← 保萨尼亚斯

希腊志

§10.17.1-10.17.6

萨丁尼亚的名称由来与各民族殖民史

记述了萨丁尼亚(萨尔多)名称的起源,以及利比亚人、希腊人、伊比利亚人和特洛伊人接连到来并殖民的历史。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.17.1

βαρβάρων δὲ τῶν πρὸς τῇ ἑσπέρᾳ οἱ ἔχοντες Σαρδώ, εἰκόνα οὗτοι χαλκῆν τοῦ ἐπωνύμου σφίσιν ἀπέστειλαν. ἡ δὲ Σαρδὼ μέγεθος μὲν καὶ εὐδαιμονίαν ἐστὶν ὁμοία ταῖς μάλιστα ἐπαινουμέναις· ὄνομα δὲ αὐτῇ τὸ ἀρχαῖον ὅ τι μὲν ὑπὸ τῶν ἐπιχωρίων ἐγένετο οὐκ οἶδα, Ἑλλήνων δὲ οἱ κατʼ ἐμπορίαν ἐσπλέοντες Ἰχνοῦσσαν ἐκάλεσαν, ὅτι τὸ σχῆμα τῇ νήσῳ κατʼ ἴχνος μάλιστά ἐστιν ἀνθρώπου. μῆκος δὲ αὐτῆς εἴκοσι στάδιοι καὶ ἑκατόν εἰσι καὶ χίλιοι, εὖρος δὲ ἐς εἴκοσί τε καὶ τετρακοσίους προήκει.

在西方的蛮族中,占领萨丁尼亚的人们送来了一尊以他们名字命名的始祖的青铜像。萨丁尼亚在面积和繁荣程度上与那些最受赞誉的岛屿相当;至于当地人给它起的古名是什么,我并不知道,但为了贸易而驶入该岛的希腊人称其为伊克努萨,因为该岛的形状非常像人的脚印。其长度为一千一百二十斯塔德,宽度则达到四百二十。

§10.17.2

πρῶτοι δὲ διαβῆναι λέγονται ναυσὶν ἐς τὴν νῆσον Λίβυες· ἡγεμὼν δὲ τοῖς Λίβυσιν ἦν Σάρδος ὁ Μακήριδος, Ἡρακλέους δὲ ἐπονομασθέντος ὑπὸ Αἰγυπτίων τε καὶ Λιβύων.1 Μακήριδι μὲν δὴ αὐτῷ τὰ ἐπιφανέστατα ὁδὸς ἐγένετο ἡ ἐς Δελφούς· Σάρδῳ δὲ ἡγεμονία τε ὑπῆρξε τῶν Λιβύων ἡ ἐς τὴν Ἰχνοῦσσαν καὶ τὸ ὄνομα ἀπὸ τοῦ Σάρδου τούτου μετέβαλεν ἡ νῆσος. οὐ μέντοι τούς γε αὐτόχθονας ἐξέβαλεν ὁ τῶν Λιβύων στόλος, σύνοικοι δὲ ὑπʼ αὐτῶν οἱ ἐπελθόντες ἀνάγκῃ μᾶλλον ἢ ὑπὸ εὐνοίας ἐδέχθησαν. καὶ πόλεις μὲν οὔτε οἱ Λίβυες οὔτε τὸ γένος τὸ ἐγχώριον ἠπίσταντο ποιήσασθαι· σποράδες δὲ ἐν καλύβαις τε καὶ σπηλαίοις, ὡς ἕκαστοι τύχοιεν, ᾤκησαν.

