← 保萨尼亚斯

希腊志

§1.15.1-1.15.4

彩绘柱廊的壁画与战利品盾牌

保萨尼亚斯游览了画廊(彩绘柱廊),详细描绘了其中关于奥伊诺埃之战、亚马逊之战、特洛伊陷落以及马拉松战役的壁画,并提及了馆内陈列的战利品盾牌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15.1

ἰοῦσι1 δὲ πρὸς τὴν στοάν, ἣν Ποικίλην ὀνομάζουσιν ἀπὸ τῶν γραφῶν, ἔστιν Ἑρμῆς χαλκοῦς καλούμενος Ἀγοραῖος καὶ πύλη πλησίον· ἔπεστι δέ οἱ2 τρόπαιον Ἀθηναίων ἱππομαχίᾳ κρατησάντων Πλείσταρχον, ὃς τῆς ἵππου Κασσάνδρου καὶ τοῦ ξενικοῦ τὴν ἀρχὴν ἀδελφὸς ὢν ἐπετέτραπτο. αὕτη δὲ ἡ στοὰ πρῶτα μὲν Ἀθηναίους ἔχει τεταγμένους ἐν Οἰνόῃ τῆς Ἀργείας ἐναντία Λακεδαιμονίων· γέγραπται δὲ οὐκ ἐς ἀκμὴν ἀγῶνος οὐδὲ τολμημάτων ἐς ἐπίδειξιν τὸ ἔργον ἤδη προῆκον, ἀλλὰ ἀρχομένη τε ἡ μάχη καὶ ἐς χεῖρας ἔτι συνιόντες.

在走向被称为“波伊基勒”(彩色)的画廊的路上,立有一尊被称为“阿戈莱俄斯”(广场的)的青铜赫墨斯像,附近还有一座门。门上立有雅典人击败普莱斯塔尔克斯的骑兵战凯旋碑,普莱斯塔尔克斯是卡萨德罗斯的兄弟,曾受命指挥其骑兵和雇佣兵。这座画廊首先展示了雅典人在阿耳戈斯境内的奥伊诺埃与拉刻代蒙人对峙布阵的场景。这幅画作并未描绘战斗已经进行到高潮、或者展示勇猛事迹的时刻,而是表现战斗刚刚开始,双方正要短兵相接的瞬间。

§1.15.2

ἐν δὲ τῷ μέσῳ τῶν τοίχων Ἀθηναῖοι καὶ Θησεὺς Ἀμαζόσι μάχονται. μόναις δὲ ἄρα ταῖς γυναιξὶν οὐκ ἀφῄρει τὰ πταίσματα τὸ ἐς τοὺς κινδύνους ἀφειδές,3 εἴ γε Θεμισκύρας τε ἁλούσης ὑπὸ Ἡρακλέους καὶ ὕστερον φθαρείσης σφίσι τῆς στρατιᾶς, ἣν ἐπʼ Ἀθήνας ἔστειλαν, ὅμως ἐς Τροίαν ἦλθον Ἀθηναίοις τε αὐτοῖς μαχούμεναι καὶ τοῖς πᾶσιν Ἕλλησιν. ἐπὶ δὲ ταῖς Ἀμαζόσιν Ἕλληνές εἰσιν ᾑρηκότες Ἴλιον καὶ οἱ βασιλεῖς ἠθροισμένοι διὰ τὸ Αἴαντος ἐς Κασσάνδραν τόλμημα· καὶ αὐτὸν ἡ γραφὴ τὸν Αἴαντα ἔχει καὶ γυναῖκας τῶν αἰχμαλώτων ἄλλας τε καὶ Κασσάνδραν.

在墙壁的中央,雅典人和忒修斯正与亚马逊人战斗。可见,唯独对那些女性而言,一次次的挫折并未消除她们不顾危险的狂热;因为尽管忒弥斯库拉曾被赫拉克勒斯攻占,且后来她们派往雅典的军队也遭遇全灭,她们依然前往特洛伊,与雅典人自身及全体希腊人作战。在亚马逊人旁边是攻占了伊利翁的希腊人,以及因埃阿斯对卡珊德拉的暴行而聚集在一起的国王们。画中绘有埃阿斯本人,以及其他被俘的妇女,特别是卡珊德拉。

