- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.1.6-10.1.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-02
得知精兵全灭后,福基斯人抱定必死决心,在预言家特利亚斯的指引下大败特萨利亚人,随后又利用石膏实行夜袭奇计再次击败对手。
καὶ ἡ συμφορὰ σφῶν κατάπληξιν τοῖς ἐπὶ τοῦ στρατοπέδου τῶν Φωκέων τηλικαύτην ἐνεποίησεν, ὥστε καὶ τὰς γυναῖκας καὶ παῖδας καὶ ὅσα τῶν κτημάτων ἄγειν ἦν σφίσιν ἢ φέρειν,1 ἔτι δὲ καὶ ἐσθῆτα καὶ χρυσόν τε καὶ ἄργυρον καὶ τὰ ἀγάλματα τῶν θεῶν ἐς ταὐτὸ συλλέξαντες πυρὰν ὡς μεγίστην ἐποίησαν, καὶ ἐπʼ αὐτοῖς ἀριθμὸν τριάκοντα ἄνδρας ἀπολείπουσι·
这批精兵的覆灭给营地里的福基斯人带来了巨大的恐慌,以至于他们把妻子、孩子以及所有能带走或运走的财产,乃至衣物、金银和神像都聚集到一处,筑起了一座极大的柴堆,并在他们身边留下了三十名男子守卫。
προσετέτακτο δὲ τοῖς ἀνδράσιν,2 εἰ ἡττᾶσθαι τοὺς Φωκέας συμβαίνοι τῇ μάχῃ, τότε δὴ προαποσφάξαι μὲν τὰς γυναῖκάς τε καὶ παῖδας καὶ ὡς ἱερεῖα ἀναθέντας ταῦτά τε καὶ τὰ χρήματα ἐπὶ τὴν πυρὰν καὶ ἐνέντας πῦρ οὕτως ἤδη διαφθαρῆναι καὶ αὐτοὺς ἤτοι ὑπʼ ἀλλήλων ἢ ἐς τὴν ἵππον τῶν Θεσσαλῶν ἐσπίπτοντας. ἀντὶ τούτου μὲν ἅπαντα τὰ ἀνάλγητα βουλεύματα ἀπόνοια ὑπὸ Ἑλλήνων ὀνομάζεται Φωκική, τότε δὲ οἱ Φωκεῖς ἐποιοῦντο αὐτίκα ἐπὶ τοὺς Θεσσαλοὺς ἔξοδον·
这些男子被命令:如果福基斯人在战斗中不幸战败,届时便先杀死妇女和儿童,将他们和财物像祭品一样放在柴堆上,点燃烈火,然后他们自己也或是互相残杀,或是冲向特萨利亚人的骑兵而自尽。因此,凡是绝不留情的决议,都被希腊人称为“福基斯的绝望”;而当时,福基斯人则立即向特萨利亚人发起了出击。
στρατηγοὶ δὲ ἦσάν σφισι Ῥοῖός τε Ἀμβροσσεὺς καὶ Ὑαμπολίτης Δαϊφάντης, οὗτος μὲν δὴ ἐπὶ τῇ ἵππῳ, δυνάμεως δὲ τῆς πεζῆς ὁ Ἀμβροσσεύς. ὁ δὲ χώραν ἐν τοῖς ἄρχουσιν ἔχων τὴν μεγίστην μάντις ἦν Τελλίας ὁ Ἠλεῖος, καὶ ἐς τὸν Τελλίαν τοῖς Φωκεῦσι τῆς σωτηρίας ἀπέκειντο αἱ ἐλπίδες.
他们的将军是安布罗索斯人罗伊奥斯和许安波利斯人戴凡特斯,后者统领骑兵,而安布罗索斯人统领步兵部队。在众位领袖中占有最高地位的是埃利斯人的预言家特利亚斯,福基斯人得救的希望全都寄托在特利亚斯身上。
ὡς δὲ ἐς χεῖρας συνῄεσαν, ἐνταῦθα τοῖς Φωκεῦσιν ἐγίνετο ἐν ὀφθαλμοῖς τὰ ἐς τὰς γυναῖκας καὶ ἐς τὰ τέκνα δόξαντα,3 τήν τε σωτηρίαν οὐκ ἐν βεβαίῳ σφίσιν ἑώρων σαλεύουσαν καὶ τούτων ἕνεκα ἐς παντοῖα ἀφικνοῦντο τολμήματα· προσγενομένου δὲ καὶ τοῦ ἐκ θεῶν εὐμενοῦς νίκην τῶν τότε ἀνείλοντο ἐπιφανεστάτην.
