← 卡西乌斯·狄奥

罗马史

§37.2.1-37.2.7

阿尔托克斯的溃逃与对庞培请和

伊比利亚国王阿尔托克斯承诺提供桥梁与补给诱使庞培渡河后遁逃,但随即被追上击溃;待罗马军队渡过佩洛罗斯河后,他交出儿子作为人质并与罗马达成和解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.2.1

μέλλοντος δʼ αὖ καὶ τὸν Κύρνον διαβήσεσθαι, πέμπει πρὸς αὐτὸν ὁ Ἀρτώκης εἰρήνην τε αἰτῶν, καὶ γέφυραν τά τε ἐπιτήδεια ἑκών οἱ παρέξειν ὑπισχνούμενος. καὶ ἐποίησε μὲν ἑκάτερον ὡς καὶ συμβησόμενος, δείσας δέ, ἐπειδὴ εἶδεν αὐτὸν διαβεβηκότα, πρὸς τὸν Πέλωρον, ἐν τῇ ἀρχῇ καὶ ἐκεῖνον τῇ αὐτοῦ ῥέοντα, ἀπέφυγεν· ὃν γὰρ ἐξῆν αὐτῷ κωλῦσαι διαβῆναι, τοῦτον ἐπισπασάμενος ἀπεδίδρασκεν.1 ἰδὼν οὖν τοῦθʼ ὁ Πομπήιος ἐπεδίωξέ τε αὐτὸν καὶ καταλαβὼν ἐνίκησε· δρόμῳ γάρ, καὶ πρὶν τοὺς τοξότας αὐτοῦ τῇ σφετέρᾳ τέχνῃ χρήσασθαι, ὁμόσε σφίσιν ἐχώρησε καὶ διʼ ἐλαχίστου αὐτοὺς ἐτρέψατο. γενομένου δὲ τούτου Ἀρτώκης μὲν τόν τε Πέλωρον διαβὰς καὶ τὴν γέφυραν καὶ τὴν ἐκείνου καύσας ἔφυγε, τῶν δʼ ἄλλων οἱ μὲν ἐν χερσίν, οἱ δὲ καὶ τὸν ποταμὸν πεζῇ περαιούμενοι ἀπέθανον· συχνοὶ δὲ καὶ κατὰ τὰς ὕλας σκεδασθέντες ἡμέρας μέν τινας ἀπὸ τῶν δένδρων ὑπερυψήλων ὄντων ἀποτοξεύοντες διεγένοντο, ἔπειτα δὲ καὶ αὐτοὶ ὑποτμηθέντων τῶν δένδρων ἐφθάρησαν. καὶ οὕτω καὶ ὁ Ἀρτώκης ἐπεκηρυκεύσατο μὲν αὖθις τῷ Πομπηίῳ καὶ δῶρα ἔπεμψεν· ἐκείνου δὲ δὴ ταῦτα μέν, ὅπως τὰς σπονδὰς ποιήσεσθαι ἐλπίσας μὴ περαιτέρω ποι προχωρήσῃ, λαβόντος, τὴν δʼ εἰρήνην οὐχ ὁμολογήσαντος δώσειν ἂν μὴ2 τοὺς παῖδάς οἱ ὁμήρους προαποστείλῃ, χρόνον τινὰ ἐπέσχε,3 μέχρις οὗ οἱ Ῥωμαῖοι καὶ τὸν Πέλωρον διαβατόν πῃ τοῦ θέρους γενόμενον οὐ χαλεπῶς, ἄλλως τε καὶ μηδενὸς κωλύοντος, ἐπεραιώθησαν. οὕτω δὲ δὴ τούς τε παῖδας αὐτῷ ἔπεμψε, καὶ μετὰ τοῦτο καὶ συνηλλάγη.

当庞培又打算渡过库鲁斯河时,阿尔托克斯派人前往他那里求和,并许诺自愿向他提供桥梁和补给。 阿尔托克斯做了这两件事,表现得仿佛将要缔结合约;但他一见庞培已经渡河,便心生恐惧,逃往佩洛罗斯河——那也是一条流经其领地的河流;因为他本可以阻止对方渡河,如今却反而将对方引诱过来,自己 逃之夭夭。庞培见状便追赶他,追上后将其击溃;因为庞培以疾跑之势,在对方的弓箭手尚未来得及施展其技艺之前,便冲上去与他们短兵相接,并在转瞬之间将他们击溃。此事发生后,阿尔托克斯渡过佩洛罗斯河,烧毁了该河上的桥梁而逃走;其他人则有的在肉搏战中阵亡,有的在徒步渡河时丧命。还有许多人分散逃入森林中,一连数日凭借极高的大树向下放箭支撑了下来;但随后由于大树被从根部砍倒,他们也一同灭亡。于是阿尔托克斯再次向庞培派遣使节,并送去礼物;但庞培虽收下了这些礼物,以使〔阿尔托克斯〕因期待能缔结停战协议而不致再往任何更远的地方前行,却不同意准予和平,除非阿尔托克斯先把自己的儿子们作为人质送交过来;因此阿尔托克斯犹豫拖延了一段时间,直到罗马人在夏季佩洛罗斯河水变浅可涉之处毫不费力地渡过了该河,尤其是因为没有任何人前来阻拦;于是他终于把儿子们送交给庞培,在此之后达成了和解。

语法注3 条
  1. 37.2.2ὃν γὰρ ἐξῆν αὐτῷ κωλῦσαι διαβῆναι, τοῦτον ἐπισπασάμενος ἀπεδίδρασκεν

    关系从句 ὃν ... κωλῦσαι διαβῆναι 置于主句指示代词 τοῦτον 之前(关系从句前置)。关系代词 ὃν 与主句的 τοῦτον 均指代庞培。分词 ἐπισπασάμενος 带有让步意味(“尽管引诱了他”),突出了阿尔托克斯既亲自协助对方渡河却又随即仓皇逃跑的矛盾行径。

  2. 37.2.6ἂν μὴ

    在 οὐχ ὁμολογήσαντος δώσειν ἂν μὴ τοὺς παῖδάς οἱ ὁμήρους προαποστείλῃ 中,ἂν μή 是 ἐὰν μή(“除非/若不”)的简写,引导带有虚拟语气(此处为 προαποστείλῃ)的条件从句。它并非修饰将来时不定式 δώσειν 的语气小词 ἄν,而是直接引语中的 ἐὰν μὴ προαποστείλῃς(“除非你先送来人质”)在间接引语中转为第三人称后的保留形式。

  3. 37.2.6ἐκείνου δὲ δὴ ταῦτα μέν, ὅπως τὰς σπονδὰς ποιήσεσθαι ἐλπίσας μὴ περαιτέρω ποι προχωρήσῃ, λαβόντος, τὴν δʼ εἰρήνην οὐχ ὁμολογήσαντος δώσειν ἂν μὴ τοὺς παῖδάς οἱ ὁμήρους προαποστείλῃ, χρόνον τινὰ ἐπέσχε

    全句的主语承接前文的阿尔托克斯(主动词为 ἐπέσχε)。句中插入了以庞培为主语的长大属格绝对结构 ἐκείνου ... λαβόντος ... οὐχ ὁμολογήσαντος。夹在 ταῦτα μέν 与 λαβόντος 之间的目的从句 ὅπως ... μὴ ... προχωρήσῃ 修饰 λαβόντος,其主语(以及与之性数格一致的主格分词 ἐλπίσας 的逻辑主语)为阿尔托克斯,表达庞培收下礼物的意图——使阿尔托克斯因指望缔结停战协议而不再往更远处前行。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:37.2.1-37.2.7