§1.15.3

τελευταῖον δὲ τῆς γραφῆς εἰσιν οἱ μαχεσάμενοι Μαραθῶνι· Βοιωτῶν δὲ οἱ Πλάταιαν ἔχοντες καὶ ὅσον ἦν Ἀττικὸν ἴασιν ἐς χεῖρας τοῖς βαρβάροις. καὶ ταύτῃ μέν ἐστιν ἴσα τὰ παρʼ ἀμφοτέρων ἐς τὸ ἔργον· τὸ δὲ ἔσω τῆς μάχης φεύγοντές εἰσιν οἱ βάρβαροι καὶ ἐς τὸ ἕλος ὠθοῦντες ἀλλήλους, ἔσχαται δὲ τῆς γραφῆς νῆές τε αἱ Φοίνισσαι καὶ τῶν βαρβάρων τοὺς ἐσπίπτοντας ἐς ταύτας φονεύοντες οἱ Ἕλληνες. ἐνταῦθα καὶ Μαραθὼν γεγραμμένος ἐστὶν ἥρως, ἀφʼ οὗ τὸ πεδίον ὠνόμασται, καὶ Θησεὺς ἀνιόντι ἐκ γῆς εἰκασμένος4 Ἀθηνᾶ τε καὶ Ἡρακλῆς· Μαραθωνίοις γάρ, ὡς αὐτοὶ λέγουσιν, Ἡρακλῆς ἐνομίσθη θεὸς πρώτοις. τῶν μαχομένων δὲ δῆλοι μάλιστά εἰσιν ἐν τῇ γραφῇ Καλλίμαχός τε, ὃς Ἀθηναίοις πολεμαρχεῖν ᾕρητο, καὶ Μιλτιάδης τῶν στρατηγούντων, ἥρως τε Ἔχετλος καλούμενος, οὗ καὶ ὕστερον ποιήσομαι μνήμην.

画作的最后是在马拉松作战的人们;在波奥蒂亚人中,占领普拉台亚的人们以及所有的阿提卡军队正与蛮族短兵相接。在这部分,双方的交战不分轩轾;但在战斗的深入部分(画面中部),蛮族正在溃逃,并互相推挤进沼泽之中;画作的末尾则是腓尼基的船只,以及希腊人正在屠杀那些跌入船中的蛮族。这里还绘有英雄马拉松(平原即因他而得名),以及被描绘成从地底升起的忒修斯,还有雅典娜和赫拉克勒斯;因为据马拉松人自己说,他们是希腊人中最先将赫拉克勒斯视为神明崇拜的。在参战者中,画中最显眼的是被雅典人选为军事统帅的卡利马科斯,以及将领中的米尔提亚德斯,还有一位被称为埃赫特洛斯的英雄,关于他我稍后还会提及。

§1.15.4

ἐνταῦθα ἀσπίδες κεῖνται χαλκαῖ, καὶ ταῖς μέν ἐστιν ἐπίγραμμα ἀπὸ Σκιωναίων καὶ τῶν ἐπικούρων εἶναι, τὰς δὲ ἐπαληλιμμένας πίσσῃ, μὴ σφᾶς ὅ τε χρόνος λυμήνηται καὶ ὁ ἰός, Λακεδαιμονίων εἶναι λέγεται τῶν ἁλόντων ἐν τῇ Σφακτηρίᾳ νήσῳ.

这里陈列着一些青铜盾牌,其中一部分刻有铭文,说明它们来自斯基奥内人及其盟军;而另一部分涂有沥青以防岁月和锈迹剥蚀的盾牌,据传是属于在斯法克特里亚岛被俘的拉刻代蒙人的。

语法注4 条
  1. 1.15.1ἰοῦσι

    现在分词的阳性/通性复数与格,在地理描写中用作方向或参考与格,表示“对于向(画廊)走去的人而言”。

  2. 1.15.1οἱ

    第三人称单数与格代名词(阳性/中性),指代前文的 πύλη(门)。与 ἔπεστι 连用,意为“在其[门]之上”。

  3. 1.15.2μόναις δὲ ἄρα ταῖς γυναιξὶν οὐκ ἀφῄρει τὰ πταίσματα τὸ ἐς τοὺς κινδύνους ἀφειδές

    主语是中性名词短语 τὸ ἐς τοὺς κινδύνους ἀφειδές(对危险的不顾/无畏),动词为 ἀφῄρει(未完成过去时,夺去),与格 μόναις ταῖς γυναιξὶν(唯独从那些女性身上)作为被剥夺的对象,宾格 τὰ πταίσματα(失败)是主语。整句意为“失败并未剥夺唯独那些女性对危险的无畏”。

  4. 1.15.3ἀνιόντι ἐκ γῆς εἰκασμένος

    分词 ἀνιόντι 是现在分词单数与格,由完成时被动分词 εἰκασμένος(被描绘成、被塑造成像……一样)支配。它描绘了忒修斯“如同从地底升起”的姿态,这反映了忒修斯的亡魂在马拉松战役中从地下显现帮助雅典人的传说。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-22)
  • 2026-09-22 AI校阅 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.15.1-1.15.4