← 保萨尼亚斯

希腊志

§6.2.1-6.2.11

斯巴达养马人与占卜师斯拉叙布洛斯的雕像

保萨尼亚斯记录了奥林匹亚运动员和养马人的雕像,描述了阿卡尼亚人克塞纳尔克斯的成就、斯巴达人的赛马胜利、占卜师斯拉叙布洛斯独特的犬卜法,以及麦塞尼亚少年达米斯科斯的成功。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2.1

παγκρατιαστοῦ δὲ ἀνδρὸς τὸν μὲν ἀνδριάντα εἰργάσατο Λύσιππος· ὁ δὲ ἀνὴρ οὗτος ἀνείλετο ἐπὶ παγκρατίῳ νίκην τῶν ἄλλων τε Ἀκαρνάνων καὶ τῶν ἐξ αὐτῆς Στράτου πρῶτος Ξενάρκης τε ἐκαλεῖτο Φιλανδρίδου. Λακεδαιμόνιοι δὲ ἄρα μετὰ τὴν ἐπιστρατείαν τοῦ Μήδου διετέθησαν πάντων φιλοτιμότατα Ἑλλήνων πρὸς ἵππων τροφάς. χωρὶς γὰρ ἢ ὅσους1 αὐτῶν κατέλεξα ἤδη, τοσοίδε ἄλλοι τῶν ἐκ Σπάρτης ἱπποτρόφων μετὰ τὴν εἰκόνα ἀνάκεινται τοῦ Ἀκαρνᾶνος ἀθλητοῦ, Ξενάρκης καὶ Λυκῖνος Ἀρκεσίλαός τε καὶ ὁ παῖς τοῦ Ἀρκεσιλάου Λίχας.

这位潘克拉辛运动手的雕像是利西波斯制作的。这位男子在其他阿卡尼亚人以及斯特拉托斯本地人中,是第一个在潘克拉辛运动中赢得胜利的人,他名叫克塞纳尔克斯,是菲兰德里德斯之子。在波斯人远征之后,斯巴达人成了所有希腊人中对饲养马匹最热心的人。因为除了我已经列举的那些人之外,还有这么多其他的斯巴达养马人,他们的雕像就被奉献在阿卡尼亚运动员的雕像之后:克塞纳尔克斯、吕基诺斯、阿尔塞西劳斯,以及阿尔塞西劳斯的儿子莉哈斯。

§6.2.2

Ξενάρκει μὲν δὴ καὶ ἐν Δελφοῖς καὶ ἐν Ἄργει τε ὑπῆρξε καὶ ἐν Κορίνθῳ προσανελέσθαι νίκας· Λυκῖνος δὲ ἀγαγὼν ἐς Ὀλυμπίαν πώλους, καὶ οὐ δοκιμασθέντος ἑνὸς ἐξ αὐτῶν, καθῆκεν ἐς τῶν ἵππων τὸν δρόμον τῶν τελείων τοὺς πώλους καὶ ἐνίκα διʼ αὐτῶν, ἀνέθηκε δὲ καὶ ἀνδριάντας δύο ἐς Ὀλυμπίαν, Μύρωνος τοῦ Ἀθηναίου ποιήματα. τῷ δὲ Ἀρκεσιλάῳ καὶ Λίχᾳ τῷ παιδί, τῷ μὲν αὐτῶν γεγόνασι δύο Ὀλυμπικαὶ νῖκαι, Λίχας δὲ εἰργομένων τηνικαῦτα τοῦ ἀγῶνος Λακεδαιμονίων2 καθῆκεν ἐπὶ ὀνόματι τοῦ Θηβαίων δήμου τὸ ἅρμα, τὸν δὲ ἡνίοχον νικήσαντα ἀνέδησεν αὐτὸς ταινίᾳ· καὶ ἐπὶ τούτῳ μαστιγοῦσιν αὐτὸν οἱ Ἑλλανοδίκαι, καὶ διὰ τὸν Λίχαν τοῦτον ἡ κατὰ Ἆγιν βασιλέα ἐπιστρατεία Λακεδαιμονίων ἐγένετο ἐπὶ Ἠλείους καὶ ἐντὸς τῆς Ἄλτεως μάχη. καταπαυσθέντος δὲ τοῦ πολέμου τὴν μὲν εἰκόνα ἐνταῦθα ἔστησε, τὰ δὲ Ἠλείων ἐς τοὺς Ὀλυμπιονίκας γράμματα οὐ Λίχαν, Θηβαίων δὲ τὸν δῆμον ἔχει νενικηκότα.

