- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.26.1-9.26.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-01
保萨尼亚斯记述了卡贝里神庙附近的泰内罗斯平原及赫拉克勒斯神庙,详细探讨了有关斯芬克斯与俄狄浦斯的两种传说,随后经奥恩凯斯托斯前往忒斯庇埃,讲述了与拯救者宙斯像有关的恶龙与青年的故事。
οὕτω μὲν τὸ ἱερὸν τοῦτό ἐστιν ἐξ ἀρχῆς ἅγιον· τοῦ Καβειρίου δὲ ἐν δεξιᾷ πεδίον ἐστὶν ἐπώνυμον Τηνέρου μάντεως, ὃν Ἀπόλλωνος παῖδα εἶναι καὶ Μελίας νομίζουσι, καὶ Ἡρακλέους ἱερὸν μέγα ἐπίκλησιν Ἱπποδέτου· τούς τε γὰρ Ὀρχομενίους φασὶν ἐς τοῦτο ἀφῖχθαι στρατιᾷ καὶ τὸν Ἡρακλέα νύκτωρ τοὺς ἵππους λαβόντα συνδῆσαί σφισι τοὺς ὑπὸ τοῖς ἅρμασι.
因此,这座圣所自始至终都是神圣的。在卡贝里神庙右侧,是一片以预言家泰内罗斯命名的平原,人们认为他是阿波罗和美利亚之子;这里还有一座被称为“束马者”的赫拉克勒斯的巨大神庙,因为据说奥尔科梅诺斯人曾率军抵达此处,而赫拉克勒斯在夜间将他们战车下的马匹全部牵走并捆绑起来。
προελθόντων1 δὲ τὸ ὄρος ἐστὶν ὅθεν τὴν Σφίγγα λέγουσιν ὁρμᾶσθαι ἐπʼ ὀλέθρῳ τῶν ἁρπαζομένων αἴνιγμα ᾄδουσαν· οἱ δὲ κατὰ λῃστείαν σὺν δυνάμει ναυτικῇ πλανωμένην φασὶν αὐτὴν ἐς τὴν πρὸς Ἀνθηδόνι σχεῖν θάλασσαν, καταλαβοῦσαν δὲ τὸ ὄρος τοῦτο ἁρπαγαῖς χρῆσθαι, πρὶν ἐξεῖλεν Οἰδίπους αὐτὴν ὑπερβαλόμενος πλήθει στρατιᾶς ἣν ἀφίκετο ἔχων ἐκ Κορίνθου.
对于向前行进的人来说,有一座山,据说斯芬克斯曾从那里出发,唱着她的谜语,去毁灭那些被她掳走的人。但也有人说,她带着一支海军因海盗行为而四处流浪,在靠近安特东的海域靠岸,并占领了这座山进行掠夺,直到俄狄浦斯凭借从科林斯带来的大军,以人数优势压倒并消灭了她。
λέγεται δὲ καὶ ὡς νόθη Λαΐου θυγάτηρ εἴη, καὶ ὡς τὸν χρησμὸν τὸν Κάδμῳ δοθέντα ἐκ Δελφῶν διδάξειεν αὐτὴν κατὰ εὔνοιαν ὁ Λάιος· ἐπίστασθαι δὲ πλὴν τοὺς βασιλέας οὐδένα ἄλλον τὸ μάντευμα. ὁπότε οὖν τῇ Σφιγγὶ ἀμφισβητήσων τις ἀφίκοιτο τῆς ἀρχῆς—γενέσθαι γὰρ τῷ Λαΐῳ ἐκ παλλακῶν υἱοὺς καὶ τὰ χρησθέντα ἐκ Δελφῶν ἐς Ἐπικάστην μόνην καὶ τοὺς ἐξ ἐκείνης ἔχειν παῖδας—, τὴν οὖν Σφίγγα χρῆσθαι σοφίσμασιν ἐς τοὺς ἀδελφούς, ὡς τὸν Κάδμῳ γενόμενον χρησμὸν εἰδεῖεν ἂν2 Λαΐου γε ὄντες·3 οὐκ ἔχοντας δὲ αὐτοὺς ἀποκρίνασθαι θανάτῳ ζημιοῦν, ἅτε οὐ προσηκόντως ἀμφισβητοῦντας γένους τε καὶ ἀρχῆς. Οἰδίπους δὲ ἄρα ἀφίκετο ὑπὸ ὀνείρατος δεδιδαγμένος τὸν χρησμόν.
还有人说,她是莱乌斯的私生女,而莱乌斯出于好意,将德尔斐赐予卡德摩斯的神谕教给了她;除了历代国王之外,没有其他人知道这一神谕。因此,每当有人前来向斯芬克斯争夺王权时——因为莱乌斯与妾侍们育有几个儿子,而德尔斐的神谕规定只有伊皮卡斯特及其子女才能掌握权力——斯芬克斯就会对这些兄弟使用诡计,声称如果他们确实是莱乌斯之子,就应该知道赐予卡德摩斯的神谕;由于他们无法回答,她便将他们处死,理由是他们不当地争夺出身和王权。而俄狄浦斯似乎是在梦中得到了神谕的指引后才抵达的。
ἀπὸ δὲ τοῦ ὄρους τούτου πέντε ἀπέχει καὶ δέκα σταδίους πόλεως ἐρείπια Ὀγχηστοῦ· φασὶ δὲ ἐνταῦθα οἰκῆσαι Ποσειδῶνος παῖδα Ὀγχηστόν. ἐπʼ ἐμοῦ δὲ ναός τε καὶ ἄγαλμα Ποσειδῶνος ἐλείπετο Ὀγχηστίου καὶ τὸ ἄλσος, ὃ δὴ καὶ Ὅμηρος ἐπῄνεσε.
