- 底本
- Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.16.1-10.16.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-03
作者详细描述了德尔斐所献纳的阿里亚特铁台座之构造,随后介绍了被视为大地中心的翁法洛斯,以及埃吕罗斯、卡律斯托斯和利帕拉等地的各种献纳物及其历史由来。
τῶν δὲ ἀναθημάτων ἃ οἱ βασιλεῖς ἀπέστειλαν οἱ Λυδῶν, οὐδὲν ἔτι ἦν αὐτῶν εἰ μὴ σιδηροῦν μόνον τὸ ὑπόθημα τοῦ Ἀλυάττου κρατῆρος. τοῦτο Γλαύκου μέν ἐστιν ἔργον τοῦ Χίου, σιδήρου κόλλησιν ἀνδρὸς εὑρόντος· ἔλασμα δὲ ἕκαστον τοῦ ὑποθήματος ἐλάσματι ἄλλῳ προσεχὲς οὐ περόναις ἐστὶν ἢ κέντροις, μόνη δὲ ἡ κόλλα συνέχει τε καὶ ἔστιν αὕτη τῷ σιδήρῳ δεσμός.
在吕底亚国王们送来的献纳物中,除了阿里亚特混酒器的铁制台座外,已无一存留。这是希奥斯的格劳科斯的作品,他是发明铁焊接技术的人。台座的每一块铁板与另一块接合,并非通过销钉或铆钉,而是仅靠焊接剂将它们连接在一起,这本身就是铁的紧固。
σχῆμα δὲ τοῦ ὑποθήματος κατὰ πύργον μάλιστα ἐς μύουρον ἀνιόντα ἀπὸ εὐρυτέρου τοῦ κάτω· ἑκάστη δὲ πλευρὰ τοῦ ὑποθήματος οὐ διὰ πάσης πέφρακται, ἀλλά εἰσιν αἱ πλάγιαι τοῦ σιδήρου ζῶναι ὥσπερ ἐν κλίμακι οἱ ἀναβασμοί· τὰ δὲ ἐλάσματα τοῦ σιδήρου τὰ ὀρθὰ ἀνέστραπται κατὰ τὰ ἄκρα ἐς τὸ ἐκτός, καὶ ἕδρα τοῦτο ἦν τῷ κρατῆρι.
台座的形状非常像一座从下方较宽处向上升起并逐渐收窄的塔。台座的每一侧并不是完全封闭的,而是有横向的铁带,就像梯子上的横档。直立的铁板在末端向外弯曲,这就是混酒器的托座。
τὸν δὲ ὑπὸ Δελφῶν καλούμενον Ὀμφαλὸν λίθου πεποιημένον λευκοῦ, τοῦτο εἶναι1 τὸ ἐν μέσῳ γῆς πάσης αὐτοί τε λέγουσιν οἱ Δελφοὶ καὶ ἐν ᾠδῇ τινι Πίνδαρος ὁμολογοῦντά σφισιν ἐποίησεν.
被德尔斐人称为“翁法洛斯”(大地之脐)的白色石头制品,德尔斐人自己说它位于整个大地的中心,宾达罗斯也在他的一首诗歌中作出了与他们一致的表述。
Λακεδαιμονίων δὲ ἀνάθημά ἐστιν ἐνταῦθα, Καλάμιδος δὲ ἔργον, Ἑρμιόνη ἡ Μενελάου θυγάτηρ, ἡ συνοικήσασα Ὀρέστῃ τῷ Ἀγαμέμνονος καὶ ἔτι πρότερον Νεοπτολέμῳ τῷ Ἀχιλλέως. Εὐρύδαμον δὲ στρατηγόν τε Αἰτωλῶν καὶ στρατοῦ τοῦ Γαλατῶν ἐναντία ἡγησάμενον ἀνέθεσαν οἱ Αἰτωλοί.
这里有拉刻代蒙人的献纳物,是卡拉米斯的作品,即梅内拉乌斯之女赫耳弥奥涅的雕像,她曾与阿伽门农之子奥瑞斯特斯共同生活,而在此之前则与阿喀琉斯之子新普托勒摩斯共同生活。埃托利亚人则献纳了埃夫里达摩斯的雕像,他是埃托利亚人的将军,曾率军对抗加拉太人的军队。
ἔστι δὲ ἐν τοῖς Κρητικοῖς ὄρεσι καὶ κατʼ ἐμὲ ἔτι Ἔλυρος πόλις· οὗτοι οὖν αἶγα χαλκῆν ἀπέστειλαν ἐς Δελφούς, δίδωσι δὲ νηπίοις ἡ αἲξ Φυλακίδῃ καὶ Φιλάνδρῳ γάλα· παῖδας δὲ αὐτοὺς οἱ Ἐλύριοί φασιν Ἀπόλλωνός τε εἶναι καὶ Ἀκακαλλίδος νύμφης, συγγενέσθαι δὲ τῇ Ἀκακαλλίδι Ἀπόλλωνα ἐν πόλει Τάρρᾳ καὶ οἴκῳ Καρμάνορος.