克塞纳尔克斯确实得以在德尔斐、阿哥斯和科林斯也额外获得了胜利。吕基诺斯把幼马带到奥林匹亚,由于其中一匹在资格审查中未获通过,他便让这些幼马参加了成年马的比赛,并凭借它们获得了胜利,他还在奥林匹亚奉献了两尊雕像,这是雅典人缪隆的作品。至于阿尔塞西劳斯和他的儿子莉哈斯,前者获得了两次奥林匹克胜利;而莉哈斯在当时斯巴达人被排除在竞技之外的情况下,以底比斯人民的名义让他的战车参赛,并在获胜后亲自为御者系上了发带。因此,希腊裁判员鞭打了他,也正是因为这位莉哈斯,在阿吉斯国王统治时期,斯巴达人对伊利斯人发动了远征,并在阿尔蒂斯内部发生了一场战斗。战争结束后,他在此处建立了自己的雕像,但伊利斯人关于奥林匹克获胜者的官方记录中,并没有莉哈斯的名字,而是记底比斯人民为获胜者。

§6.2.4

τοῦ δὲ Λίχα πλησίον μάντις ἕστηκεν Ἠλεῖος Θρασύβουλος Αἰνέου τῶν Ἰαμιδῶν, ὃς καὶ Μαντινεῦσιν ἐμαντεύσατο ἐναντία Λακεδαιμονίων καὶ Ἄγιδος τοῦ Εὐδαμίδου βασιλέως· ἃ δὴ καὶ ἐς πλέον ἐν τῷ λόγῳ τῷ ἐς Ἀρκάδας ἐπέξειμι. τοῦ Θρασυβούλου δὲ τῇ εἰκόνι γαλεώτης πρὸς τὸν ὦμον προσέρπων ἐστὶ τὸν δεξιόν, καὶ κύων ἱερεῖον δὴ παρʼ αὐτῷ κεῖται διατετμημένος τε δίχα καὶ φαίνων τὸ ἧπαρ.

在莉哈斯附近站着一位伊利斯占卜师,名叫斯拉叙布洛斯,是埃涅阿斯之子,属于伊阿米代家族,他也曾为曼提尼亚人占卜,反对斯巴达人和埃乌达米达斯之子阿吉斯国王;这些事情我将在关于阿卡迪亚人的叙述中更详细地阐述。在斯拉叙布洛斯的雕像上,有一只蜥蜴正向他的右肩爬行,他身旁躺着一只作为牺牲祭品的狗,它被切成两半,露出了肝脏。

§6.2.5

μαντικὴ δὲ ἡ μὲν διʼ ἐρίφων καὶ ἀρνῶν τε καὶ μόσχων ἐκ παλαιοῦ δήλη καθεστῶσά ἐστιν ἀνθρώποις, Κύπριοι δὲ ὡς καὶ ὑσὶν ἐπεξευρόντες ἔστι μαντεύεσθαι, κυσὶ δὲ οὐδένες ἐπί γε μαντικῆς νομίζουσιν οὐδὲν χρᾶσθαι· ἔοικεν οὖν ἰδίαν τινὰ ὁ Θρασύβουλος ἐπὶ σπλάγχνων μαντικὴν κυνείων καταστήσασθαι. οἱ δʼ Ἰαμίδαι καλούμενοι μάντεις γεγόνασιν ἀπὸ Ἰάμου· τὸν δὲ εἶναι παῖδα Ἀπόλλωνος καὶ λαβεῖν μαντικήν φησιν ἐν ᾄσματι Πίνδαρος.