距离这座山十五希腊里处是奥恩凯斯托斯城的废墟;据说波塞冬之子奥恩凯斯托斯曾居住于此。在我的时代,还遗留着奥恩凯斯托斯波塞冬的神庙和雕像,以及那片连荷马也曾赞美过的圣林。
τραπομένῳ δὲ ἀπὸ τοῦ Καβειρίου τὴν ἐν ἀριστερᾷ καὶ προελθόντι ὡς πεντήκοντα σταδίους Θέσπια ὑπὸ τὸ ὄρος τὸν Ἑλικῶνα ᾤκισται. θυγατέρα δὲ εἶναι Θέσπιαν λέγουσιν Ἀσωποῦ καὶ ἀπὸ ταύτης κληθῆναι τὴν πόλιν, οἱ δὲ Θέσπιόν φασιν ἐξ Ἀθηνῶν ἐλθόντα τὸ ὄνομα τῇ πόλει δοῦναι· γεγονέναι δὲ ἀπὸ Ἐρεχθέως αὐτόν. Θεσπιεῦσι δὲ ἐν τῇ πόλει Σαώτου Διός ἐστι χαλκοῦν ἄγαλμα· ἐπιλέγουσι δὲ ὡς λυμαινομένου τὴν πόλιν ποτὲ αὐτοῖς δράκοντος προστάξειεν ὁ θεὸς τὸν κλήρῳ τῶν ἐφήβων κατὰ ἔτος ἕκαστον λαχόντα δίδοσθαι τῷ θηρίῳ. τῶν μὲν δὴ διαφθαρέντων μνημονεύειν τὰ ὀνόματα οὔ φασιν· ἐπὶ δὲ Κλεοστράτῳ λαχόντι τὸν ἐραστὴν αὐτοῦ Μενέστρατον λέγουσιν ἐπιτεχνήσασθαι.
从卡贝里神庙向左拐,前行约五十希腊里,忒斯庇埃城便坐落在赫利孔山脚下。有人说忒斯庇亚是阿索波斯的女儿,该城因她而得名;但也有人说,是从雅典来的忒斯庇奥斯给这座城市命名;据说他是厄瑞克透斯的后代。在忒斯庇埃城内,有一尊青铜的市场宙斯“萨奥特斯”(救主)像;市民们还补充说,曾有一条巨龙危害他们的城市,神便下令,每年须将一名抽签选出的青年献给这只猛兽。他们说已经记不得那些遇害者的名字了;但当抽签轮到克列奥斯特拉托斯时,据说他的爱人梅内斯特拉托斯想出了一个计策。
χαλκοῦν θώρακα ἐποιήσατο ἔχοντα ἐπὶ ἑκάστῃ τῶν φολίδων ἄγκιστρον ἐς τὸ ἄνω νεῦον· τοῦτον τὸν θώρακα ἐνδὺς παρέδωκε τῷ δράκοντι ἑκουσίως αὑτόν, παραδοὺς δὲ ἀπολεῖσθαί τε καὶ αὐτὸς4 ἀπολεῖν ἔμελλε τὸ θηρίον. ἀντὶ τούτου μὲν τῷ Διὶ γέγονεν ἐπίκλησις Σαώτης· τὸ δὲ ἄγαλμα τὸ Διονύσου καὶ αὖθις Τύχης, ἑτέρωθι δὲ Ὑγείας, τὴν δὲ Ἀθηνᾶν τὴν Ἐργάνην καὶ αὐτὴν καὶ Πλοῦτόν οἱ παρεστηκότα ἐποίησε.
他制作了一件青铜胸甲,其上的每一片鳞甲上都带有向上弯曲的钩子;穿上这件胸甲后,他自愿将自己献给巨龙,意在献身的同时,虽然自己会死去,但也必将毁灭那只猛兽。为了纪念这一功绩,宙斯得到了“萨奥特斯”的别称;而同一位雕刻家还制作了狄奥尼索斯的雕像、以及福尔图娜(幸运)的雕像,在另一处制作了健康女神的雕像,还有工匠雅典娜本身以及立于其旁的普鲁托斯(财富)像。
- 9.26.2προελθόντων
属格复数分词,在此用作省略主语的属格独立结构,或用以代替与格表示方向与对象(“对于向前行进的人来说”)。这是保萨尼亚斯在地理路线指引中常用的特征性文体。
- 9.26.3εἰδεῖεν ἂν
间接引语 ὡς 从句中的 ἄν 连用希求法。此结构保留了直接引语中的潜在希求法(εἰδεῖτε ἄν “你们应该知道”),在主句历史时态动词(χρῆσθαι)之后形式未发生改变。
- 9.26.3Λαΐου γε ὄντες
表示条件的分词用法,相当于条件从句 εἰ εἶεν(“如果他们确实是莱乌斯之子”)。属格 Λαΐου 表示出身或血统关系。
- 9.26.8αὐτός
主格中的强意代词,用于主格不定式构文(nominative with infinitive)。由于不定式(ἀπολεῖσθαι 与 ἀπολεῖν)的逻辑主语与主句限动词(ἔμελλε)的主语相同,故用主格而不是宾格,用以强调梅内斯特拉托斯本人。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
