- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.35.1-8.35.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-31
叙述了从麦加洛波利斯通往卡纳西翁、拉刻代蒙以及阿卡迪亚内部各地的道路,详细介绍了沿途的河流、界标、遗迹、圣所以及关于吕卡翁诸子的传说。
αὕτη μὲν ἐπὶ Μεσσήνην, ἑτέρα δὲ ὁδὸς ἐκ Μεγάλης πόλεως ἐπὶ Καρνάσιον ἄγει τὸ Μεσσηνίων· καὶ ταύτῃ πρῶτα μέν σε ὁ Ἀλφειὸς ἐκδέξεται, καθότι καὶ Μαλοῦς καὶ ὁ Σκῦρος ἐς αὐτὸν κατέρχονται προανακοινωσάμενοι1 τὸ ῥεῦμα. αὐτόθεν δὲ ἔχων τὸν Μαλοῦντα ἐν δεξιᾷ μετὰ σταδίους ὡς τριάκοντα διαβήσῃ τε αὐτὸν καὶ ἀναβήσῃ διʼ ὁδοῦ προσαντεστέρας ἐς χωρίον καλούμενον Φαιδρίαν.
这是前往美塞尼亚的道路,而从麦加洛波利斯出发的另一条道路则通向美塞尼亚人的卡纳西翁。在这条路上,首先阿尔菲奥斯河会迎接你,在此处,马路斯河和斯丘罗斯河在预先汇合了它们的溪流后,一并流入阿尔菲奥斯河。从那里出发,将马路斯河置于右侧,前行约三十个斯塔德后,你将渡过它,并通过一条较陡的道路上行到一个被称为法伊德里亚的地方。
Φαιδρίου δὲ ὡς πέντε ἀπέχει καὶ δέκα σταδίους τὸ κατὰ Δέσποιναν ὀνομαζόμενον Ἑρμαῖον· ὅροι Μεσσηνίων πρὸς Μεγαλοπολίτας καὶ οὗτοι, καὶ ἀγάλματα οὐ μεγάλα Δεσποίνης τε καὶ Δήμητρος, ἔτι δὲ καὶ Ἑρμοῦ πεποίηται καὶ Ἡρακλέους· δοκεῖν δέ μοι2 καὶ τὸ ὑπὸ Δαιδάλου ποιηθὲν τῷ Ἡρακλεῖ ξόανον ἐν μεθορίῳ τῆς Μεσσηνίας καὶ Ἀρκάδων ἐνταῦθα εἱστήκει.
距离法伊德里亚大约十五个斯塔德的地方,有所谓的得斯波伊娜附近的赫尔迈翁。这些也是美塞尼亚人与麦加洛波利斯人之间的边界,那里塑有得斯波伊娜和德墨忒尔,以及赫尔墨斯和赫拉克勒斯的较小神像。在我看来,由代达罗斯为赫拉克勒斯制作的木雕神像,曾经也立在美塞尼亚与阿卡迪亚交界处的这个地方。
ἡ δὲ ἐς Λακεδαίμονα ἐκ Μεγάλης πόλεως ὁδὸς ἐπὶ μὲν τὸν Ἀλφειὸν στάδιοι τριάκοντά εἰσιν, ἀπὸ δὲ τοῦδε παρὰ ποταμὸν ὁδεύσας Θειοῦντα—κάτεισι δὲ καὶ ὁ Θειοῦς οὗτος ἐς τὸν Ἀλφειόν—, ἀπολιπὼν οὖν τὸν Θειοῦντα ἐν ἀριστερᾷ σταδίοις ἀπὸ τοῦ Ἀλφειοῦ τεσσαράκοντα ἥξεις μάλιστα ἐς Φαλαισίας· ἀπέχουσι δὲ αἱ Φαλαισίαι σταδίους εἴκοσι τοῦ Ἑρμαίου τοῦ κατὰ Βελεμίναν.