通过小山羊、绵羊羔和牛犊来进行占卜,自古以来就为人类所深知,而塞浦路斯人据说也发现了可以用猪来进行占卜,但没有人想到在占卜中使用狗。因此,斯拉叙布洛斯似乎创立了一种独特的、用狗内脏进行占卜的方法。被称为伊阿米代的占卜师们是伊阿莫斯的后代;品达在一首颂歌中说,他是阿波罗之子,并获得了占卜的赋能。

§6.2.6

παρὰ δὲ τοῦ Θρασυβούλου τὴν εἰκόνα Τιμοσθένης τε Ἠλεῖος ἕστηκε σταδίου νίκην ἐν παισὶν εἰληφὼς καὶ Μιλήσιος Ἀντίπατρος Κλεινοπάτρου παῖδας κατειργασμένος πύκτας. Συρακοσίων δὲ ἄνδρες, ἄγοντες ἐς Ὀλυμπίαν παρὰ Διονυσίου θυσίαν, τὸν πατέρα τοῦ Ἀντιπάτρου χρήμασιν ἀναπείθουσιν ἀναγορευθῆναί οἱ τὸν παῖδα ἐκ Συρακουσῶν· Ἀντίπατρος δὲ ἐν οὐδενὶ τοῦ τυράννου τὰ δῶρα ἡγούμενος ἀνεῖπεν αὑτὸν Μιλήσιον καὶ ἀνέγραψε τῇ εἰκόνι ὡς γένος τε εἴη Μιλήσιος καὶ Ἰώνων ἀναθείη πρῶτος ἐς Ὀλυμπίαν εἰκόνα.

在斯拉叙布洛斯雕像的身旁,立着在少年短跑中获得胜利的伊利斯人蒂莫斯泰内斯,和击败了少年拳击手的米利都人、克莱诺帕托斯之子安提帕特。叙拉古人从狄奥尼修斯那里给奥林匹亚送来祭品时,曾试图用金钱贿赂安提帕特的父亲,想让他的儿子被宣布为叙拉古出身;但安提帕特完全不把僭主的礼物放在眼里,宣布自己是米利都人,并在雕像上刻上自己是米利都人,是爱奥尼亚人中第一个在奥林匹亚奉献雕像的人。

§6.2.7

τούτου μὲν δὴ Πολύκλειτος τὸν ἀνδριάντα εἰργάσατο, τὸν δὲ Τιμοσθένην Εὐτυχίδης Σικυώνιος παρὰ Λυσίππῳ δεδιδαγμένος· ὁ δὲ Εὐτυχίδης οὗτος καὶ Σύροις τοῖς ἐπὶ Ὀρόντῃ Τύχης ἐποίησεν ἄγαλμα, μεγάλας παρὰ τῶν ἐπιχωρίων ἔχον τιμάς.

他的雕像是波吕克莱托斯制作的,而蒂莫斯泰内斯则是西基翁人欧提希德斯制作的,他是利西波斯的弟子。这位欧提希德斯还为奥龙特斯河畔的叙利亚人制作了一尊泰希的雕像,这尊雕像受到当地人极大的尊崇。

§6.2.8

ἐν δὲ τῇ Ἄλτει παρὰ τὸν τοῦ Τιμοσθένους ἀνδριάντα ἀνάκειται Τίμων καὶ ὁ παῖς τοῦ Τίμωνος Αἴσυπος, παιδίον ἐπὶ ἵππῳ καθήμενον· ἔστι γὰρ δὴ καὶ ἡ νίκη τῷ παιδὶ ἵππου κέλητος, ὁ Τίμων δὲ ἐπὶ ἅρματι ἀνηγορεύθη. τῷ δὲ Τίμωνι εἰργάσατο καὶ τῷ παιδὶ τὰς εἰκόνας Δαίδαλος Σικυώνιος, ὃς καὶ ἐπὶ τῇ Λακωνικῇ νίκῃ τὸ ἐν τῇ Ἄλτει τρόπαιον ἐποίησεν Ἠλείοις.

在阿尔蒂斯内,在蒂莫斯泰内斯的雕像附近,奉献着蒂蒙和蒂蒙之子埃叙波斯,这是一个骑在马上的幼童;因为这个孩子的胜利确实是骑马比赛,而蒂蒙则被宣布在战车比赛中获胜。西基翁人代达洛斯为蒂蒙和他的儿子制作了雕像,他也是在阿尔蒂斯内为伊利斯人制作战胜斯巴达人纪念碑的人。

§6.2.9

ἐπίγραμμα δὲ τὸ ἐπὶ τῷ Σαμίῳ πύκτῃ τὸν ἀναθέντα μὲν ὅτι ὁ παιδοτρίβης εἴη Μύκων καὶ ὅτι Σάμιοι τὰ ἐς ἀθλητὰς καὶ ἐπὶ ναυμαχίαις εἰσὶν Ἰώνων ἄριστοι, τάδε μὲν λέγει τὸ ἐπίγραμμα, ἐς δὲ αὐτὸν τὸν πύκτην ἐσήμαινεν οὐδέν.

