- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.47.1-8.47.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-31
介绍特格阿的阿莱亚雅典娜神庙的神像、奉纳物和祭祀仪式,以及附近的其他遗迹,并阐明具有守护城市传说的城邦雅典娜神庙和引导者阿耳忒弥斯圣所的来历。
τὸ δὲ ἄγαλμα ἐν Τεγέᾳ τὸ ἐφʼ ἡμῶν ἐκομίσθη μὲν ἐκ δήμου τοῦ Μανθουρέων, Ἱππία δὲ παρὰ τοῖς Μανθουρεῦσιν εἶχεν ἐπίκλησιν, ὅτι τῷ ἐκείνων λόγῳ γινομένης τοῖς θεοῖς πρὸς γίγαντας μάχης ἐπήλασεν Ἐγκελάδῳ ἵππων τὸ ἅρμα· Ἀλέαν μέντοι καλεῖσθαι καὶ ταύτην ἔς τε Ἕλληνας τοὺς ἄλλους καὶ ἐς αὐτοὺς Πελοποννησίους ἐκνενίκηκε.1 τῷ δὲ ἀγάλματι τῆς Ἀθηνᾶς τῇ μὲν Ἀσκληπιός, τῇ δὲ Ὑγείᾳ παρεστῶσά ἐστι λίθου τοῦ Πεντελησίου, Σκόπα δὲ ἔργα Παρίου.
在我们时代的特格阿的神像,是从曼图雷斯人的德莫斯(区)运来的,在曼图雷斯人中它有“希庇亚(马的)”的称号,因为据他们的传说,在神明对巨人的战斗发生时,她驾着马战车冲向了恩克拉多斯。然而,在其余的希腊人以及伯罗奔尼撒人自己当中,将这一尊也称为“阿莱亚”的做法最终占据了上风。在这尊雅典娜神像的旁边,一侧立着阿斯克勒庇俄斯,另一侧立着许癸厄亚,它们是用彭特利库斯山的石料制成的,是帕罗斯人斯科帕斯的作品。
ἀναθήματα δὲ ἐν τῷ ναῷ τὰ ἀξιολογώτατα, ἔστι μὲν τὸ δέρμα ὑὸς τοῦ Καλυδωνίου, διεσήπετο δὲ ὑπὸ τοῦ χρόνου καὶ ἐς ἅπαν ἦν τριχῶν ἤδη ψιλόν· εἰσὶ δὲ αἱ πέδαι κρεμάμεναι, πλὴν ὅσας ἠφάνισεν αὐτῶν ἰός, ἅς γε ἔχοντες Λακεδαιμονίων οἱ αἰχμάλωτοι τὸ πεδίον Τεγεάταις ἔσκαπτον· κλίνη τε ἱερὰ τῆς Ἀθηνᾶς καὶ Αὔγης εἰκὼν γραφῇ μεμιμημένη Μαρπήσσης τε ἐπίκλησιν2 Χοίρας, γυναικὸς Τεγεάτιδος, ἀνάκειται τὸ ὅπλον.
神庙中最值得注意的奉纳物,一方面是卡吕冬野猪的皮,但它因时间流逝而腐烂,如今已经完全没有毛了;还有挂着的锁链,除了其中被铁锈侵蚀而消失的部分,当年拉凯戴蒙人的俘虏们就是戴着这些锁链为特格阿人开垦平原的。另外,还奉纳有雅典娜的圣床、用画笔描绘的奥革的肖像,以及绰号为“霍伊拉(母猪)”的特格阿妇女马尔佩萨的武器。
ταύτης μὲν δὴ ποιησόμεθα καὶ ὕστερον μνήμην· ἱερᾶται δὲ τῇ Ἀθηνᾷ παῖς χρόνον οὐκ οἶδα ὅσον τινά, πρὶν δὲ ἡβάσκειν καὶ οὐ πρόσω, τὴν ἱερωσύνην.3 τῇ θεῷ δὲ ποιηθῆναι τὸν βωμὸν ὑπὸ Μελάμποδος τοῦ Ἀμυθάονος λέγουσιν· εἰργασμέναι δὲ ἐπὶ τῷ βωμῷ Ῥέα μὲν καὶ Οἰνόη νύμφη παῖδα ἔτι νήπιον Δία ἔχουσιν, ἑκατέρωθεν δέ εἰσι τέσσαρες ἀριθμόν, Γλαύκη καὶ Νέδα καὶ Θεισόα καὶ Ἀνθρακία, τῇ δὲ Ἴδη καὶ Ἁγνὼ καὶ Ἀλκινόη τε καὶ Φρίξα. πεποίηται δὲ καὶ Μουσῶν καὶ Μνημοσύνης ἀγάλματα.
关于这位妇女,我们稍后也会提及。为雅典娜担任神职的是一个孩子,我不知道具体是多长时间,但在其青春期之前且不超过该时期,他担任这一祭司职务。人们说,女神的祭坛是由阿米塔翁之子梅兰波斯建造的。在祭坛上雕刻着,瑞亚和宁芙仙女奥伊诺厄抱着尚是婴儿的宙斯,两旁各有四位宁芙仙女,一侧是格劳刻、内达、塞索阿和安特拉基亚,另一侧是伊德、哈格诺、阿尔基诺厄和普里克萨。此外还制作了缪斯女神们和姆涅莫辛涅的雕像。
τοῦ ναοῦ δὲ οὐ πόρρω στάδιον χῶμα γῆς ἐστι, καὶ ἄγουσιν ἀγῶνας ἐνταῦθα, Ἀλεαῖα ὀνομάζοντες ἀπὸ τῆς Ἀθηνᾶς, τὸν δὲ Ἁλώτια, ὅτι Λακεδαιμονίων τὸ πολὺ ἐν τῇ μάχῃ ζῶντας εἷλον. ἔστι δὲ ἐν τοῖς πρὸς ἄρκτον τοῦ ναοῦ κρήνη, καὶ ἐπὶ ταύτῃ βιασθῆναι τῇ κρήνῃ φασὶν Αὔγην ὑπὸ Ἡρακλέους, οὐχ ὁμολογοῦντες Ἑκαταίῳ τὰ ἐς αὐτήν. ἀπωτέρω δὲ τῆς κρήνης ὅσον σταδίοις τρισίν ἐστιν Ἑρμοῦ ναὸς Αἰπύτου.