从麦加洛波利斯到拉刻代蒙的道路到阿尔菲奥斯河为止是三十个斯塔德。从这里开始,沿着忒奥斯河前行——因为这条忒奥斯河也流入阿尔菲奥斯河——然后将忒奥斯河置于左侧,从阿尔菲奥斯河前行约四十个斯塔德,你将到达法莱西亚埃。法莱西亚埃距离贝莱米纳附近的赫尔迈翁有二十个斯塔德。
λέγουσι μὲν δὴ οἱ Ἀρκάδες τὴν Βελεμίναν τῆς σφετέρας οὖσαν τὸ ἀρχαῖον ἀποτεμέσθαι Λακεδαιμονίους· λέγειν δὲ οὐκ εἰκότα ἐφαίνοντό μοι3 καὶ ἄλλων ἕνεκα καὶ μάλιστα ὅτι μοι δοκοῦσι Θηβαῖοι μηδʼ ἂν τοῦτο ἐλασσουμένους περιιδεῖν τοὺς Ἀρκάδας,4 εἴ σφισιν ἔσεσθαι σὺν τῷ δικαίῳ τὸ ἐπανόρθωμα ἔμελλεν.
阿卡迪亚人说,拉刻代蒙人割占了自古以来属于他们的贝莱米纳;但他们的说法在我看来并不可信,这不仅是因为其他原因,更是因为我认为,如果能够依法得到纠正,底比斯人绝不会坐视阿卡迪亚人蒙受这样的损失。
εἰσὶ δὲ ἐκ Μεγάλης πόλεως καὶ ἐς τὰ χωρία ὁδοὶ τὰ ἐντὸς Ἀρκαδίας, ἐς μὲν Μεθύδριον ἑβδομήκοντα στάδιοι καὶ ἑκατόν, τρισὶ δὲ ἀπὸ Μεγάλης πόλεως ἀπωτέρω σταδίοις καὶ δέκα Σκιάς τε καλούμενον χωρίον καὶ Ἀρτέμιδος Σκιάτιδος ἐρείπιά ἐστιν ἱεροῦ· ποιῆσαι δὲ αὐτὸ ἐλέγετο Ἀριστόδημος ὁ τυραννήσας. ἐντεῦθεν μετὰ σταδίους ὡς δέκα πόλεως Χαρισιῶν ὑπομνήματά ἐστιν οὐ πολλά, σταδίων δὲ ἄλλων δέκα ἐστὶν ἀπὸ Χαρισιῶν ἐς Τρικολώνους ὁδός.
从麦加洛波利斯也有前往阿卡迪亚内部各地的道路:到美叙德里翁是一百七十个斯塔德,而从麦加洛波利斯再前行十三个斯塔德,是一个被称为斯基阿的地方,那里有斯基阿提斯阿耳忒弥斯圣所的废墟;据说这是由曾任篡位独裁者的阿里斯托德摩斯所建。从那里前行约十个斯塔德,是哈里西亚埃城的少量遗迹,而从哈里西亚埃到特里科洛诺伊是另外十个斯塔德的路程。
πόλις δὲ ἦσαν καὶ οἱ Τρικόλωνοί ποτε· μένει δὲ αὐτόθι καὶ ἐς ἡμᾶς ἔτι ἐπὶ λόφου Ποσειδῶνος ἱερὸν καὶ ἄγαλμα τετράγωνον, καὶ δένδρων περὶ τὸ ἱερόν ἐστιν ἄλσος. ταύταις μὲν δὴ οἱ Λυκάονος παῖδες ἐγένοντο οἰκισταί, Ζοιτίαν δὲ ἀπωτέρω μὲν Τρικολώνων πέντε που καὶ δέκα σταδίοις, κειμένην δὲ οὐ κατʼ εὐθὺ ἀλλʼ ἐκ Τρικολώνων ἐν ἀριστερᾷ, Ζοιτέα οἰκίσαι τὸν Τρικολώνου λέγουσι· Παρωρεὺς δὲ ὁ νεώτερος Τρικολώνου τῶν παίδων Παρωρίαν καὶ οὗτος ἔκτισεν, ἀπέχουσαν Ζοιτίας σταδίους δέκα.