萨摩斯拳击手雕像上的铭文说,奉献者是教练缪孔,并称萨摩斯人在运动员能力和海战方面是爱奥尼亚人中最优秀的;尽管铭文说了这些,但对拳击手本人却没有任何说明。

§6.2.10

παρὰ δὲ Μεσσήνιος Δαμίσκος, ὃς δύο γεγονὼς ἔτη καὶ δέκα ἐνίκησεν ἐν Ὀλυμπίᾳ. θαῦμα δὲ εἴπερ ἄλλο τι καὶ τόδε ἐποιησάμην· Μεσσηνίους γὰρ ἐκ Πελοποννήσου φεύγοντας ἐπέλιπεν ἡ περὶ τὸν ἀγῶνα τύχη τὸν Ὀλυμπικόν. ὅτι γὰρ μὴ3 Λεοντίσκος καὶ Σύμμαχος τῶν ἐπὶ πορθμῷ Μεσσηνίων, ἄλλος γε οὐδεὶς Μεσσήνιος οὔτε Σικελιώτης οὔτʼ ἐκ Ναυπάκτου δῆλός ἐστιν Ὀλυμπίασιν ἀνῃρημένος νίκην· εἶναι δὲ οἱ Σικελιῶται καὶ τούτους τῶν ἀρχαίων Ζαγκλαίων καὶ οὐ Μεσσηνίους φασί.

在他身旁的是麦塞尼亚人达米斯科斯,他在十二岁时在奥林匹亚获胜。如果说有什么其他事情可以称得上奇迹的话,我也把这件事看作是一个奇迹。因为在麦塞尼亚人被驱逐出伯罗奔尼撒期间,奥林匹克竞技的运气抛弃了他们。因为除了海峡两岸的麦塞尼亚人莱翁蒂斯科斯和叙玛科斯之外,显然没有其他麦塞尼亚人,无论是在西西里还是在纳夫帕克托斯,在奥林匹亚赢得过胜利;而且西西里人说,他们这两位也属于古代的赞克勒人,而不是麦塞尼亚人。

§6.2.11

συγκατῆλθε μέντοι Μεσσηνίοις ἐς Πελοπόννησον καὶ ἡ περὶ τὸν ἀγῶνα τύχη τὸν Ὀλυμπικόν· ἐνιαυτῷ γὰρ ὕστερον τοῦ οἰκισμοῦ τοῦ Μεσσήνης ἀγόντων Ὀλύμπια Ἠλείων ἐνίκα στάδιον παῖδας ὁ Δαμίσκος οὗτος, καί οἱ καὶ πενταθλήσαντι ὕστερον ἐγένοντο ἐν Νεμέᾳ τε νῖκαι καὶ Ἰσθμοῖ.

然而,当麦塞尼亚人回到伯罗奔尼撒时,他们的奥林匹克运气也随之归来。在麦塞内建城后的第二年,当伊利斯人举行奥林匹亚竞技时,这位达米斯科斯赢得了少年短跑的胜利,后来他在涅墨亚和地峡参加五项全能比赛时也获得了胜利。

语法注3 条
  1. 6.2.1χωρὶς γὰρ ἢ ὅσους

    介词 χωρὶς 后接连词 ἤ(χωρὶς ἤ)构成副词性组合,意为“除……之外”。在此处用于引入除已提及者之外的其他斯巴达养马人。

  2. 6.2.2εἰργομένων τηνικαῦτα τοῦ ἀγῶνος Λακεδαιμονίων

    属格绝对结构。现在时被动分词 εἰργομένων 与名词 Λακεδαιμονίων 均用属格,用以解释当时斯巴达人被排除在奥林匹亚竞技之外的历史背景。

  3. 6.2.10ὅτι γὰρ μὴ

    短语 ὅτι μὴ 是意为“除……之外”的惯用表达(等同于 εἰ μή)。此处连词 γάρ 插在其中,指出了流亡中的麦塞尼亚人中获得胜利的例外。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.2.1-6.2.11