← 阿里斯·台德斯

留克特拉演说一

§425-426

历史渊源与拯救斯巴达展现的宽宏之举

演说者列举马拉松铭文及两邦历史神话渊源,告诫雅典切莫助纣为虐消灭斯巴达而使希腊沦为“独眼”,敦促雅典人把握良机展现仁善之风施以援手。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§425

τροπαίου.1 ὅταν δὲ εἰς ταῦτα ἀποβλέψαι κελεύσω, εἰς ταυτηνὶ τὴν ἀκρόπολιν ἀποβλέψαι κελεύω καὶ τὸν Παρθενῶνα καὶ τὰ λάφυρα, ἃ μεθʼ ὧν ἐκτησάμεθα οὐχ ὅσιον προέσθαι νῦν οὐδὲ συνεξελεῖν τούτοις ἐφʼ οὓς τότε κοινωνοὺς εἴχομεν.2 φέρε δὴ, κεκάκωται μὲν ἡ Ἑλλὰς, βασιλεὺς δʼ ὅπως ἔχει γνώμης ἐπὶ τοῦ πολέμου καθαρῶς ἔδειξε, Θηβαῖοι δʼ ὑπὲρ ἀρχῆς βουλεύονται, ταύτῃ δʼ, ἡμᾶς ἐναντιωσομένους πάντες ἴσασιν, ὑπάρχει δʼ αὐτοῖς πρὸς τὸν βάρβαρον εὐεργεσία καὶ πίστις παλαιά· ἂν οὖν ἢ τῶν Θηβαίων διὰ ταῦτα καλούντων θαρρούντως, ἢ καὶ αὐτὸς αὑτῷ σύμβουλος γενόμενος στρατιὰν ἔχων ἀφίκηται πάλιν δεῦρο ὁ βάρβαρος, οὐκ ἄμεινον σώους εἶναι Λακεδαιμονίους καὶ ἀποκεῖσθαι πρὸς τοιοῦτον καιρὸν καὶ τοιαύτην ἀνάγκην, ἀλλὰ μὴ τὸ τοῦ Λακεδαιμονίου συμβεβηκὸς ὑπάρχειν, ἑτερόφθαλμον τὴν Ἑλλάδα;3 τοῦτο γάρ τις αὐτῶν εἰπεῖν λέγεται πρὸς Θηβαίους ὑπὲρ ἡμῶν, ὅτε ἀναιρεῖν ἡμᾶς ἐκέλευον. πολλὰ τοίνυν με ὕπεισι καὶ παλαιὰ καὶ μεγάλα, ἃ κοινὰ ταῖς πόλεσι πρὸς ἀλλήλας ὑπάρχει χωρὶς τῆς ἐπὶ τὸν βάρβαρον συστάσεως· οἷον Ἡρακλεῖ μυστηρίων μετάδοσις πρώτῳ ξένων, καὶ ὡς ἀπῆλθεν ἐξ ἀνθρώπων, τιμαὶ παρὰ πρώτοις ἡμῖν αἱ αὐταὶ τοῖς θεοῖς, καὶ τῶν ἐκείνου παίδων καταφυγὴ δεῦρο, καὶ ὑμῶν προστασία καὶ μάχη πρὸς Εὐρυσθέα, τὸν ἐλαύνοντʼ αὐτοὺς, καὶ τὰ τελευταῖα, Κίμωνος εἰς Ἰθώμην ἄφιξις καὶ Τυρταίου πρὸ Κίμωνος εἰς Σπάρτην. πάλιν αὖ τυράννων καταλύσεις παρὰ τούτων καὶ τὰ πρὸς Ἀλκμαιωνίδας οἰκεῖα καὶ μυρία τοιαῦτα ὕπεισί με. ἀλλὰ ταῦτα μὲν ἐξαριθμεῖσθαι καὶ καταλέγειν οὔτʼ εὔπορον οὔτʼ ἴσως ἐν δυνατῷ· εἰ δέ τις, ὦ ἄνδρες Ἀθηναῖοι, μεταξὺ νυνί πως εἰσδραμὼν ἀγγείλειεν ὑμῖν ὅτι τοῦ Μαραθῶνι τροπαίου τοὐπίγραμμα ἐκκεκόλαπται, θορυβησάντων δὲ τὸν αὐτόχειρα δείξειε, κᾆτα ἐκεῖνος φαίη τὸ Λακεδαιμονίων μόνον ἐξαληλιφέναι μέρος, τὸ δὲ λοιπὸν εἶναι σῶον καὶ φανερὸν, χαλεπῶς οἶδʼ ὅτι καὶ δυσχερῶς οὐδὲν ἧττον ἔχοιτʼ ἄν. μὴ τοίνυν ἂν