特里科洛诺伊曾经也是一座城市;直到我们的时代,那里的一座山丘上仍留有波塞冬的圣所和一座方形神像,圣所周围有一片树木繁茂的神林。这些城市确实是由吕卡翁的儿子们建立的。至于佐伊蒂亚,距离特里科洛诺伊大约十五个斯塔德,它并不在直线上,而是在特里科洛诺伊的左侧,据说是由特里科洛诺斯的儿子佐伊修斯建立的。特里科洛诺斯较年轻的儿子帕罗柔斯也建立了帕罗里亚,这里距离佐伊蒂亚十个斯塔德。
ἔρημοι δὲ ἐς ἐμὲ ἦσαν ἀμφότεραι· μένει δὲ ἐν Ζοιτίᾳ Δήμητρος ναὸς καὶ Ἀρτέμιδος. ἐρείπια δὲ πόλεων καὶ ἄλλα, Θυραίου μὲν σταδίοις πέντε ἀπωτέρω Παρωρίας καὶ δέκα, τὰ δὲ Ὑψοῦντός ἐστιν ἐν ὄρει κειμένῳ μὲν ὑπὲρ τοῦ πεδίου, καλουμένῳ δὲ Ὑψοῦντι. ἡ δὲ Θυραίου τε καὶ Ὑψοῦντος μεταξὺ ὀρεινὴ πᾶσά ἐστι καὶ θηριώδης· Λυκάονος δὲ εἶναι Θυραῖόν τε καὶ Ὑψοῦντα προεδήλωσεν ἡμῖν ὁ λόγος.
在我的时代,两处都已经荒废;但在佐伊蒂亚仍留有德墨忒尔和阿耳忒弥斯的庙宇。还有其他城市的废墟,泰莱翁的废墟在距离帕罗里亚十五个斯塔德的地方,而许普苏斯的废墟则在平原上方一座被称为许普苏斯的山上。泰莱翁和许普苏斯之间的地区完全是山地且野兽出没。我们的叙述已经向我们表明,泰莱乌斯和许普苏斯是吕卡翁的儿子。
Τρικολώνων δέ ἐστιν ἐν δεξιᾷ πρῶτα μὲν ἀνάντης ὁδὸς ἐπὶ πηγὴν καλουμένους Κρουνούς· σταδίους δὲ ὡς τριάκοντα καταβάντι ἐκ Κρουνῶν τάφος ἐστὶ Καλλιστοῦς, χῶμα γῆς ὑψηλόν, δένδρα ἔχον πολλὰ μὲν τῶν ἀκάρπων, πολλὰ δὲ καὶ ἥμερα. ἐπὶ δὲ ἄκρῳ τῷ χώματι ἱερόν ἐστιν Ἀρτέμιδος ἐπίκλησιν Καλλίστης· δοκεῖν δέ μοι καὶ Πάμφως μαθών τι παρὰ Ἀρκάδων πρῶτος Ἄρτεμιν ἐν τοῖς ἔπεσιν ὠνόμασε Καλλίστην.
在特里科洛诺伊的右侧,首先是一条上行通往被称为克鲁诺伊的泉水的道路。从克鲁诺伊下行约三十个斯塔德,是卡利斯托的坟墓,这是一个高耸的土冢,上面种有许多不结果实的树木以及许多人工栽培的树木。在土冢的顶端有一座别名为卡利斯忒的阿耳忒弥斯圣所。在我看来,潘福斯也是从阿卡迪亚人那里得知了某些事情,才最先在史诗中将阿耳忒弥斯称为“卡利斯忒”。
σταδίους δὲ αὐτόθεν μὲν πέντε καὶ εἴκοσι, Τρικολώνων δὲ ἑκατὸν τοὺς σύμπαντας ἀπέχουσα ἐπί γε τοῦ Ἑλισσόντος, κατὰ δὲ τὴν εὐθεῖαν Μεθυδρίου—αὕτη γὰρ δὴ ἐκ Τρικολώνων ἔτι λείπεται—Ἀνεμῶσά τέ ἐστι χωρίον καὶ ὄρος Φάλανθον, ἐν αὐτῷ δὲ ἐρείπιά ἐστι Φαλάνθου πόλεως· Ἀγελάου δὲ τοῦ Στυμφήλου παῖδα εἶναι τὸν Φάλανθον λέγουσιν.