离神庙不远的地方有一个用土堆成的体育场(斯塔狄翁),他们在那里举行竞技会,因雅典娜而将一者命名为“阿莱亚”,将另一者命名为“哈洛蒂亚”,因为他们在战斗中活捉了大部分拉凯戴蒙人。在神庙的北侧有一口泉水,人们说奥革在这口泉水旁被赫拉克勒斯强暴,但在关于她的事情上,他们并不赞同赫卡泰奥斯的说法。离这口泉水大约三斯塔狄翁远的地方,有埃庇托斯的赫耳墨斯神庙。
Τεγεάταις δέ ἐστι καὶ ἄλλο ἱερὸν Ἀθηνᾶς Πολιάτιδος, ἑκάστου δὲ ἅπαξ ἔτους ἱερεὺς ἐς αὐτὸ ἔσεισι· τοῦτο Ἔρυμα τὸ ἱερὸν ὀνομάζουσι, λέγοντες ὡς Κηφεῖ τῷ Ἀλέου γένοιτο δωρεὰ παρὰ Ἀθηνᾶς ἀνάλωτον ἐς τὸν πάντα χρόνον εἶναι Τεγέαν, καὶ αὐτῷ φασιν ἐς φυλακὴν τῆς πόλεως ἀποτεμοῦσαν4 τὴν θεὸν δοῦναι τριχῶν τῶν Μεδούσης.
特格阿人还有另一座城邦守护者(波利亚斯)雅典娜的神庙,每年只有一次祭司进入其中;他们称这座神庙为“埃里马(防线)”,并说阿莱乌斯之子刻甫斯得到了雅典娜的恩赐,使特格阿永远不可被攻破,他们说女神为了守护这座城市,剪下了美杜莎的一部分头发并交给了他。
ἐς δὲ τὴν Ἄρτεμιν, Ἡγεμόνην τὴν αὐτήν, τοιάδε λέγουσιν. Ὀρχομενίων τῶν ἐν Ἀρκαδίᾳ τυραννίδα ἔσχεν Ἀριστομηλίδας, ἐρασθεὶς δὲ Τεγεάτιδος παρθένου καὶ ἐγκρατὴς ὅτῳ δὴ τρόπῳ γενόμενος ἐπιτρέπει τὴν φρουρὰν αὐτῆς Χρονίῳ· καὶ ἡ μέν, πρὶν ἀναχθῆναι παρὰ τὸν τύραννον, ἀποκτίννυσιν ἑαυτὴν ὑπὸ δείματός τε καὶ αἰδοῦς, Χρόνιον δὲ Ἀρτέμιδος ἐπήγειρεν ὄψις ἐπὶ Ἀριστομηλίδαν· φονεύσας δὲ ἐκεῖνον καὶ ἐς Τεγέαν φυγὼν ἐποίησεν ἱερὸν τῇ Ἀρτέμιδι.
至于阿耳忒弥斯,即被称为“赫革摩涅(引导者)”的那位,人们讲述了这样的故事。阿利斯托梅利达斯篡夺了阿尔卡迪亚的奥尔霍梅诺斯人的僭主之位,他爱上了一位特格阿的处女,并用某种方式占有了她,然后将对她的看守交给了克罗尼奥斯。而她在被带到僭主面前之前,因恐惧和羞耻而自尽。阿耳忒弥斯的幻象激起了克罗尼奥斯对抗阿利斯托梅利达斯。他杀死了那个人,逃往特格阿,并为阿耳忒弥斯建造了一座圣所。
- 8.47.1Ἀλέαν μέντοι καλεῖσθαι καὶ ταύτην ἔς τε Ἕλληνας τοὺς ἄλλους καὶ ἐς αὐτοὺς Πελοποννησίους ἐκνενίκηκε.
动词 ἐκνενίκηκε(νικάω 的完成时)在此处作不及物或无人称使用,意思是“占了上风”或“确立下来”,并以不定式从句 Ἀλέαν ... καλεῖσθαι(这一尊也被称为阿莱亚)作为其主语。
- 8.47.2ἐπίκλησιν
关系宾格(或限定宾格),与名词 Χοίρας 连用,意为“绰号为‘霍伊拉(母猪)’的”,修饰 Μαρπήσσης。
- 8.47.3ἱερᾶται ... τὴν ἱερωσύνην
τὴν ἱερωσύνην(神职)作为被动/中动动词 ἱερᾶται(担任祭司)的同源宾格(cognate accusative),用以补充说明“履行祭司职责”。
- 8.47.5ἀποτεμοῦσαν
宾格分词(阴性单数不确定过去时),修饰 τὴν θεὸν(女神)。在由动词 φασιν 引导的宾格不定式(AcI)结构中,τὴν θεὸν 是不定式 δοῦναι 的主语宾格。
