← 卡西乌斯·狄奥

罗马史

§36.44.1-36.44.5

西塞罗的变节与第一次喀提林阴谋

西塞罗转向民众派后,作为裁判官仅将马利乌斯的审判推迟一天而激起民愤,随即在平民集会上抨击元老院并承诺为其辩护,因而被称为“逃兵”。与此同时,因贿选落选的佩图斯、苏拉与皮索、喀提林等人密谋暗杀新任执政官事泄,皮索随后被元老院打发至伊比利亚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.44.1

συρφετώδεις μετέστη. καὶ μετὰ τοῦτο δίκης τέ τινος τῷ Μαλλίῳ πρὸς τῶν δυνατῶν παρασκευασθείσης, καὶ ἐκείνου χρόνον τινὰ ἐμποιῆσαι αὐτῇ σπουδάζοντος, τά τε ἄλλα κατʼ αὐτοῦ ἔπραττε, καὶ μόλις αὐτόν (ἐστρατήγει γὰρ καὶ τὴν ἡγεμονίαν τοῦ δικαστηρίου εἶχεν) ἐς τὴν ὑστεραίαν ἀνεβάλετο,1 πρόφασιν ἐπʼ ἐξόδῳ τὸ ἔτος εἶναι ποιησάμενος.2

转向了乌合之众。在此之后,当权贵们筹备了一场针对马利乌斯的诉讼,而马利乌斯竭力想为此案争取一些延期时,西塞罗却百般对他不利,并且(因为西塞罗担任裁判官且执掌法庭审判权)仅仅勉强将他的案子推迟到次日,借口是当年即将结束。

§36.44.2

κἀν τούτῳ δυσχεράναντος τοῦ ὁμίλου ἐσῆλθέ τε ἐς τὸν σύλλογον αὐτῶν, ἀναγκασθεὶς δῆθεν ὑπὸ τῶν δημάρχων, καὶ κατά τε τῆς βουλῆς κατέδραμε καὶ συναγορεύσειν τῷ Μαλλίῳ ὑπέσχετο. καὶ ὁ μὲν ἐκ τούτου τά τε ἄλλα κακῶς ἤκουε καὶ αὐτόμολος ὠνομάζετο, τάραχος δέ τις εὐθὺς ἐπιγενόμενος ἐκώλυσε τὸ δικαστήριον συναχθῆναι.

在此之际,民众对此深感不满,西塞罗便假托受到了保民官的强迫,步入他们的集会,不仅猛烈抨击元老院,还承诺要为马利乌斯辩护。由于这件事,西塞罗一方面在别的事上招致恶名,还被称为“逃兵”,另一方面,随即爆发的一场骚乱却阻止了法庭的开庭。

§36.44.3

Πούπλιός τε γὰρ Παῖτος καὶ Κορνήλιος Σύλλας, ἀδελφιδοῦς ἐκείνου τοῦ πάνυ Σύλλου, ὕπατοί τε ἀποδειχθέντες καὶ δεκασμοῦ ἁλόντες ἐπεβούλευσαν τοὺς κατηγορήσαντάς σφων Κότταν τε καὶ Τορκουᾶτον Λουκίους, ἄλλως τε καὶ ἐπειδὴ αὐτοὶ ἀνθῃρέθησαν, ἀποκτεῖναι. καὶ παρεσκευάσθησαν μὲν ἄλλοι τε καὶ Γναῖος Πίσων καὶ Λούκιος Κατιλίνας ἀνὴρ θρασύτατος (ᾐτήκει δὲ καὶ αὐτὸς τὴν ἀρχήν, καὶ διὰ τοῦτο ὀργὴν ἐποιεῖτο), οὐ μέντοι καὶ ἠδυνήθησάν τι δρᾶσαι διὰ τὸ τήν τε ἐπιβουλὴν προμηνυθῆναι καὶ φρουρὰν τῷ τε Κόττᾳ καὶ τῷ Τορκουάτῳ παρὰ τῆς βουλῆς δοθῆναι· δόγμα τι κατʼ αὐτῶν γενέσθαι, εἰ μὴ δήμαρχός τις ἠναντιώθη.3 ἐπεὶ δʼ οὖν καὶ ὣς ὁ Πίσων ἐθρασύνετο, ἐφοβήθη τε ἡ γερουσία μή τι συνταράξῃ, καὶ εὐθὺς αὐτὸν ἐς Ἰβηρίαν, πρόφασιν ὡς καὶ ἐπʼ ἀρχήν τινα, ἔπεμψε. καὶ ὁ μὲν ἐνταῦθα ὑπὸ τῶν ἐπιχωρίων, ἀδικήσας

因为普布利乌斯·佩图斯与那位著名的苏拉的侄子科尔内利乌斯·苏拉,虽已被选为执政官,却因贿选被定罪,他们便图谋杀害指控他们的卢基乌斯·科塔和卢基乌斯·托尔夸图斯,尤其是因为这两人取而代之当选了。除了其他人以外,格奈乌斯·皮索以及极其鲁莽的卢基乌斯·喀提林(他也曾谋求该职,并因此心怀怨恨)都受命参与其中,然而由于阴谋预先泄露,且元老院为科塔和托尔夸图斯配备了卫队,他们未能有所作为;若不是某位保民官出面反对,一项针对他们的决议险些就要出台了。既然皮索无论如何依然行事嚣张,元老院唯恐他挑起混乱,便立即假托派他去执行某项职务,将他送往伊比利亚。他在那里因行事不义而被当地人……

语法注3 条
  1. 36.44.1μόλις αὐτόν ... ἐς τὴν ὑστεραίαν ἀνεβάλετο

    动词 ἀνεβάλετο(推迟)以 αὐτόν(马利乌斯)作宾语,副词 μόλις(勉强、仅仅)修饰这一动作,强调西塞罗仅给予了极其短暂的宽限——推迟到次日(ἐς τὴν ὑστεραίαν),这与马利乌斯谋求较长延期(χρόνον τινὰ ἐμποιῆσαι)的意图形成鲜明对比。

  2. 36.44.1πρόφασιν ἐπʼ ἐξόδῳ τὸ ἔτος εἶναι ποιησάμενος

    名词短语 πρόφασιν ... ποιησάμενος(“以……为借口”)后接对格带不定式结构 ἐπʼ ἐξόδῳ τὸ ἔτος εἶναι(“该年即将结束”),其中 τὸ ἔτος 为不定式的逻辑主语(主语性对格),ἐπʼ ἐξόδῳ 为介词短语充当表语。

  3. 36.44.5δόγμα τι κατʼ αὐτῶν γενέσθαι, εἰ μὴ δήμαρχός τις ἠναντιώθη

    该句由从句 εἰ μὴ δήμαρχός τις ἠναντιώθη(“若非某位保民官出面反对”)构成与过去事实相反的虚拟条件句,但主句仅保留了不定式 γενέσθαι。在语境上理解为省略了反事实归结动词(如 κἂν ἐγένετο 或表达“险些发生”的述谓结构)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.44.1-36.44.5