← 保萨尼亚斯

希腊志

§8.36.1-8.36.10

美叙德里翁与通往迈纳洛斯山的道路

保萨尼亚斯描述了前往美叙德里翁的道路以及关于雷亚和泽乌斯的当地神话,随后记录了从麦加洛波利斯前往迈纳洛斯山和阿卡刻西翁沿途的圣所、废墟等景观。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.36.1

τὸ ἀπὸ τούτου δὲ ἐς μνήμην οὐδὲν ἄλλο ὅτι μὴ αὐτὸ τὸ Μεθύδριον λείπεται· ὁδὸς δὲ ἐκ Τρικολώνων ἐς αὐτὸ στάδιοι τριῶν δέοντες τεσσαράκοντα καὶ ἑκατόν.1 ὠνομάσθη μὲν δὴ Μεθύδριον, ὅτι κολωνός ἐστιν ὑψηλὸς Μαλοίτα τε ποταμοῦ καὶ Μυλάοντος μέσος, ἐφʼ ᾧ τὴν πόλιν ὁ Ὀρχομενὸς ᾤκιζε· πρὶν δὲ ἢ συντελεῖν ἐς τὸ Μεγαλοπολιτικόν, γεγόνασι καὶ Μεθυδριεῦσιν ἀνδράσιν Ὀλυμπικαὶ νῖκαι.

自此之后,除美叙德里翁本身之外,再无其他值得记述的地方;从特里科洛诺伊到该地的路程为一百三十七个斯塔德。它确实被命名为美叙德里翁,因为有一座高耸的山丘位于马洛埃塔斯河与米拉翁河之间,奥尔科梅诺斯曾在此建立该城。在并入麦加洛波利斯同盟之前,美叙德里翁人也曾获得过奥林匹亚的胜利。

§8.36.2

ἔστι δὲ ἐν Μεθυδρίῳ Ποσειδῶνός τε Ἱππίου ναός, οὗτος μὲν ἐπὶ τῷ Μυλάοντί ἐστι· τὸ δὲ ὄρος τὸ Θαυμάσιον καλούμενον κεῖται μὲν ὑπὲρ τὸν ποταμὸν τὸν Μαλοίταν, ἐθέλουσι δὲ οἱ Μεθυδριεῖς τὴν Ῥέαν, ἡνίκα τὸν Δία εἶχεν ἐν τῇ γαστρί, ἐς τοῦτο ἀφικέσθαι τὸ ὄρος, παρασκευάσασθαι δὲ αὑτῇ καὶ βοήθειαν, ἢν ὁ Κρόνος ἐπʼ αὐτὴν ἴῃ, τόν τε Ὁπλάδαμον καὶ ἄλλους ὅσοι περὶ ἐκεῖνον ἦσαν γίγαντες·

在美叙德里翁有一座波塞冬·希皮奥斯的神庙,它位于米拉翁河畔。被称为索马西翁的山坐落在马洛埃塔斯河上方,美叙德里翁人声称,雷亚在怀有泽乌斯时来到了这座山,并为自己准备了防卫力量,以防克罗诺斯袭击她,即霍普拉达摩斯以及他身边的其他巨人。

§8.36.3

καὶ τεκεῖν μὲν συγχωροῦσιν αὐτὴν ἐν μοίρᾳ τινὶ τοῦ Λυκαίου, τὴν δὲ ἐς τὸν Κρόνον ἀπάτην καὶ ἀντὶ τοῦ παιδὸς τὴν λεγομένην ὑπὸ Ἑλλήνων ἀντίδοσιν τοῦ λίθου γενέσθαι φασὶν ἐνταῦθα. ἔστι δὲ πρὸς τῇ κορυφῇ τοῦ ὄρους σπήλαιον τῆς Ῥέας, καὶ ἐς αὐτὸ ὅτι μὴ γυναιξὶ μόναις ἱεραῖς τῆς θεοῦ ἀνθρώπων γε οὐδενὶ ἐσελθεῖν ἔστι τῶν ἄλλων.

