← 卡西乌斯·狄奥

罗马史

§37.1.1-37.1.5

庞培先发制人进攻伊比利亚与阿尔托克斯退却

在公元前65年,庞培识破伊比利亚国王阿尔托克斯假意讲和并企图突袭的计谋,先发制人攻入其境内,夺取咽喉要塞,降服了河此岸的全境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.1.1

τότε μὲν δὴ ταῦτʼ ἔπραξε, τῷ δʼ ἐπιγιγνομένῳ ἔτει, τοῦ τε Κόττου τοῦ Λουκίου καὶ τοῦ Τορκουάτου τοῦ Λουκίου ὑπατευόντων, ἐπολέμησε μὲν καὶ τοῖς Ἀλβανοῖς, ἐπολέμησε δὲ καὶ τοῖς Ἴβηρσι. καὶ προτέροις γε τούτοις1 καὶ παρὰ γνώμην ἠναγκάσθη συνενεχθῆναι· Ἀρτώκης γὰρ ὁ βασιλεὺς αὐτῶν (νέμονται δὲ ἐπʼ ἀμφότερα τοῦ Κύρνου, τῇ μὲν τοῖς Ἀλβανοῖς, τῇ δὲ τοῖς Ἀρμενίοις πρόσοροι) φοβηθεὶς μὴ καὶ ἐφʼ ἑαυτὸν τράπηται, πρέσβεις μὲν ὡς καὶ ἐπὶ φιλίᾳ πρὸς αὐτὸν ἔπεμψε, παρεσκευάζετο δὲ ὅπως ἐν τῷ θαρσοῦντι καὶ διὰ τοῦτο ἀνελπίστῳ οἱ ἐπίθηται.2

当时他便处理了这些事务;但到了翌年,即卢基乌斯·科塔与卢基乌斯·托尔夸图斯担任执政官之年,他不仅与阿尔巴尼亚人作战,还与伊比利亚人作战。而且,他不得不首先与后者交战,这甚至出乎他的意料。因为他们的国王阿尔托克斯(他们居住在库鲁斯河两岸,一边与阿尔巴尼亚人接壤,另一边与亚美尼亚人接壤)担心〔庞培〕也会转向攻击自己,表面上虽派遣使节前往他那里缔结友谊,却暗中准备趁他自恃安全因而猝不及防之时发动袭击。

§37.1.3

προμαθὼν οὖν καὶ τοῦτο ὁ Πομπήιος ἔς τε τὴν χώραν αὐτοῦ προενέβαλε, πρὶν ἱκανῶς τε αὐτὸν ἑτοιμάσασθαι καὶ τὴν ἐσβολὴν δυσχερεστάτην οὖσαν προκατασχεῖν, καὶ ἔφθη καὶ πρὸς τὴν πόλιν τὴν Ἀκρόπολιν ὠνομασμένην προχωρήσας, πρὶν καὶ αἰσθέσθαι τὸν Ἀρτώκην3 ὅτι παρείη. ἦν δὲ ἐπʼ αὐτοῖς τοῖς στενοῖς, ἔνθεν μὲν τοῦ Καυκάσου παρατείνοντος, οὗ καὶ ἐπὶ τῇ φυλακῇ τῶν ἐσβολῶν ὠχύρωτο. ὅ τε οὖν Ἀρτώκης ἐκπλαγεὶς οὐδένα καιρὸν ὥστε συντάξασθαι ἔσχεν, ἀλλὰ διαβὰς τὸν ποταμὸν τὴν γέφυραν κατέπρησε, καὶ οἱ ἐν τῷ τείχει πρός τε τὴν φυγὴν αὐτοῦ, καὶ ἅμα καὶ μάχῃ νικηθέντες, ἐνέδοσαν. κρατήσας οὖν τῶν διόδων ὁ Πομπήιος φρουράν τε ἐπʼ αὐταῖς κατεστήσατο, καὶ ἐκεῖθεν ὁρμώμενος πᾶσαν τὴν ἐντὸς τοῦ ποταμοῦ κατεστρέψατο.

因此,庞培事先得知了这一企图,便赶在对方充分准备并抢先占领极为险峻的关口之前,率先攻入其国土;并且在阿尔托克斯甚至尚未察觉他已抵达之前,便已进抵那座被称为“阿克罗波利斯”的城镇。此城恰好扼守险隘之处,高加索山脉在一侧绵延,此处正是为扼守通道而筑起要塞。因此,阿尔托克斯惊惶失措,根本没有时间整顿阵势,只得渡河并烧毁了桥梁;而城垣内的人因他的逃跑,同时也由于在战斗中被击败,遂开城投降。庞培因而控制了要道并在其上设立了驻军,随后以此为基地,征服了河流此岸的全部土地。

语法注3 条
  1. 37.1.1καὶ προτέροις γε τούτοις

    指示代词 τούτοις 指代前文紧邻的名词 Ἴβηρσι(伊比利亚人)。作者将它与 προτέροις(更早、首先)搭配,用以强调事态的反常:在方才提及的两个民族(阿尔巴尼亚人与伊比利亚人)之中,庞培反倒先与排在后面的伊比利亚人交战。

  2. 37.1.2ἐν τῷ θαρσοῦντι καὶ διὰ τοῦτο ἀνελπίστῳ οἱ ἐπίθηται

    中性定冠词 τῷ 将现在分词 θαρσοῦντι 和形容词 ἀνελπίστῳ 名词化,构成表示情境与时机的状语短语(“当他满怀信心、因而毫无防备之时”)。代词 οἱ 是第三人称单数与格(相当于 αὐτῷ),作复合动词 ἐπίθηται(袭击)的宾语。

  3. 37.1.3ἔφθη καὶ πρὸς τὴν πόλιν τὴν Ἀκρόπολιν ὠνομασμένην προχωρήσας, πρὶν καὶ αἰσθέσθαι τὸν Ἀρτώκην

    动词 φθάνω 搭配补充性分词(ἔφθη ... προχωρήσας)的句式,与后文带宾格和不定词的 πρίν 从句(πρὶν καὶ αἰσθέσθαι τὸν Ἀρτώκην)相呼应,双重强调了庞培先发制人的神速,在阿尔托克斯察觉之前便已抢先推进至该城。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:37.1.1-37.1.5