔρωτα μάλιστα ἐξ ἀρχῆς, καί σφισιν ἄγαλμα παλαιότατόν ἐστιν ἀργὸς λίθος. ὅστις δὲ ὁ καταστησάμενος1 Θεσπιεῦσιν Ἔρωτα θεῶν σέβεσθαι μάλιστα, οὐκ οἶδα. σέβονται δὲ οὐδέν τι ἧσσον καὶ Ἑλλησποντίων Παριανοί, τὸ μὲν ἀνέκαθεν ἐξ Ἰωνίας καὶ Ἐρυθρῶν ἀπῳκισμένοι, τὰ δὲ ἐφʼ ἡμῶν τελοῦντες ἐς Ῥωμαίους.
在诸神之中,忒斯庇埃人自始至终最崇敬厄洛斯,他们拥有一尊用未经雕琢的石头做成的极古老的雕像。至于究竟是谁规定忒斯庇埃人要在诸神中最为崇敬厄洛斯,我并不知道。赫勒斯滂的帕里亚诺伊人也同样崇拜他,他们最初是来自伊奥尼亚和埃里特莱的殖民者,但在我们的时代属于罗马人管辖。
Ἔρωτα δὲ ἄνθρωποι μὲν οἱ πολλοὶ νεώτατον θεῶν εἶναι καὶ Ἀφροδίτης παῖδα ἥγηνται· Λύκιος δὲ Ὠλήν, ὃς καὶ τοὺς ὕμνους τοὺς ἀρχαιοτάτους ἐποίησεν Ἕλλησιν, οὗτος ὁ Ὠλὴν ἐν Εἰλειθυίας ὕμνῳ μητέρα Ἔρωτος τὴν Εἰλείθυιάν φησιν εἶναι. Ὠλῆνος δὲ ὕστερον Πάμφως τε ἔπη καὶ Ὀρφεὺς ἐποίησαν· καί σφισιν ἀμφοτέροις πεποιημένα ἐστὶν ἐς Ἔρωτα, ἵνα ἐπὶ τοῖς δρωμένοις Λυκομίδαι καὶ ταῦτα ᾄδωσιν· ἐγὼ δὲ ἐπελεξάμην ἀνδρὶ ἐς λόγους ἐλθὼν δᾳδουχοῦντι. καὶ τῶν μὲν οὐ πρόσω ποιήσομαι μνήμην· Ἡσίοδον δὲ ἢ τὸν Ἡσιόδῳ Θεογονίαν ἐσποιήσαντα οἶδα γράψαντα ὡς Χάος πρῶτον, ἐπὶ δὲ αὐτῷ Γῆ τε καὶ Τάρταρος καὶ Ἔρως γένοιτο·
大多数人认为厄洛斯是诸神中最年轻的,也是阿佛洛狄忒之子;但吕基亚人奥伦,也就是为希腊人创作了最古老赞歌的那位奥伦,在给埃勒堤亚的赞歌中说,埃勒堤亚是厄洛斯的母亲。在奥伦之后,潘波斯和奥非乌斯也创作了诗歌;他们两人都有关于厄洛斯的创作,以便吕科米代人在仪式上歌唱。我曾有机会与一位持火炬者交谈,并阅读了这些诗歌。对于这些诗歌我不再做过多的提及;但我知道,赫西俄德,或者是把《神谱》插入赫西俄德作品中的人写道,首先产生了卡俄斯,随后便产生了该亚、塔耳塔洛斯和厄洛斯。
Σαπφὼ δὲ ἡ Λεσβία πολλά τε καὶ οὐχ ὁμολογοῦντα ἀλλήλοις ἐς Ἔρωτα ᾖσε. Θεσπιεῦσι δὲ ὕστερον χαλκοῦν εἰργάσατο Ἔρωτα Λύσιππος, καὶ ἔτι πρότερον τούτου Πραξιτέλης λίθου τοῦ Πεντελῆσι. καὶ ὅσα μὲν εἶχεν ἐς Φρύνην2 καὶ τὸ ἐπὶ Πραξιτέλει τῆς γυναικὸς σόφισμα, ἑτέρωθι ἤδη μοι δεδήλωται· πρῶτον δὲ τὸ ἄγαλμα κινῆσαι τοῦ Ἔρωτος λέγουσι Γάιον δυναστεύσαντα ἐν Ῥώμῃ, Κλαυδίου δὲ ὀπίσω Θεσπιεῦσιν ἀποπέμψαντος Νέρωνα αὖθις δεύτερα ἀνάσπαστον ποιῆσαι.