在克里特的山中,甚至到我的时代仍有一座名为埃吕罗斯的城市。这些人向德尔斐送去了一只青铜牝山羊,这只山羊正给幼孩菲拉基德斯和菲兰德罗斯喂奶。埃吕罗斯人说,这些孩子是阿波罗与宁芙阿卡卡利斯所生,阿波罗是在塔拉城卡尔马诺尔的家中与阿卡卡利斯结合的。
Καρύστιοι δὲ οἱ Εὐβοεῖς βοῦν καὶ οὗτοι χαλκοῦν παρὰ τῷ Ἀπόλλωνι ἔστησαν ἀπὸ ἔργου τοῦ Μηδικοῦ· βοῦς δὲ οἱ Καρύστιοι καὶ οἱ Πλαταιεῖς τὰ ἀναθήματα ἐποιήσαντο, ὅτι ἐμοὶ δοκεῖν2 ἀπωσάμενοι τὸν βάρβαρον τήν τε ἄλλην βεβαίως ἐκτήσαντο εὐδαιμονίαν καὶ ἀροῦν ἐλευθέραν τὴν γῆν. στρατηγῶν δὲ εἰκόνας καὶ Ἀπόλλωνά τε καὶ Ἄρτεμιν τὸ ἔθνος τὸ Αἰτωλικὸν ἀπέστειλαν καταστρεψάμενοι τοὺς ὁμόρους σφίσιν Ἀκαρνᾶνας.
尤波亚的卡律斯托斯人也由于抗击波斯人的战功,在阿波罗旁立了一头青铜公牛。卡律斯托斯人和普拉塔亚人之所以将公牛作为献纳物,在我看来,是因为他们击退了蛮族,稳固地获得了其他的福祉,并且能够耕耘一片自由的土地。埃托利亚族人在征服了与他们相邻的阿卡纳尼亚人之后,送去了将军们的肖像以及阿波罗和阿耳忒弥斯的雕像。
παραλογώτατον δὲ ἐπυνθανόμην ὑπάρξαν3 Λιπαραίοις ἐς Τυρσηνούς. τοὺς γὰρ δὴ Λιπαραίους ἐναντία ναυμαχῆσαι τῶν Τυρσηνῶν ναυσὶν ὡς ἐλαχίσταις ἐκέλευσεν ἡ Πυθία. πέντε οὖν ἀνάγονται τριήρεσιν ἐπὶ τοὺς Τυρσηνούς· οἱ δὲ—ἀπηξίουν γὰρ μὴ ἀποδεῖν Λιπαραίων τὰ ναυτικά—ἀντανάγονταί σφισιν ἴσαις ναυσί. ταύτας τε οὖν αἱροῦσιν οἱ Λιπαραῖοι καὶ ἄλλας πέντε ὑστέρας σφίσιν ἀνταναχθείσας, καὶ τρίτην νεῶν πεντάδα καὶ ὡσαύτως τετάρτην ἐχειρώσαντο. ἀνέθεσαν οὖν ἐς Δελφοὺς ταῖς ἁλούσαις ναυσὶν ἀριθμὸν ἴσα Ἀπόλλωνος ἀγάλματα.
我得知在利帕拉人与第勒尼安人的对抗中发生了一件最出乎意料的事。皮提亚神女命令利帕拉人用尽可能少的船只与第勒尼安人进行海战。于是他们乘五艘三段击桨船出海迎击第勒尼安人;而第勒尼安人——因为不屑于在海军力量上输给利帕拉人——也以等数量的船只迎击他们。利帕拉人俘获了这些船,又俘获了随后出海迎战他们的另外五艘,并且还制服了第三批五艘船以及同样地第四批五艘船。因此,他们向德尔斐献纳了与所获船只数量相同数量的阿波罗雕像。
Ἐχεκρατίδης δὲ ἀνὴρ Λαρισαῖος τὸν Ἀπόλλωνα ἀνέθηκε τὸν μικρόν· καὶ ἁπάντων πρῶτον τεθῆναι τῶν ἀναθημάτων τοῦτό φασιν οἱ Δελφοί.
拉里萨人埃刻克拉提得斯献纳了那尊小型阿波罗像;德尔斐人说这是所有献纳物中最早设立的一个。
- 10.16.3τὸν δὲ ὑπὸ Δελφῶν καλούμενον Ὀμφαλὸν... τοῦτο εἶναι
句首的宾格短语 τὸν ... Ὀμφαλὸν 是由主动词 λέγουσιν 引导的宾格不定式(A.C.I.)结构中不定式 εἶναι 的逻辑主语。由于指示代词 τοῦτο(宾格)紧接在不定式前出现,这构成了一种先行(proleptic)的句法结构。
- 10.16.6ἐμοὶ δοκεῖν
不定式 δοκεῖν 与与格 ἐμοί 连用,构成绝对不定式(infinitive absolute)的习惯表达,作为插入语,意为“依我之见”或“在我看来”。
- 10.16.7παραλογώτατον δὲ ἐπυνθανόμην ὑπάρξαν
动词 ἐπυνθανόμην(我得知)在引导传闻事实时,不使用关系从句或 ὅτι 从句,而是接分词作为补足分词(ὑπάρξαν)。中性单数分词 ὑπάρξαν 与其主语 παραλογώτατον 一起,充当主动词的宾语成分:“我得知发生了一件最出乎意料的事”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