当他们交手时,福基斯人的眼前浮现出对妻子和孩子们做出的决议,他们看到自己的救赎在动荡中摇摆不定,为了这些家眷,他们便做出了各种大无畏的举动;加之神明神恩庇佑,他们赢得了当时最辉煌的胜利。
τό τε λόγιον τὸ γεγενημένον τοῖς Φωκεῦσι παρὰ τοῦ Ἀπόλλωνος καὶ τοῖς πᾶσιν Ἕλλησιν ἐγνώσθη· τὸ γὰρ σύνθημα κατὰ τὰ αὐτὰ ὑπὸ τῶν στρατηγούντων ἐδίδοτο ἐν ταῖς μάχαις Θεσσαλοῖς μὲν Ἀθηνᾶς Ἰτωνίας, τοῖς δὲ ὁ ἐπώνυμος Φῶκος. ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ ἀναθήματα οἱ Φωκεῖς ἀπέστειλαν ἐς Δελφοὺς Ἀπόλλωνα καὶ Τελλίαν τότε τὸν μάντιν καὶ ὅσοι μαχομένοις ἄλλοι σφίσιν ἐστρατήγησαν, σὺν δὲ αὐτοῖς καὶ ἥρωας τῶν ἐπιχωρίων· ἔργα δὲ αἱ εἰκόνες Ἀριστομέδοντός εἰσιν Ἀργείου.
阿波罗赐予福基斯人的神谕也为全希腊人所知晓:因为双方将领在战斗中给出的暗号,特萨利亚人一方是“伊托尼亚的雅典娜”,而福基斯人一方则是他们的名祖“福科斯”。因这一功绩,福基斯人向德尔斐送去了奉纳品:有阿波罗像、当时的预言家特利亚斯像,以及其他在战斗中指挥他们的将领像,同时还有当地的英雄像;这些雕像是阿尔戈斯人阿里斯托梅东的作品。
εὑρέθη δὲ καὶ ὕστερον τοῖς Φωκεῦσιν οὐκ ἀποδέον σοφίᾳ τῶν προτέρων. ὡς γὰρ δὴ τὰ στρατόπεδα ἀντεκάθητο περὶ τὴν ἐς τὴν Φωκίδα ἐσβολήν, λογάδες Φωκέων πεντακόσιοι φυλάσσοντες πλήρη τὸν κύκλον τῆς σελήνης4 ἐπιχειροῦσιν ἐν τῇ νυκτὶ τοῖς Θεσσαλοῖς, αὐτοί τε ἀληλιμμένοι γύψῳ καὶ ἐνδεδυκότες ὅπλα λευκὰ ἐπὶ τῇ γύψῳ. ἐνταῦθα ἐξεργασθῆναι φόνον τῶν Θεσσαλῶν λέγεται πλεῖστον, θειότερόν τι ἡγουμένων5 ἢ κατὰ ἔφοδον πολεμίων τὸ ἐν τῇ νυκτὶ συμβαῖνον. ὁ δὲ Ἠλεῖος ἦν Τελλίας ὃς καὶ ταῦτα τοῖς Φωκεῦσιν ἐμηχανήσατο ἐς τοὺς Θεσσαλούς.
后来,福基斯人又想出了一个在智谋上不亚于前者的计策。当两军在进入福基斯的通道附近对峙时,五百名福基斯精兵等待月轮变圆,在夜间袭击了特萨利亚人;他们自己身上涂抹了石膏,并在石膏之上穿戴了白色的铠甲。据说,在那里特萨利亚人遭到了极大的屠杀,因为他们认为夜间发生的变故是某种神迹,而非敌人的袭击。而这套对付特萨利亚人的策略,也是埃利斯人特利亚斯为福基斯人设计的。
- 10.1.6ἄγειν ἦν σφίσιν ἢ φέρειν
指代所有动产(牲畜或器物等)的常用熟语 ἄγειν καὶ φέρειν(掠夺、带走)与表示可能的无人称 ἦν 连用。与格的 σφίσιν 表示占有或行为主体。
- 10.1.7προσετέτακτο δὲ τοῖς ἀνδράσιν
无人称过去完成时被动语态 προσετέτακτο 引导的间接命令句,后接不定式 προαποσφάξαι(主动)与 διαφθαρῆναι(被动)。其逻辑主语与与格的 τοῖς ἀνδράσιν 一致。
- 10.1.9τὰ ἐς τὰς γυναῖκας καὶ ἐς τὰ τέκνα δόξαντα
δόξαντα 是无人称动词 δοκεῖ(决议、决定)的无定过去时分词中性复数名词化形式,指代“针对妻子和孩子所做出的悲壮决议”(即战败时杀死他们并付之一炬的决定)。
- 10.1.11φυλάσσοντες πλήρη τὸν κύκλον τῆς σελήνης
此处 φυλάσσοντες 并非指“看守”,而是“等待、伺机”之意。表示他们等待月轮变圆(满月),利用月光或选择在当夜发动奇袭。
- 10.1.11θειότερόν τι ἡγουμένων
以特萨利亚人为逻辑主语的属格独立(genitive absolute)结构,亦可视为与前句中的属格 Θεσσαλῶν 一致的分词。用以解释他们为何将夜间发生的变故看作是某种超自然的神迹,而非敌人的普通袭击。
