- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.3.1-6.3.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
作者描述了达米斯科斯雕像附近的托勒密和凯雷阿斯等各位运动员雕像的来历。此外,还涉及获胜者的功绩、雕刻家师承的世系,并探讨了关于奥伊博塔斯年代上的矛盾。
Δαμίσκου δὲ ἐγγύτατα ἕστηκεν ἀνὴρ ὅστις δή, τὸ γὰρ ὄνομα οὐ λέγουσιν ἐπʼ αὐτῷ, Πτολεμαίου δὲ ἀνάθημά ἐστι τοῦ Λάγου· Μακεδόνα δὲ αὑτὸν ὁ Πτολεμαῖος ἐν τῷ ἐπιγράμματι ἐκάλεσε, βασιλεύων ὅμως Αἰγύπτου. Χαιρέᾳ δὲ Σικυωνίῳ πύκτῃ παιδὶ ἐπίγραμμά ἐστιν ὡς νικήσειεν ἡλικίαν νέος καὶ ὡς πατρὸς εἴη Χαιρήμονος, γέγραπται δὲ καὶ ὁ τὸν ἀνδριάντα εἰργασμένος Ἀστερίων Αἰσχύλου.
在达米斯科斯极近处站着一个男子,不管他是谁,因为雕像上没有写他的名字;但这是拉戈斯之子托勒密的奉献。托勒密在铭文中称自己为马其顿人,尽管他统治着埃及。对于西基翁的少年拳击手凯雷阿斯,有一处铭文说明他在年轻时获胜,且他的父亲是凯雷蒙;铭文中也写道,制作该雕像的是埃斯库罗斯之子阿斯泰里翁。
μετὰ δὲ τὸν Χαιρέαν Μεσσήνιός τε παῖς Σόφιος καὶ ἀνὴρ Ἠλεῖος ἀνάκειται Στόμιος, καὶ τῷ μὲν τοὺς συνθέοντας τῶν παίδων παρελθεῖν, Στομίῳ δὲ πενταθλοῦντι ἐν Ὀλυμπίᾳ καὶ Νεμείων τρεῖς ὑπῆρξεν ἀνελέσθαι νίκας. τὸ δὲ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ καὶ τάδε ἐπιλέγει, τῆς ἵππου τε Ἠλείοις αὐτὸν ἡγούμενον ἀναστῆσαι τρόπαια καὶ ἄνδρα τοῖς πολεμίοις στρατηγοῦντα ἀποθανεῖν ὑπὸ τοῦ Στομίου, μονομαχήσαντά οἱ κατὰ πρόκλησιν·
在凯雷阿斯之后,奉献着麦塞尼亚少年索菲奥斯和伊利斯男子斯托米奥斯;前者得以超越与他同跑的少年们,而斯托米奥斯则在奥林匹亚和涅墨亚竞技会赢得了三次五项全能的胜利。他身上的铭文还补充了这些内容:他为伊利斯人统率骑兵并立下了战胜纪念碑,并且敌方的将领在应战与斯托米奥斯单挑时,死于斯托米奥斯之手。
εἶναι δὲ αὐτὸν ἐκ Σικυῶνος οἱ Ἠλεῖοί φασι καὶ ἄρχειν Σικυωνίων, στρατεῦσαι δὲ ἐπὶ Σικυῶνα αὐτοὶ φιλίᾳ Θηβαίων ὁμοῦ τῇ ἐκ Βοιωτίας δυνάμει. φαίνοιτο ἂν οὖν ἡ ἐπὶ Σικυῶνα Ἠλείων καὶ Θηβαίων στρατεία γεγενῆσθαι μετὰ τὸ ἀτύχημα Λακεδαιμονίων τὸ ἐν Λεύκτροις.