他们承认她是在吕凯翁山的某处生下了他,但他们说,对克罗诺斯的欺骗,以及希腊人所说的用石头代替孩子交换的事,是发生在这里。在靠近山顶的地方有雷亚的洞窟,除了专门侍奉该女神的圣职妇女之外,其他任何人都不得进入。

§8.36.4

Μεθυδρίου δὲ ὡς τριάκοντα ἀπέχει σταδίους Νυμφασία πηγή· τοσοῦτοι δὲ ἀπὸ Νυμφασίας ἕτεροι πρὸς τοὺς Μεγαλοπολιτῶν εἰσι καὶ Ὀρχομενίων τε κοινοὺς καὶ Καφυατῶν ὅρους.

距离美叙德里翁大约三十个斯塔德的地方是宁法西亚泉;从宁法西亚再前行相同距离,便到达麦加洛波利斯人、奥尔科梅诺斯人与卡皮亚埃人共同的边界。

§8.36.5

Μεγαλοπολίταις δὲ διὰ τῶν ἐπὶ τὸ ἕλος ὀνομαζομένων πυλῶν, διὰ τούτων ὁδεύουσιν ἐς Μαίναλον παρὰ τὸν ποταμὸν τὸν Ἑλισσόντα ἔστι τῆς ὁδοῦ ἐν ἀριστερᾷ Ἀγαθοῦ θεοῦ ναός· εἰ δὲ ἀγαθῶν οἱ θεοὶ δοτῆρές εἰσιν ἀνθρώποις, Ζεὺς δὲ ὕπατος θεῶν ἐστιν, ἑπόμενος ἄν τις τῷ λόγῳ τὴν ἐπίκλησιν ταύτην Διὸς τεκμαίροιτο εἶναι. προελθόντι δὲ οὐ πολὺ ἔστι μὲν γῆς χῶμα Ἀριστοδήμου τάφος, ὃν οὐδὲ τυραννοῦντα ἀφείλοντο μὴ ἐπονομάσαι Χρηστόν,2 ἔστι δὲ Ἀθηνᾶς ἱερὸν ἐπίκλησιν Μαχανίτιδος, ὅτι βουλευμάτων ἐστὶν ἡ θεὸς παντοίων καὶ ἐπιτεχνημάτων εὑρέτις.

对麦加洛波利斯人而言,穿过被称为“通往沼泽之门”的城门(他们经由此门沿着赫利松河前往迈纳洛斯),在道路左侧有一座善神庙。如果神灵是人类善物的赐予者,而泽乌斯是众神中最高者,那么顺着这一逻辑,人们便可推测这一别名属于泽乌斯。再前行不远,有一处土冢,是阿里斯托德摩斯的坟墓,尽管他曾是僭主,人们也没有剥夺他“有德者”的称号。此外还有一座阿典娜神庙,别名马查尼蒂斯,因为这位女神是各种计划与发明的创造者。

§8.36.6

πεποίηται δὲ ἐν δεξιᾷ τῆς ὁδοῦ Βορέᾳ τῷ ἀνέμῳ τέμενος, καί οἱ Μεγαλοπολῖται θυσίας θύουσιν ἀνὰ πᾶν ἔτος καὶ θεῶν οὐδενὸς Βορέαν ὕστερον ἄγουσιν ἐν τιμῇ, ἅτε σωτῆρα γενόμενόν σφισιν ἀπὸ Λακεδαιμονίων τε καὶ Ἄγιδος. ἑξῆς δὲ Ὀικλέους τοῦ Ἀμφιαράου πατρὸς μνῆμά ἐστιν, εἴ γε δὴ ἐπέλαβεν αὐτὸν τὸ χρεὼν ἐν Ἀρκαδίᾳ καὶ μὴ τῆς ἐπὶ Λαομέδοντα Ἡρακλεῖ στρατείας μετασχόντα. μετὰ τοῦτό ἐστι Δήμητρος καλουμένης ἐν ἕλει ναός τε καὶ ἄλσος· τοῦτο σταδίοις πέντε ἀπωτέρω τῆς πόλεως, γυναιξὶ δὲ ἐς αὐτὸ ἔσοδός ἐστι μόναις.