莱斯博斯的萨福唱过许多关于厄洛斯且互不一致的事情。后来,利西波斯为忒斯庇埃人制作了一尊青铜的厄洛斯像,在此之前,普拉克西特列斯还用彭特利库斯山的大理石制作了一尊。所有关于普里妮以及该女子对普拉克西特列斯所用计谋的事,我已经在他处说明。据说,最早移走厄洛斯像的是在罗马掌权的盖乌斯,虽然克劳狄乌斯后来将其送还给忒斯庇埃人,但尼禄又一次将其掠走。
καὶ τὸν μὲν φλὸξ αὐτόθι διέφθειρε· τῶν δὲ ἀσεβησάντων3 ἐς τὸν θεὸν ὁ μὲν ἀνθρώπῳ στρατιώτῃ διδοὺς ἀεὶ τὸ αὐτὸ σύνθημα μετὰ ὑπούλου χλευασίας ἐς τοσοῦτο προήγαγε θυμοῦ τὸν ἄνθρωπον ὥστε σύνθημα διδόντα αὐτὸν διεργάζεται, Νέρωνι δὲ παρὲξ ἢ τὰ ἐς τὴν μητέρα ἐστὶ καὶ ἐς γυναῖκας γαμετὰς ἐναγῆ τε καὶ ἀνέραστα τολμήματα. τὸν δὲ ἐφʼ ἡμῶν Ἔρωτα ἐν Θεσπιαῖς ἐποίησεν Ἀθηναῖος Μηνόδωρος, τὸ ἔργον τὸ Πραξιτέλους μιμούμενος.
而它就在那里被大火烧毁了。在那些对神不敬的人当中,一人因为总是带着阴险的嘲弄对一名士兵给出一句相同的口令,从而激怒了那名士兵,以至于在授口令时那人被该士兵刺死;而尼禄除了对其母的行为之外,对他的结发妻子们也犯下了污秽且毫无爱意的暴行。在我们的时代,忒斯庇埃的厄洛斯像是雅典人梅诺多罗斯模仿普拉克西特列斯的作品制作的。
ἐνταῦθα καὶ αὐτοῦ Πραξιτέλους Ἀφροδίτη καὶ Φρύνης ἐστὶν εἰκών, λίθου καὶ ἡ Φρύνη καὶ ἡ θεός. ἔστι δὲ καὶ ἑτέρωθι Ἀφροδίτης Μελαινίδος ἱερὸν καὶ θέατρόν τε καὶ ἀγορὰ θέας ἄξια· ἐνταῦθα Ἡσίοδος ἀνάκειται χαλκοῦς. τῆς ἀγορᾶς οὐ πόρρω Νίκη τε χαλκοῦ καὶ ναὸς Μουσῶν ἐστιν οὐ μέγας· ἀγάλματα δὲ ἐν αὐτῷ μικρὰ λίθου πεποιημένα.
这里还有普拉克西特列斯亲自创作的阿佛洛狄忒像和普里妮的雕像,普里妮和女神的雕像都是大理石材质的。在另一处还有“黑”阿佛洛狄忒的圣所,以及值得一看的剧场和广场;广场上矗立着一尊青铜的赫西俄德像。离广场不远处有一尊青铜的尼刻像和一座规模不大的缪斯神庙,庙内有一些用大理石制作的小雕像。
καὶ Ἡρακλέους Θεσπιεῦσίν ἐστιν ἱερόν· ἱερᾶται δὲ αὐτοῦ παρθένος, ἔστʼ ἂν ἐπιλάβῃ τὸ χρεὼν αὐτήν. αἴτιον δὲ τούτου φασὶν εἶναι τοιόνδε, Ἡρακλέα ταῖς θυγατράσι πεντήκοντα οὔσαις ταῖς Θεστίου συγγενέσθαι πάσαις πλὴν μιᾶς ἐν τῇ αὐτῇ νυκτί· ταύτην δὲ οὐκ ἐθελῆσαί οἱ τὴν μίαν μιχθῆναι· τὸν δὲ ὑβρισθῆναι νομίζοντα δικάσαι μένειν παρθένον πάντα αὐτὴν τὸν βίον ἱερωμένην αὐτῷ.