据说最早乘船渡海到该岛的是利比亚人;利比亚人的领袖是麦克里斯之子萨尔杜斯,而麦克里斯则是被埃及人和利比亚人冠以赫拉克勒斯之名的人。对麦克里斯本人而言,最著名的经历是前往德尔斐的旅程;而对萨尔杜斯而言,他拥有带领利比亚人前往伊克努萨的领导权,该岛也因这位萨尔杜斯而改变了名字。然而,利比亚人的船队并未驱逐原住民,而是由于被迫而非出于善意,迁入者被他们接纳为共同居住者。而且无论是利比亚人还是当地的种族都不知道如何建造城市;他们散居在小屋和洞窟中,随遇而安。

§10.17.3

ἔτεσι δὲ ὕστερον μετὰ τοὺς Λίβυας ἀφίκοντο ἐκ τῆς Ἑλλάδος ἐς τὴν νῆσον οἱ μετʼ Ἀρισταίου. παῖδα δὲ λέγουσιν Ἀρισταῖον Ἀπόλλωνός τε εἶναι καὶ Κυρήνης· ἐπὶ δὲ τοῦ Ἀκταίωνος περισσῶς ἀλγήσαντα τῇ συμφορᾷ καὶ Βοιωτίᾳ τε καὶ πάσῃ τῇ Ἑλλάδι κατὰ ταὐτὰ ἀχθόμενον, οὕτως ἐς τὴν Σαρδὼ μετοικῆσαί φασιν αὐτόν.

在利比亚人之后若干年,与阿里斯泰俄斯同行的人们从希腊来到了该岛。据说阿里斯泰俄斯是阿波罗与居勒尼之子;因为对阿克泰翁的灾祸感到过分悲痛,并且同样对波奥蒂亚以及整个希腊感到厌烦,据说他因此移居到了萨丁尼亚。

§10.17.4

οἱ δὲ καὶ Δαίδαλον ἀποδρᾶναι τηνικαῦτα †καὶ οἴκου διὰ τὴν ἐπιστρατείαν τὴν Κρητῶν καὶ ἀποικίας ἐς τὴν Σαρδὼ μετασχεῖν τῷ Ἀρισταίῳ νομίζουσιν· ἔχοι δʼ ἂν λόγον οὐδένα Αὐτονόῃ τῇ Κάδμου συνοικήσαντι τῷ Ἀρισταίῳ Δαίδαλον ἢ ἀποικίας ἢ ἄλλου τινὸς μετεσχηκέναι,2 ὃς ἡλικίαν κατὰ Οἰδίποδα ἦν βασιλεύοντα ἐν Θήβαις. πόλιν δʼ οὖν οἰκίζουσιν οὐδεμίαν οὐδʼ οὗτοι, ὅτι ἀριθμῷ τε καὶ ἰσχύι ἐλάσσονες ἐμοὶ δοκεῖν ἢ κατὰ πόλεως ἦσαν οἰκισμόν.

也有人认为,代达罗斯当时因克里特人的远征而逃亡,并与阿里斯泰俄斯共同参与了对萨丁尼亚的殖民;但是,与卡德摩斯之女奥托诺埃结婚的阿里斯泰俄斯,竟然与代达罗斯共同参与殖民或任何其他活动,这毫无道理,因为代达罗斯与在底比斯称王的俄狄浦斯是同时代的人。无论如何,这些人也同样没有建立任何城市,因为在我看来,他们在数量和力量上都少于建立一座城市所需的规模。

§10.17.5

μετὰ δὲ Ἀρισταῖον Ἴβηρες ἐς τὴν Σαρδὼ διαβαίνουσιν ὑπὸ ἡγεμόνι τοῦ στόλου Νώρακι, καὶ ᾠκίσθη Νώρα πόλις ὑπὸ αὐτῶν· ταύτην πρώτην γενέσθαι πόλιν μνημονεύουσιν ἐν τῇ νήσῳ, παῖδα δὲ Ἐρυθείας τε τῆς Γηρυόνου καὶ Ἑρμοῦ λέγουσιν εἶναι τὸν Νώρακα. τετάρτη δὲ μοῖρα Ἰολάου Θεσπιέων τε καὶ ἐκ τῆς Ἀττικῆς στρατιὰ κατῆρεν ἐς Σαρδώ, καὶ Ὀλβίαν μὲν πόλιν οἰκίζουσιν, ἰδίᾳ δὲ Ὀγρύλην οἱ Ἀθηναῖοι διασώζοντες τῶν δήμων τῶν οἴκοι τινὸς τὸ ὄνομα· ἢ καὶ αὐτὸς τοῦ στόλου μετεῖχεν Ὀγρύλος. ἔστι δʼ οὖν καὶ κατʼ ἐμὲ ἔτι χωρία τε Ἰολάια ἐν τῇ Σαρδοῖ καὶ Ἰόλαος παρὰ τῶν οἰκητόρων ἔχει τιμάς.