在道路右侧建有北风波瑞阿斯的圣地,麦加洛波利斯人每年向他献祭,并且他们对波瑞阿斯的尊崇不亚于任何神明,因为他成为了他们免受拉刻代蒙人和阿吉斯侵害的救主。接下去是安菲阿拉俄斯之父奥伊克勒斯的纪念墓,如果他确实是在阿卡迪亚迎来了命运的终结,而不是在与赫拉克勒斯一同远征拉俄墨冬时。在这之后是被称为“沼泽中”的德墨忒尔神庙和神林,这里距离城市五个斯塔德,且只有妇女被允许进入。

§8.36.7

τριάκοντα δέ ἐστιν ἀπωτέρω σταδίοις Παλίσκιος ὀνομαζομένη χώρα· ἐκ Παλισκίου δὲ ἀφιέντι μὲν ἐν ἀριστερᾷ τὸν Ἔλαφον ὄντα οὐκ ἀέναον καὶ προελθόντι3 ὅσον εἴκοσι σταδίους, ἄλλα τε ἐρείπια Περαιθέων καὶ ἱερὸν λείπεται Πανός. ἢν δὲ τὸν χειμάρρουν διαβῇς, κατʼ εὐθὺ πέντε μὲν σταδίοις καὶ δέκα ἀπωτέρω τοῦ ποταμοῦ πεδίον ἐστί, διελθόντι δὲ τοῦτο, τὸ ὄρος ὁμώνυμον τῷ πεδίῳ τὸ Μαινάλιον. τοῦ δὲ ὄρους ὑπὸ τοῖς καταλήγουσι πόλεως σημεῖα Λυκόας καὶ Ἀρτέμιδος ἱερὸν καὶ ἄγαλμά ἐστι χαλκοῦν Λυκοάτιδος·

再前行三十个斯塔德是被称为帕利斯基奥斯的地区。从帕利斯基奥斯出发,将并非终年不干涸的埃拉佛斯河置于左侧,前行约二十个斯塔德,留有佩莱塞斯人的其他废墟以及一座潘神庙。如果渡过这股山洪,正前方距离河流十五个斯塔德的地方有一片平原,穿过平原便是与该平原同名的迈纳利奥斯山。在山势尽处的下方,有吕科亚城的遗迹、阿耳忒弥斯圣所以及吕科亚蒂斯阿耳忒弥斯的青铜像。

§8.36.8

ἐν δὲ τοῖς κατὰ μεσημβρίαν τοῦ ὄρους Σουμητία ᾤκιστο. ἐν τούτῳ δέ εἰσι τῷ ὄρει καὶ αἱ καλούμεναι Τρίοδοι, καὶ τὰ ὀστᾶ Ἀρκάδος τοῦ Καλλιστοῦς ἀνείλοντο ἐντεῦθεν κατὰ τὸ ἐκ Δελφῶν μάντευμα οἱ Μαντινεῖς. λείπεται δὲ καὶ αὐτῆς ἔτι ἐρείπια Μαινάλου, ναοῦ τε σημεῖα Ἀθηνᾶς καὶ στάδιον ἐς ἀθλητῶν ἀγῶνα καὶ τὸ ἕτερον αὐτῶν ἐς ἵππων δρόμον· τὸ δὲ ὄρος τὸ Μαινάλιον ἱερὸν μάλιστα εἶναι Πανὸς νομίζουσιν, ὥστε οἱ περὶ αὐτὸ καὶ ἐπακροᾶσθαι συρίζοντος τοῦ Πανὸς λέγουσι.

