← 保萨尼亚斯

希腊志

§10.2.1-10.2.7

第三次神圣战争与福基斯领袖们的下场

本段记述了第三次神圣战争期间福基斯人领袖(菲洛梅洛斯、奥诺马科斯、法伊洛斯和法莱科斯)的更替,以及他们如何进行这场战争并各自走向悲惨结局的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.2.1

ἐπεὶ δὲ ἐς τὴν Εὐρώπην ὁ Περσῶν στρατὸς διέβη, λέγεται τοὺς Φωκέας φρονῆσαι μὲν ὑπὸ ἀνάγκης τὰ βασιλέως, αὐτομολῆσαι δὲ ἐκ τῶν Μήδων καὶ ἐς τὸ Ἑλληνικὸν παρὰ τὸ ἔργον τὸ Πλαταιᾶσι παρατάξασθαι. χρόνῳ δὲ ὕστερον κατέλαβεν αὐτοὺς ζημιωθῆναι χρήμασιν ὑπὸ Ἀμφικτυόνων· οὐδὲ ἔχω τοῦ λόγου τὸ ἀληθὲς ἐξευρεῖν εἴτε ἀδικήσασιν ἐπεβλήθη σφίσιν εἴτε Θεσσαλοὶ κατὰ τὸ ἐκ παλαιοῦ μῖσος γενέσθαι τὴν ζημίαν τοῖς Φωκεῦσιν1 ἦσαν οἱ πράξαντες.

当波斯军队渡海进入欧洲时,据说福基斯人因迫于无奈而顺从了国王,但在普拉塔亚战役中,他们背叛了波斯人,并并入希腊人的阵营共同排兵布阵。然而过了一段时间,他们遭到了近邻同盟科以巨额罚款的厄运。关于这一说法的真相,我无法考证究竟是因为他们犯了过错而受罚,还是特萨利亚人出于自古以来的仇恨,在暗中作梗使福基斯人遭受此等惩罚。

§10.2.2

ἐχόντων δὲ ἀθύμως αὐτῶν πρὸς τῆς ζημίας τὸ μέγεθος, Φιλόμηλος2 σφᾶς ὑπολαβὼν ὁ Θεοτίμου, Φωκέων οὐδενὸς ἀξιώματι ὕστερος—πατρὶς δὲ αὐτῷ Λέδων τῶν ἐν Φωκεῦσιν ἦν πόλεων—οὗτος οὖν ὁ Φιλόμηλος τήν τε ἔκτισιν αὐτοῖς ἀδύνατον ἀπέφηνε τῶν χρημάτων καὶ ἀνέπειθε τὸ ἱερὸν καταλαβεῖν τὸ ἐν Δελφοῖς, λέγων καὶ ἄλλα ἐπαγωγὰ καὶ ὡς τὰ Ἀθηναίων καὶ ἐκ Λακεδαίμονος ἐπιτήδεια ἐξ ἀρχῆς ἐστιν αὐτοῖς, Θηβαίων δὲ καὶ εἴ τις ἄλλος κατασταίη σφίσιν ἐς πόλεμον, περιέσεσθαι καὶ ἀρετῇ σφᾶς καὶ δαπάνῃ χρημάτων.

在他们因罚金之巨而心灰意冷时,塞奥提摩斯之子菲洛梅洛斯——在名望上不亚于任何福基斯人,他的家乡是福基斯城邦之一的莱东——这位菲洛梅洛斯便向他们指出,偿还这笔钱对他们来说是不可能的,并劝说他们占领德尔斐的神殿。他还说了其他具有诱惑力的话,比如雅典人和拉刻代蒙从一开始就是他们的支持者,而且如果底比斯人或任何其他人与他们开战,他们无论在勇气还是在财力投入上都将胜过对方。

§10.2.3

ταῦτα τοῦ Φιλομήλου λέγοντος οὐκ ἐγίνετο ἀκούσια τῷ πλήθει τῶν Φωκέων, εἴτε τὴν γνώμην σφίσι τοῦ θεοῦ βλάπτοντος εἴτε καὶ αὐτοῖς πεφυκόσιν ἐπίπροσθεν εὐσεβείας τὰ κέρδη ποιεῖσθαι. τὴν δὲ τῶν Δελφῶν κατάληψιν ἐποιήσαντο οἱ Φωκεῖς Ἡρακλείδου μὲν πρυτανεύοντος ἐν Δελφοῖς καὶ Ἀγαθοκλέους Ἀθήνῃσιν ἄρχοντος, τετάρτῳ δὲ ἔτει πέμπτης Ὀλυμπιάδος ἐπὶ ταῖς ἑκατόν, ἣν Πρῶρος ἐνίκα Κυρηναῖος στάδιον.