从那里前行二十五个斯塔德,距离特里科洛诺伊总共一百个斯塔德,在赫利松河畔,且在通往美叙德里翁的直线上——因为这条路是从特里科洛诺伊遗留至今的——是被称为阿内莫萨的地方和法兰索斯山,山上有一座法兰索斯城的废墟。据说法兰索斯是斯廷法洛斯的儿子阿格劳斯的儿子。
ὑπὲρ τούτου δὲ πεδίον τέ ἐστι Πώλου καλούμενον καὶ μετʼ αὐτὸ Σχοινοῦς, ἀπὸ ἀνδρὸς Βοιωτοῦ Σχοινέως ἔχων τὴν κλῆσιν. εἰ δὲ ὁ Σχοινεὺς ἀπεδήμησεν οὗτος παρὰ τοὺς Ἀρκάδας, εἶεν ἂν καὶ οἱ τῆς Ἀταλάντης δρόμοι σύνεγγυς τῷ Σχοινοῦντι ὄντες ἀπὸ τῆς τούτου θυγατρὸς τὸ ὄνομα εἰληφότες.5 ἑξῆς δέ ἐστιν ἐμοὶ δοκεῖν καλούμενον, καὶ τοῖς πᾶσιν Ἀρκαδίαν εἶναι τὴν χώραν φασὶν ἐνταῦθα.
在这上方有一片被称为波洛斯的平原,平原之后是斯科伊诺乌斯,得名于波奥蒂亚人斯科伊纽斯。如果这位斯科伊纽斯曾移居到阿卡迪亚人那里,那么斯科伊诺乌斯附近的小阿塔兰忒跑道,应该也是以他的女儿命名的,并因此得到了这个名字。接下来,在我看来是被称为[缺文]的地方,人们说此处的整个地区都属于阿卡迪亚。
- 8.35.1προανακοινωσάμενοι
分词 προανακοινωσάμενοι 为主格复数,指向两个主语河流(马路斯河与斯丘罗斯河)。意为“预先相互合流(τὸ ῥεῦμα)”。
- 8.35.2δοκεῖν δέ μοι
这是独立不定式(绝对不定式)的用法,作为插入语,意为“在我看来”或“依我之见”。
- 8.35.4λέγειν δὲ οὐκ εἰκότα ἐφαίνοντό μοι
动词 ἐφαίνοντο 为第三人称复数,其主语是前一句中的“阿卡迪亚人(οἱ Ἀρκάδες)”。直译为“在我看来,他们似乎在说一些不可信的话”。
- 8.35.4μηδʼ ἂν τοῦτο ἐλασσουμένους περιιδεῖν τοὺς Ἀρκάδας
助词 ἄν 与不定式 περιιδεῖν(来自 περιοράω,“放任、坐视”)的结合,在间接引语中表示虚拟条件句的主句(“他们绝不会坐视”)。περιιδεῖν 的逻辑主语是“底比斯人(Θηβαῖοι)”,而分词 ἐλασσουμένους 的逻辑主语是“阿卡迪亚人(τοὺς Ἀρκάδας)”。
- 8.35.10εἶεν ἂν ... εἰληφότες
由完美时态分词 εἰληφότες 与带助词 ἄν 的祈愿语气 εἶεν 构成的迂回式完成时祈愿语气。表示对过去事实的潜在推测(“可能已经获得”)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