μέν τις τοὔνομα τὸ Λακεδαιμονίων ἐξαλείψῃ τοῦ τροπαίου, πικρῶς καὶ χαλεπῶς ἔχειν οἴεσθε δεῖν, αὐτοὺς δὲ συνεξέλητε Θηβαίοις, ἐκ τῆς Ἑλλάδος οὔσης τῆς ἐπιγραφῆς,4 ἀλλὰ λογίζεσθε εἰ παρῆν τὰ πράγματα εἰς τοιοῦτον καιρὸν, ὥστε Θηβαίους κεκρατηκότας αὐτῶν μεθʼ ὑμῶν παντελῶς γνώμην προτεθεικέναι περὶ αὐτῶν, τίνʼ ἂν ψῆφον ἔθεσθε. ἆρά γε ἀπολλύναι; καὶ τίς τῶν σφόδρα ἑτοίμως ψηφισαμένων αὐτό γε τοῦτο ὁμολογήσειεν ἄν; ἀλλὰ σώζειν ὥσπερ ὑμᾶς ἐκεῖνοι πρότερον; πῶς οὖν συναναιρήσετε νῦν τοὺς αὐτοὺς τούτους; φέρε, ἐὰν δὲ συμβῇ τοῦτʼ αὐτὸ ὃ λέγω, καὶ προσθῆσθε μὲν τοῖς Θηβαίοις, συλλόγου δὲ γενομένου κελεύωσιν ὑμᾶς ἀποφήνασθαι τί χρὴ τοὺς Λακεδαιμονίους ποιεῖν ἢ νῦν ἢ ὕστερον, ἡνίκʼ ἂν μηδὲν ὅλως ἐκείνοις ἐνῇ, τί ἐρεῖτε, ὦ ἄνδρες Ἀθηναῖοι; καὶ τίνα γνώμην οἴσετε; ἀναιρεῖν οἷς ὑμᾶς οὐκ ἔδοξεν; ἀλλʼ ἐᾶν σώους; εἶθʼ ὑπὲρ ὧν ἂν ψήφου δεηθῶσι, τὴν σώζουσαν θήσεσθε δικαίως, τούτους ὅτʼ ἐν τοῖς ὅπλοις ἐστὶ τὸ διατηρῆσαι, συνεξελεῖν μᾶλλον αἱρήσεσθε;5 οὐκ ἂν παρέλθοιμι τὸ τῶν Ἀργείων ἐκείνων, ὑπὲρ ὧν τὸ παλαιὸν ἐξήλθετε εἰς Βοιωτίαν ταυτηνὶ καὶ οὐκ ἐπετρέψατε Θηβαίοις τούτοις οὐδὲν ἀγνωμονῆσαι περαιτέρω τοῦ καιροῦ, καίπερ ἠδικημένους τὴν ἀρχὴν εἰδότες. ἃ καὶ Λακεδαιμόνιοι σαφῶς ἐπιστάμενοι παρακαλοῦντες ἥκουσι νῦν ὑμᾶς ἐπὶ τοὺς αὐτοὺς τούτους, οὐχ ὑπὲρ ἑπτὰ νεκρῶν αὑτῶν, ἀλλὰ πάντων τῶν λοιπῶν τῆς σωτηρίας, ὥσπερ ἐξ ἐκείνου λοιπὸν ὀφειλομένων ἀμφοῖν τούτοιν, Θηβαίους μὲν ὑβρίζειν, ὑμᾶς δὲ κωλύειν. κεφάλαιον δʼ εἰπὼν καὶ δὴ πέπαυμαι. ἔχετε, ὦ Ἀθηναῖοι, Λακεδαιμονίους, ὃ πάλαι προὐθυμεῖσθε, ὑπὸ χεῖρα παρόντας καὶ περίεστι τῇ πόλει δίκην εἰληφυίᾳ δόξαν φιλανθρωπίας προσλαβεῖν, ἐὰν ἐθέλητε· οὗ τί γένοιτʼ ἂν ἥδιον; ἢ καὶ τοῦ τιμωρήσασθαι καὶ τοῦ σῶσαι τοὺς προσκρούσαντας κυρίους ὑπὸ τῆς τύχης γεγονέναι; πρὸς ταῦτα βουλεύσασθε ἃ χρή. ὡς εἰ μὲν ἐγκαταλειφθέντες ὑφʼ ὑμῶν οὐκ ἀνθέξουσι, πράγματος οὐ μετρίου δόξετε αἴτιοι γεγενῆσθαι· εἰ δὲ καὶ καθʼ αὑτοὺς ἀνοίσουσιν, ἄμεινον ἐφʼ ὑμᾶς ἐλθεῖν τοὔνομα, ὁμοῦ καὶ χάριν ἐκ Λακεδαιμονίων καὶ μνήμην πρὸς ἁπάντων ἔχον διηνεκῆ.