菲洛梅洛斯说完这些话,福基斯的大众并不反感,这或许是因为神灵蒙蔽了他们的心智,又或许是他们天生就认为利益重于敬神。福基斯人占领德尔斐时,正值赫拉克莱德斯在德尔斐担任普里塔尼斯,阿加托克利斯在雅典担任执政官,这也是第一百零五届奥林匹亚运动会的第四年,居勒尼的普罗罗斯在短跑比赛中获胜。

§10.2.4

καταλαβοῦσι δὲ αὐτοῖς τὸ ἱερὸν ξενικά τε αὐτίκα τὰ ἰσχυρότατα τῶν ἐν Ἕλλησιν ἠθροίσθη καὶ οἱ Θηβαῖοί σφισιν ἐς πόλεμον ἐκ τοῦ φανεροῦ καθεστήκεσαν, διάφοροι καὶ τὰ πρότερα ὄντες. χρόνος μὲν δὴ ἐγένετο ὃν ἐπολέμησαν δέκα ἔτη συνεχῶς, καὶ ἐν τοσούτῳ πολέμου μήκει πολλάκις μὲν οἱ Φωκεῖς καὶ τὰ παρʼ αὐτοῖς ξενικὰ ἐνίκησε, πολλάκις δὲ ἦν τὰ τῶν Θηβαίων ἐπικρατέστερα· γενομένης δὲ κατὰ Νεῶνα πόλιν συμβολῆς ἐτράποντο οἱ Φωκεῖς, καὶ ὁ Φιλόμηλος ῥίπτει τε αὑτὸν ἐν τῇ φυγῇ κατὰ ὑψηλοῦ καὶ ἀποτόμου κρημνοῦ καὶ ἀφίησιν οὕτω τὴν ψυχήν· ἐτέτακτο δὲ καὶ ἄλλως τοῖς Ἀμφικτύοσιν ἐς τοὺς συλῶντας αὕτη ἡ δίκη.

在他们占领神殿后,希腊人中最强大的雇佣军立即被召集起来,而底比斯人也公开向他们宣战,因为他们在此前也一直不和。他们连续交战了十年之久,在如此漫长的战争中,福基斯人及其雇佣军多次获胜,而底比斯人也有多次占据上风。然而,在靠近内翁城的地方发生交战时,福基斯人被击溃,菲洛梅洛斯在逃跑中纵身跳下一处高耸且陡峭的悬崖,就这样结束了生命。事实上,对于劫掠神殿者,近邻同盟原本也就规定了这样的惩罚。

§10.2.5

μετὰ δὲ Φιλόμηλον τελευτήσαντα Ὀνομάρχῳ μὲν τὴν ἡγεμονίαν διδόασιν οἱ Φωκεῖς, ἐς δὲ τῶν Θηβαίων τὴν συμμαχίαν προσεχώρησε Φίλιππος ὁ Ἀμύντου· καὶ —ἐκράτησε γὰρ Φίλιππος τῆς συμβολῆς—φεύγων ὁ Ὀνόμαρχος καὶ ἐπὶ θάλασσαν ἀφικόμενος ἐνταῦθα ὑπὸ τῶν στρατιωτῶν κατηκοντίσθη τῶν οἰκείων, ὡς τὴν ἧσσάν σφισιν ὑπὸ ἀτολμίας συμβᾶσαν3 τῆς ἐκείνου καὶ ἐς τὸ στρατηγεῖν ἀπειρίας.

菲洛梅洛斯死后,福基斯人将统帅权交给了奥诺马科斯,而阿敏塔斯之子腓力则加入了底比斯人的同盟。由于腓力在战斗中获胜,逃亡至海边的奥诺马科斯在那里被自己的士兵用标枪刺死,因为士兵们认为由于他的怯懦和在统帅上的无能,才导致了他们的失败。