伊利斯人说,这个人来自西基翁并统治着西基翁人,而他们自己因为与底比斯人的友谊,与来自波奥蒂亚的军队一同远征西基翁。因此,伊利斯人和底比斯人对西基翁的远征,似乎发生在拉刻代蒙人在留克特拉遭受惨败之后。
ἐφεξῆς δὲ ἀνάκειται μὲν πύκτης ἐκ Λεπρέου τοῦ Ἠλείων, Λάβαξ Εὔφρονος, ἀνάκειται δὲ καὶ ἐξ αὐτῆς Ἤλιδος παλαιστὴς ἀνὴρ Ἀριστόδημος Θράσιδος· γεγόνασι δὲ αὐτῷ καὶ Πυθοῖ δύο νῖκαι, ἡ δὲ εἰκών ἐστι τοῦ Ἀριστοδήμου τέχνη Δαιδάλου τοῦ Σικυωνίου, μαθητοῦ καὶ πατρὸς Πατροκλέους.1
紧接着奉献着一位来自伊利斯领地莱普雷翁的拳击手,埃乌夫龙之子拉巴克斯,另外奉献着一位来自伊利斯本地的摔跤手,斯拉西斯之子阿里斯托德莫斯;他在普托也曾获得两次胜利。阿里斯托德莫斯的雕像是西基翁人代达洛斯的作品,他是帕特罗克莱斯的学生和父亲。
Ἵππον δὲ Ἠλεῖον πυγμῇ παῖδας κρατήσαντα ἐποίησε Δαμόκριτος Σικυώνιος, ὃς ἐς πέμπτον διδάσκαλον ἀνῄει τὸν Ἀττικὸν Κριτίαν· Πτόλιχος μὲν γὰρ ἔμαθεν ὁ Κορκυραῖος παρʼ αὐτῷ Κριτίᾳ, Πτολίχου δὲ ἦν μαθητὴς Ἀμφίων, Πίσων δὲ ἀνὴρ ἐκ Καλαυρείας ἐδιδάχθη παρʼ Ἀμφίονι, ὁ δὲ παρὰ τῷ Πίσωνι Δαμόκριτος.
击败了少年选手获得拳击胜利的伊利斯人希波斯的雕像是由西基翁人达莫克里托斯制作的,他在师承关系上可以追溯到第五代老师——阿提卡人克里提亚斯。因为科尔库拉人普托利霍斯曾向这位克里提亚斯本人学习,而普托利霍斯的学生是安菲翁,来自卡劳雷亚的皮松受教于安菲翁,而达莫克里托斯则受教于皮松。
Κρατῖνος δὲ ἐξ Αἰγείρας τῆς Ἀχαιῶν τότε ἐγένετο κάλλιστος τῶν ἐφʼ ἑαυτοῦ καὶ σὺν τέχνῃ μάλιστα ἐπάλαισε, καταπαλαίσαντι δὲ αὐτῷ τοὺς παῖδας προσαναστῆσαι καὶ τὸν παιδοτρίβην ὑπὸ Ἠλείων ἐδόθη· τὸν δὲ ἀνδριάντα ἐποίησε Σικυώνιος Κάνθαρος, Ἀλέξιδος μὲν πατρός,2 διδασκάλου δὲ ὢν Εὐτυχίδου.
来自阿开亚地方艾盖拉的克拉蒂诺斯,在当时是他同时代人中最俊美的,并且以极高的技巧进行了摔跤。当他摔倒少年对手们获胜时,伊利斯人允许他在自己身旁也为他的教练树立一座雕像。他的雕像是由西基翁人坎塔罗斯制作的,他是阿莱克西斯之子,也是欧提希德斯的学生。
Εὐπολέμου δὲ Ἠλείου τὴν μὲν εἰκόνα Σικυώνιος εἴργασται Δαίδαλος· τὸ δὲ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ μηνύει σταδίου μὲν ἀνδρῶν Ὀλυμπίασι νίκην ἀνελέσθαι τὸν Εὐπόλεμον, εἶναι δὲ καὶ δύο Πυθικοὺς αὐτῷ πεντάθλου στεφάνους καὶ ἄλλον Νεμείων. λέγεται δὲ ἐπὶ τῷ Εὐπολέμῳ καὶ τάδε, ὡς ἐφεστήκοιεν τρεῖς ἐπὶ τῷ δρόμῳ Ἑλλανοδίκαι, νικᾶν δὲ τῷ μὲν Εὐπολέμῳ δύο ἐξ αὐτῶν δοῖεν, ὁ τρίτος δὲ Ἀμβρακιώτῃ Λέοντι, καὶ ὡς χρημάτων καταδικάσαιτο3 ὁ Λέων ἐπὶ τῆς Ὀλυμπικῆς βουλῆς ἑκατέρου τῶν Ἑλλανοδικῶν οἳ νικᾶν τὸν Εὐπόλεμον ἔγνωσαν.