在该山的南坡建有苏梅蒂亚。在这座山上还有所谓的“三叉路”,曼蒂内亚人根据德尔斐的神谕,从这里移走了卡利斯托之子阿耳卡斯的遗骨。迈纳洛斯城本身的废墟也依然存在,有阿典娜神庙的遗迹、供运动员竞技的体育场,以及另一个供赛马用的场所。他们认为迈纳利奥斯山是潘神特别神圣的场所,因此周围的人甚至声称能听到潘神吹排箫的声音。

§8.36.9

τοῦ δὲ τῆς Δεσποίνης ἱεροῦ καὶ Μεγαλοπολιτῶν τοῦ ἄστεως στάδιοι τεσσαράκοντα μεταξύ εἰσιν, ἥμισυ μὲν τῆς ὁδοῦ πρὸς τοῦ Ἀλφειοῦ τὸ ῥεῦμα· διαβάντων δὲ μετὰ μὲν δύο ἀπὸ τοῦ Ἀλφειοῦ σταδίους Μακαρεῶν ἐστιν ἐρείπια, αὐτόθεν δὲ ἐς ἐρείπια ἄλλα τὰ Δασεῶν ἑπτά εἰσι στάδιοι, τοσοῦτοι δὲ ἐκ Δασεῶν πρὸς τὸν Ἀκακήσιον ὀνομαζόμενον λόφον.

在得斯波伊娜圣所与麦加洛波利斯市区之间有四十个斯塔德,路程的一半一直延伸到阿尔菲奥斯河的溪流。对于渡河的人来说,从阿尔菲奥斯河前行两个斯塔德后是马卡里亚埃的废墟,从那里到另一处废墟达塞埃是七个斯塔德,而从达塞埃到被称为阿卡刻西翁的山丘也是相同的距离。

§8.36.10

ὑπὸ τούτῳ δὲ τῷ λόφῳ πόλις τε ἦν Ἀκακήσιον Ἑρμοῦ τε Ἀκακησίου λίθου πεποιημένον ἄγαλμα καὶ ἐς ἡμᾶς ἐστιν ἐπὶ τοῦ λόφου, τραφῆναι δὲ Ἑρμῆν παῖδα αὐτόθι καὶ Ἄκακον τὸν Λυκάονος γενέσθαι οἱ τροφέα Ἀρκάδων ἐστὶν ἐς αὐτὸν λόγος· διάφορα δὲ τούτοις Θηβαῖοι καὶ αὖθις οὐχ ὁμολογοῦντα τοῖς Θηβαίων Ταναγραῖοι λέγουσιν.

在这座山丘下方曾有阿卡刻西翁城,山丘上直到我们的时代仍有一座用石头制成的阿卡刻西奥斯·赫尔墨斯的神像。阿卡迪亚人中流传着关于他的传说,说幼年的赫尔墨斯曾在此被抚养,吕卡翁之子阿卡科斯成为了他的养育者。然而,底比斯人讲述了与此不同的故事,而塔纳格拉人又讲述了与底比斯人所说不相符的故事。

语法注3 条
  1. 8.36.1τριῶν δέοντες τεσσαράκοντα καὶ ἑκατόν

    表达数字“137”的惯用格式(字面意思是“一百四十欠三个”)。分词 δέοντες(来自 δεῖ)被用于从一个整数中减去一个较小的数。

  2. 8.36.5ὃν οὐδὲ τυραννοῦντα ἀφείλοντο μὴ ἐπονομάσαι Χρηστόν

    这是一个表示阻止或剥夺的动词(ἀφαιρέομαι)后接带有冗余否定词 μὴ 的不定式的双重否定结构。分词 τυραννοῦντα 具有让步意味(“尽管他曾是僭主”)。整句意为“尽管他曾是僭主,人们也没有剥夺他‘有德者’(Chrestos)的称号”(即人们依然称他为有德者)。

  3. 8.36.7ἀφιέντι μὲν ἐν ἀριστερᾷ τὸν Ἔλαφον... καὶ προελθόντι

    与格分词 ἀφιέντι 和 προελθόντι 用作“关系与格”(或评判者与格),这是地理描写中典型的句式,意为“对于出发并……前行的人来说”。它们为主句动词 λείπεται 确立了视角。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.36.1-8.36.10