忒斯庇埃人也有一座赫拉克勒斯圣所,由一位处女担任其女祭司,直至死亡降临。据说,对此的原因如下:赫拉克勒斯在同一个晚上与忒斯提俄斯的五十个女儿(除了一人之外)全部交合;而唯独这一人拒绝与他同床;他认为受到了侮辱,便判定她必须终生保持处女之身,作为女祭司为他服务。
ἐγὼ δὲ ἤκουσα μὲν καὶ ἄλλον λόγον, ὡς διὰ πασῶν ὁ Ἡρακλῆς τῶν Θεστίου παρθένων διεξέλθοι τῇ αὐτῇ νυκτὶ καὶ ὡς ἄρσενας παῖδας αὐτῷ πᾶσαι τέκοιεν, διδύμους δὲ ἥ τε νεωτάτη καὶ ἡ πρεσβυτάτη· ἐκεῖνο δὲ οὐκ ἔστιν ὅπως4 ἡγήσομαι πιστόν, Ἡρακλέα ἐπὶ τοσοῦτο ὀργῆς ἀνδρὸς φίλου θυγατρὶ ἀφικέσθαι· πρὸς δὲ καὶ ἡνίκα ἔτι ἦν μετʼ ἀνθρώπων, τιμωρούμενός τε ἄλλους ὑβρίζοντας καὶ μάλιστα ὅσοι θεῶν ἀσεβεῖς ἦσαν, οὐκ ἂν αὐτός γε κατεστήσατο αὑτῷ ναόν τε καὶ ἱέρειαν ὥσπερ δὴ θεός.
我还听过另一种说法,即赫拉克勒斯在同一个晚上遍及了忒斯提俄斯的所有女儿,且所有人自他生下了男孩,其中最年轻的和最年长者生了双胞胎。然而,我无论如何不能相信,赫拉克勒斯会对一个朋友的女儿怀有如此大的愤怒。此外,当他还活在人间、惩罚其他骄傲自大者,特别是对神不敬之人时,他自己绝不会像神一样,为自己建立神庙并设立女祭司。
ἀλλὰ γὰρ ἐφαίνετό μοι τὸ ἱερὸν τοῦτο ἀρχαιότερον ἢ κατὰ Ἡρακλέα εἶναι τὸν Ἀμφιτρύωνος, καὶ Ἡρακλέους τοῦ καλουμένου τῶν Ἰδαίων Δακτύλων, οὗ δὴ καὶ Ἐρυθραίους τοὺς ἐν Ἰωνίᾳ καὶ Τυρίους ἱερὰ ἔχοντας εὕρισκον. οὐ μὴν οὐδὲ οἱ Βοιωτοὶ τοῦ Ἡρακλέους ἠγνόουν τοῦτο τὸ ὄνομα, ὅπου γε αὐτοὶ τῆς Μυκαλησσίας Δήμητρος Ἡρακλεῖ τῷ Ἰδαίῳ τὸ ἱερὸν ἐπιτετράφθαι λέγουσιν.
其实,在我看来,这座圣所要比安菲特律翁之子赫拉克勒斯的时代更为古老,它属于被称为伊达指头神之一的赫拉克勒斯,我发现伊奥尼亚的埃里特莱人和泰尔人也拥有其圣所。诚然,玻俄提亚人也并非不知道赫拉克勒斯的一个名字,因为他们自己也说,米卡列索斯的德墨忒尔圣所是委托给伊达的赫拉克勒斯的。
- 9.27.1ὅστις δὲ ὁ καταστησάμενος
句中 ὅστις δὲ ὁ καταστησάμενος ... οὐκ οἶδα 构成间接疑问句。不定式 σέβεσθαι 在语法上依附于分词 καταστησάμενος,意为“规定他们要最崇敬……的人”。
- 9.27.3ὅσα μὲν εἶχεν ἐς Φρύνην
动词 ἔχω 配合介词短语(ἐς)是表示“与……有关”的惯用表达,其主语 ὅσα 是中性复数关系代词。
- 9.27.4τῶν δὲ ἀσεβησάντων
短语 τῶν δὲ ἀσεβησάντων 是部分属格。虽然前半句使用了主格的对比词 ὁ μὲν(指盖乌斯),但与其相呼应的后半句却以与格的 Νέρωνι δὲ 引入,造成了破格句(anacoluthon)现象。
- 9.27.7οὐκ ἔστιν ὅπως
短语 οὐκ ἔστιν ὅπως 后接将来时直陈语气(此处为 ἡγήσομαι)是一种强烈的否定惯用语,意为“绝不可能……”或“我断不可能认为……”。