——战功碑的铭文。而当我促请你们瞻仰这些时,我是促请你们瞻仰眼前的这座卫城、帕特农神庙以及那些战利品;抛弃当年与我们共同赢得这些战利品的人,或者与我们当年联合他们去对抗的这帮忒拜人一同消灭他们,乃是不敬不义的。请想一想:希腊已经衰敝,波斯国王在战争中已将其图谋昭示无遗,忒拜人正在觊觎霸权——所有人皆知我们将对此加以反对——而且他们与异族人之间本就存有昔日的功劳与互信。因此,无论是因为忒拜人凭此大胆向其求援,还是因为国王独自决断再度率军来到此地,让斯巴达人保全性命、留待应对这般危局与急难,难道不比让那位斯巴达人所说的话成真——即让希腊变成独眼——更好吗?因为据传,当忒拜人当年催促将我们彻底消灭时,斯巴达人中曾有人为我们向他们说过这番话。 再者,除了一同抵御蛮族之外,两座城邦之间共同拥有的古老而伟大的深厚渊源,涌上我心头的还有很多:比如赫拉克勒斯作为外邦人中最先获准参与秘仪,以及他离世之后,在我们这里最先享有与诸神同等的崇敬,还有他的后裔逃亡至此,你们为抵抗驱逐他们的欧律斯透斯而给予的庇护与战斗;以及近世客蒙前往伊托墨救援,在客蒙之前堤尔泰俄斯前往斯巴达。反过来,斯巴达人推翻僭主统治,与阿尔克迈翁家族的世交,以及成千上万诸如此类的事迹,都涌上我心头。然而要将这些一一列举详述,既不容易,恐怕也不可能。 可是,雅典人啊,如果方才有人突然奔跑进来,向你们报告说马拉松战功碑上的铭文被凿掉了,在众人惊骇混乱之中指出了作恶者,而那人随后声称自己只涂抹了涉及斯巴达人的部分,其余部分均完好显明,我深知你们也绝不会因此少受一丝一毫的愤慨与不快。既然如此,如果有人从战功碑上抹去斯巴达人的名字,你们尚且认为应当深感痛恨与难受,那么当这碑铭属于全希腊之时,你们又怎能与忒拜人联手消灭斯巴达人本身呢?你们不妨想一想,如果局势到了这样的危急关头:忒拜人在你们协助下彻底击败了他们,并就他们的命运提出表决提案,你们会投下怎样的选票?难道是毁灭他们吗?在那些最积极投票的人当中,又有谁会公然承认这一点呢?难道不是像他们当年拯救你们那样去拯救他们吗?既然如此,如今你们又怎能一同消灭这同一批人呢? 且看,假如我所说的这一幕果真发生:你们依附了忒拜人,而当大会召开时,他们要求你们就斯巴达人如今或将来在彻底走投无路时应当受到何种处置表态,雅典人啊,你们会说什么?你们会提出怎样的动议?是消灭那些曾决意不去消灭你们的人吗?还是让他们平安保全?既然对于他们若需要选票时你们理应投下拯救的一票,那么在当今尚可用武力保全他们的时候,难道你们反倒宁愿选择联手消灭他们吗? 我绝不能略过当年阿尔戈斯人的事迹:昔日你们为了他们而出兵来到这片维奥蒂亚,没有容许眼前的这帮忒拜人逾越分寸肆意妄为,尽管你们明知忒拜人起初受了委屈。如今斯巴达人也对此心知肚明,因而前来呼吁你们对抗这同一帮人,并非为了他们死去的七具尸首,而是为了所有幸存者的性命安全;仿佛从那时起便留下了这两项相互对应的本分:忒拜人负责施暴,而你们负责阻止。 综括要点之后,我便就此止步。雅典人啊,正如你们长久以来所渴望的那样,如今斯巴达人就来到眼前,处于你们的掌控之下;并且如果你们愿意,城邦在完成了清算雪耻之后,完全还有余力再赢得仁善宽厚的美名。世上还有什么比这更令人畅快的呢?还有什么比凭借命运的安排,既能惩罚昔日触犯自己的人,又能成为保全他们的主宰更美好的呢?请针对这些考量,作出应当作出的决断。因为如果他们在被你们抛弃后未能支撑下去,你们将被视为铸成大祸的罪魁祸首;但如果他们依靠自身的力量挺了过来,那么这一功名的归宿留在你们身上,同时赢得来自斯巴达人的感激以及万民恒久的铭记,岂不是好得多吗?