在阿里斯泰俄斯之后,伊比利亚人在船队领袖诺拉克斯的率领下渡海来到萨丁尼亚,并由他们建立了诺拉城;他们记载这是岛上的第一座城市,并说诺拉克斯是赫耳墨斯与革律翁之女厄律提亚之子。作为第四批势力,伊奥劳斯率领的忒斯庇艾人以及来自阿提卡的军队在萨丁尼亚登陆,他们建立了奥尔比亚城,而雅典人则私下将其命名为奥格律勒,保留了他们家乡某个德姆(区)的名字;或者也许是奥格律洛斯本人参与了这次远征。无论如何,甚至到我的时代,萨丁尼亚仍有被称为“伊奥劳斯之地”的地方,且伊奥劳斯受到居民们的崇敬。

§10.17.6

Ἰλίου δὲ ἁλισκομένης ἄλλοι τε ἐκφεύγουσι τῶν Τρώων καὶ οἱ ἀποσωθέντες μετὰ Αἰνείου· τούτων μοῖρα ἀπενεχθεῖσα ὑπὸ ἀνέμων ἐς Σαρδὼ ἀνεμίχθησαν τοῖς προενοικοῦσιν Ἕλλησι. καταστῆναι δὲ ἐς μάχην τῷ Ἑλληνικῷ καὶ τοῖς Τρωσὶν ἐκώλυσε τοὺς βαρβάρους·3 παρασκευῇ τε γὰρ ἴσοι τῇ ἁπάσῃ τὰ ἐς πόλεμον ἦσαν καὶ ὁ Θόρσος ποταμὸς διὰ μέσου σφίσι ῥέων τῆς χώρας ἐπʼ ἴσης καὶ ἀμφοτέροις διαβαίνειν παρεῖχε δέος.

伊利翁陷落时,其他特洛伊人以及与埃涅阿斯一同获救的人们纷纷逃亡;他们中的一部分被风刮到了萨丁尼亚,与先前定居在那里的希腊人相融合。但是,有一些因素阻止了蛮族与希腊人和特洛伊人交战;因为他们在所有的军事准备上都是势均力敌的,而且流经他们土地中央的托尔索斯川使双方同样对渡河感到恐惧。

语法注3 条
  1. 10.17.2Ἡρακλέους δὲ ἐπονομασθέντος ὑπὸ Αἰγυπτίων τε καὶ Λιβύων

    属格独立(绝对属格)结构。解释了前文属格的麦克里斯(Maceris)被埃及人和利比亚人冠以“赫拉克勒斯”之名。

  2. 10.17.4Αὐτονόῃ τῇ Κάδμου συνοικήσαντι τῷ Ἀρισταίῳ Δαίδαλον ἢ ἀποικίας ἢ ἄλλου τινὸς μετεσχηκέναι

    对格与不定式结构(Δαίδαλον ... μετεσχηκέναι)作为非人称表达 ἔχοι δʼ ἂν λόγον οὐδένα(“这毫无道理”)的主语或内容说明。保萨尼亚斯指出,在年代学上,与俄狄浦斯王同时代的代达罗斯,无法与娶了卡德摩斯之女奥托诺埃的阿里斯泰俄斯(属于更古老的神话世代)共同殖民。

  3. 10.17.6καταστῆναι δὲ ἐς μάχην τῷ Ἑλληνικῷ καὶ τοῖς Τρωσὶν ἐκώλυσε τοὺς βαρβάρους

    不定式 καταστῆναι(交战)作为动词 ἐκώλυσε(阻碍)的补语(直接宾语),其逻辑主语是对格的 τοὺς βαρβάρους(蛮族)。与格 τῷ Ἑλληνικῷ καὶ τοῖς Τρωσὶν 修饰 μάχην 作为交战对象。虽然主句未给出语法主语,但随后的 γάρ 子句中提到的两个具体因素构成了实际的阻碍原因。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.17.1-10.17.6