伊利斯人欧波莱莫斯的雕像是西基翁人代达洛斯制作的。雕像上的铭文表明,欧波莱莫斯在奥林匹亚赢得了男子短跑的胜利,此外他还拥有两次普托竞技会五项全能的桂冠,以及另一项来自涅墨亚的桂冠。关于欧波莱莫斯还有这样的说法:当时有三位希腊裁判员主持这场比赛,其中两人判定欧波莱莫斯获胜,而第三人判定安布拉基亚人莱翁获胜,莱翁随后在奥林匹克评议会中,成功让判定欧波莱莫斯获胜的两位裁判员各自被判处了罚金。
Οἰβώτα δὲ τὸν μὲν ἀνδριάντα Ἀχαιοὶ κατὰ πρόσταγμα ἀνέθεσαν τοῦ ἐν Δελφοῖς Ἀπόλλωνος ἐπὶ Ὀλυμπιάδος ὀγδοηκοστῆς· ἡ δὲ τοῦ σταδίου νίκη τῷ Οἰβώτᾳ γέγονεν Ὀλυμπιάδι ἕκτῃ. πῶς ἂν οὖν τήν γε ἐν Πλαταιαῖς μάχην μεμαχημένος ὁ Οἰβώτας εἴη4 μετὰ Ἑλλήνων; πέμπτῃ γὰρ ἐπὶ τῇ ἑβδομηκοστῇ Ὀλυμπιάδι τὸ πταῖσμα ἐγένετο τὸ ἐν Πλαταιαῖς Μαρδονίῳ καὶ Μήδοις. ἐμοὶ μὲν οὖν λέγειν μὲν τὰ ὑπὸ Ἑλλήνων λεγόμενα ἀνάγκη, πείθεσθαι δὲ πᾶσιν οὐκέτι ἀνάγκη. τὰ δὲ ἄλλα ὁποῖα τὰ συμβάντα ἦν ἐς τὸν Οἰβώταν, τῇ ἐς Ἀχαιοὺς προσέσται μοι συγγραφῇ.
奥极博塔斯的雕像是阿开亚人根据德尔斐的阿波罗的命令在第八十届奥林匹克运动会期间奉献的;但奥极博塔斯在短跑中的胜利发生在第六届奥林匹克运动会。那么,奥极博塔斯又怎么可能与希腊人一起参加普拉提亚战役呢?因为马尔多尼奥斯和波斯人在普拉提亚的战败发生在第七十五届奥林匹克运动会。对我而言,叙述希腊人所说的事情是必要的,但并没有必要相信所有这些。关于奥极博塔斯所发生的其他事情,我将在关于阿开亚人的叙述中加以补充。
- 6.3.4μαθητοῦ καὶ πατρὸς Πατροκλέους
此处的 μαθητοῦ καὶ πατρὸς 直译为“学生与父亲”,在逻辑上若同时指向属格 Πατροκλέους(帕特罗克莱斯)则存在矛盾。这暗示了文本可能存在抄写错误或复杂的省略,其意可能是“帕特罗克莱斯的学生,又是他的父亲”,或者“帕特罗克莱斯的[老师]与父亲”。
- 6.3.6Ἀλέξιδος μὲν πατρός
字面意思 Ἀλέξιδος μὲν πατρός(直译为“阿莱克西斯的父亲”)在世系学上存在问题,因为坎塔罗斯实际上是阿莱克西斯的儿子。这里的 πατρός(属格“父亲”)极有可能是 παῖδα(宾格“儿子”)等的抄写错误,译文在处理上采用了解释性的世系学常规理解(即“阿莱克西斯之子”)。
- 6.3.7χρημάτων καταδικάσαιτο
动词 καταδικάσαιτο 是 καταδικάζω 的中间语态过去不定过去时希求语气,意为“(为自己)赢得判决”。它带被判决者的属格(ἑκατέρου τῶν Ἑλλανοδικῶν)和表示惩罚(金钱/罚金)的属格(χρημάτων)。
- 6.3.8πῶς ἂν οὖν ... μεμαχημένος ... εἴη
助词 ἂν 与完成时分词 μεμαχημένος 以及希求语气现在时 εἴη 结合,构成了带 ἂν 的迂回完成时希求语气(潜在希求语气),表示强烈的怀疑或不可能性(“他怎么可能参加过战斗……?”)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