§10.2.6

Ὀνομάρχῳ μὲν τέλος τοῦ βίου τοιοῦτον ἐπήγαγεν ὁ δαίμων, στρατηγὸν δὲ αὐτοκράτορα εἵλοντο ἀδελφὸν τοῦ Ὀνομάρχου Φάυλον. λέγουσι δὲ τοῦτον τὸν Φάυλον παρεληλυθέναι τε δὴ ἄρτι ἐπὶ τῶν Φωκέων τὴν ἀρχὴν καὶ ὄψιν ὀνείρατος ἰδεῖν τοιάνδε. ἐν τοῖς ἀναθήμασι τοῦ Ἀπόλλωνος μίμημα ἦν χαλκοῦν ἀνδρὸς χρονιωτέρου, κατερρυηκότος τε ἤδη τὰς σάρκας καὶ τὰ ὀστᾶ ὑπολειπομένου μόνα· ἀνάθημα δὲ ὑπὸ Δελφῶν Ἱπποκράτους ἐλέγετο εἶναι τοῦ ἰατροῦ. τούτῳ δὴ ἑαυτὸν ἐοικέναι τῷ ἀναθήματι ἔδοξεν ὁ Φάυλος· αὐτίκα δὲ ὑπολαβοῦσα αὐτὸν φθοώδης νόσος ἐπετέλει τοῦ ἐνυπνίου τὴν μαντείαν.

神明给奥诺马科斯的生命带来了这样的终结,而福基斯人则选举奥诺马科斯的兄弟法伊洛斯为拥有绝对权力的将军。据说,这位法伊洛斯在刚接掌福基斯人的统治权时,做了一个这样的梦。在阿波罗的奉纳品中,有一座年迈男子的青铜像,其肌肉已经萎缩,只留下了骨骼;德尔斐人说这是医生希波克拉底的奉纳品。法伊洛斯梦见自己与这座奉纳像十分相似;随后他便被肺结核侵袭,应验了梦中的预言。

§10.2.7

Φαύλου δὲ ἀποθανόντος ἐς Φάλαικον τὸν παῖδα αὐτοῦ περιεχώρησεν ἡ ἐν Φωκεῦσι δυναστεία· καὶ ἐπεὶ ἔσχεν ὁ Φάλαικος αἰτίαν ἰδίᾳ περιποιεῖσθαι τῶν ἱερῶν χρημάτων, ἐπαύθη τῆς ἀρχῆς. διαβὰς δὲ ναυσὶν ἐς Κρήτην ὁμοῦ Φωκέων τοῖς ᾑρημένοις τὰ ἐκείνου καὶ μοίρᾳ τοῦ ξενικοῦ, Κυδωνίᾳ προσκαθήμενος— οὐ γάρ οἱ διδόναι χρήματα ἐβούλοντο αἰτοῦντι— τῆς στρατιᾶς τὸ πολὺ ἀπόλλυσι καὶ αὐτὸς ἀπώλετο.

法伊洛斯死后,福基斯人的统治权传给了他的儿子法莱科斯;而当法莱科斯被指控私吞神殿资金时,他被解除了职务。他率领船只,与选择他那一派的福基斯人以及一部分雇佣军一同渡海前往克里特岛,在围攻库多尼亚时——因为当地人不愿满足他的要求而给他钱财——他失去了大部分军队,自己也命丧于此。

语法注3 条
  1. 10.2.1γενέσθαι τὴν ζημίαν τοῖς Φωκεῦσιν

    不定式 γενέσθαι 依附于前文的 ἦσαν οἱ πράξαντες(分词来自 πράσσω,在此意为“策划、设法”),用以表示其行为的目的或结果,即“是他们策划了对福基斯人科以罚款这一结果”。

  2. 10.2.2Φιλόμηλος ... οὗτος οὖν ὁ Φιλόμηλος

    句首引入的主语 Φιλόμηλος 因同位语成分及独立的插入句(πατρὶς δὲ...)而与主动词(ἀπέφηνε 和 ἀνέπειθε)分离。为了重新连接句意,作者使用了指示代词冗余地重新引出主语 οὗτος οὖν ὁ Φιλόμηλος(“于是这位菲洛梅洛斯”),这是复杂长句中常见的无结构承接(Anacoluthon)现象。

  3. 10.2.5ὡς τὴν ἧσσάν σφισιν ὑπὸ ἀτολμίας συμβᾶσαν

    连词 ὡς 与分词 συμβᾶσαν(阴性单数宾格,与 τὴν ἧσσαν 一致)结合,用以表示主观原因(“由于认为失败已经发生……”)。这在此处作为与 ὡς 连用的宾格绝对独立结构(Accusative Absolute)发挥作用,解释了主句动作(被用标枪刺死 κατηκοντίσθη)背后的主观动机。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.2.1-10.2.7