- 底本
- Cassius Dio. Dio's Roman History, Vols. 3-6. Cary, Earnest, editor. London: William Heinemann; New York, NY: G. P. Putnam's Sons, 1914-1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.45.1-36.45.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
皮索被杀,而获得新统帅权的庞培将重心由克里特转向对米特拉达梯的东方战争,并通过联络帕提亚威逼米特拉达梯求和,在后者阵营内引发内讧骚乱。
τι αὐτούς, ἐσφάγη· Πομπήιος δὲ τὸ μὲν πρῶτον ὡς καὶ ἐπὶ τὴν Κρήτην τόν τε Μέτελλον πλευσούμενος ἡτοιμάζετο, μαθὼν δὲ τὰ δεδογμένα προσεποιεῖτο μὲν ἄχθεσθαι ὡς καὶ πρότερον, καὶ τοῖς ἀντιστασιώταις ὡς καὶ πράγματα ἀεί ποτε αὐτῷ, τοῦ καὶ πταῖσαί τι,1 παρέχουσιν ἐπεκάλει, ἀσμεναίτατα δὲ αὐτὰ ἀναδεξάμενος Κρήτην μὲν καὶ τἆλλα τὰ ἐν τῇ θαλάσσῃ, εἴ πού τι ἀδιοίκητον κατελέλειπτο, παρʼ οὐδὲν ἔτʼ ἤγαγε, πρὸς δὲ δὴ τὸν τῶν βαρβάρων πόλεμον παρεσκευάζετο. κἀν τούτῳ βουληθεὶς τῆς τοῦ Μιθριδάτου διανοίας πειρᾶσθαι, πέμπει τὸν Μητροφάνη φιλίους αὐτῷ λόγους φέροντα. καὶ ὃς τότε μὲν ἐν ὀλιγωρίᾳ αὐτὸν ἐποιήσατο (τοῦ γὰρ Ἀρσάκου τοῦ τῶν Πάρθων βασιλέως ἀποθανόντος ἐν τῷ χρόνῳ τούτῳ Φραάτην τὸν διάδοχον αὐτοῦ προσεδόκησεν οἰκειώσεσθαι), ἐπεὶ δʼ ὁ Πομπήιος τὴν φιλίαν τῷ Φραάτῃ διὰ ταχέων ἐπὶ τοῖς αὐτοῖς προσυνέθετο καὶ ἐς τὴν Ἀρμενίαν αὐτὸν τὴν τοῦ Τιγράνου προεμβαλεῖν ἀνέπεισε, πυθόμενος τοῦτο κατέδεισε, καὶ πρεσβευσάμενος εὐθὺς σύμβασιν ἔπραττε. κελεύσαντος δὲ αὐτῷ τοῦ Πομπηίου τά τε ὅπλα καταθέσθαι καὶ τοὺς αὐτομόλους ἐκδοῦναι οὐκ ἔσχε καιρὸν βουλεύσασθαι· ἀκούσαντες γὰρ ταῦτα οἱ ἐν τῷ στρατοπέδῳ αὐτοῦ ὄντες, καὶ φοβηθέντες οἵ τε αὐτόμολοι (πολλοὶ δὲ ἦσαν) μὴ ἐκδοθῶσι, καὶ οἱ βάρβαροι μὴ ἄνευ ἐκείνων πολεμεῖν ἀναγκασθῶσιν, ἐθορύβησαν.
由于对当地人行事不义而被杀。另一方面,庞培最初摆出要起航开赴克里特并前往梅特卢斯那里的姿态作准备;但得知决议后,他却像以往那样假装感到不悦,并谴责政敌总是给他安排麻烦事,图谋让他遭遇挫折。然而他内心却极其欣喜地接受了这些决议,对于克里特以及海域其余地方——倘若还有何处尚未处置完毕——再也不屑一顾,而是着手准备针对蛮族的战争。与此同时,他意欲试探米特拉达梯的心意,便派麦特罗法内斯携友好之词前往其处。 米特拉达梯起初对他不屑一顾(因为帕提亚国王阿尔萨息斯在此期间去世,他期望能将继位者弗拉阿特斯争取过来);但当庞培迅速按照相同条件抢先与弗拉阿特斯订立盟约,并说服他先期入侵提格兰的亚美尼亚领地后,米特拉达梯得悉此事大惊失色,立即遣使谋求和解。 然而庞培却勒令他放下武器并交出逃兵,这使得米特拉达梯根本没有权衡考虑的时间;因为大营里的人听闻此事后——逃兵们(其人数众多)害怕自己被交出,而蛮族人则害怕失去他们被迫孤军作战——便鼓噪骚动起来。
κἂν ἐξειργάσαντό τι τὸν Μιθριδάτην, εἰ μὴ ψευσάμενος ὅτι οὐκ ἐπὶ σπονδαῖς ἀλλʼ ἐπὶ κατασκοπῇ τῆς τῶν Ῥωμαίων παρασκευῆς τοὺς πρέσβεις ἔπεμψε, μόλις αὐτοὺς κατέσχεν.2
若不是米特拉达梯谎称派遣使节并非为了议和而是为了刺探罗马人的军备,勉强将他们弹压住,他们甚至差点对米特拉达梯下毒手了。
- 36.45.1τοῦ καὶ πταῖσαί τι
带冠词的不定式属格(τοῦ + 不定式),表示目的,修饰主句动词 παρέχουσιν,意为“为了使他遭受某种失败/挫折”。τι 作动词 πταῖσαι(失足、受挫)的内宾语(同源宾语)或副词性宾格。
- 36.45.5κἂν ἐξειργάσαντό τι τὸν Μιθριδάτην, εἰ μὴ ... κατέσχεν
过去反事实条件句结构(κἂν = καὶ ἄν)。归结句中的 ἐξειργάσαντο(不定过去时中动直陈式)意为“危害、残害”,与 τι 及 τὸν Μιθριδάτην 连用表示“他们险些对米特拉达梯下毒手”。条件从句谓语为不定过去时直陈式 κατέσχεν,完全符合过去反事实条件句的标准句法规则(εἰ + 过去直陈式,归结句 ἄν + 过去直陈式)。