语法注5 条
  1. 425τροπαίου

    属格名词,接续前一段落末尾未完的名词短语 τοὐπίγραμμα τοῦ Μαραθῶνι(“马拉松战功碑的铭文”)。

  2. 425ἃ μεθʼ ὧν ἐκτησάμεθα οὐχ ὅσιον προέσθαι νῦν οὐδὲ συνεξελεῖν τούτοις ἐφʼ οὓς τότε κοινωνοὺς εἴχομεν

    由两重关系从句交织而成的紧缩复合结构。关系代词 ἃ 指代先行词 τὰ λάφυρα,作 ἐκτησάμεθα 的宾语;μεθʼ ὧν(“与那些人共同”)所省略的先行词(指斯巴达人)同时作不定式 προέσθαι 与 συνεξελεῖν 的宾语(并隐含作 κοινωνοὺς εἴχομεν 的宾语),而 ἐφʼ οὓς(“对抗他们”)则以 τούτοις(指忒拜人)为先行词。

  3. 425ἑτερόφθαλμον τὴν Ἑλλάδα

    作 συμβεβηκὸς ὑπάρχειν(发生)的宾语补足语结构。将雅典与斯巴达喻为希腊的“双目”,若斯巴达覆灭则希腊将沦为“独眼”,此处将这一著名掌故融入了宾格不定式句式。

  4. 426ἐκ τῆς Ἑλλάδος οὔσης τῆς ἐπιγραφῆς

    带有表示归属与来源的介词 ἐκ 的属格独立结构(genitive absolute),带有让步语气:“尽管该铭文属于全希腊”。

  5. 426εἶθʼ ὑπὲρ ὧν ἂν ψήφου δεηθῶσι, τὴν σώζουσαν θήσεσθε δικαίως, τούτους ὅτʼ ἐν τοῖς ὅπλοις ἐστὶ τὸ διατηρῆσαι, συνεξελεῖν μᾶλλον αἱρήσεσθε;

    由对比鲜明的反问句构成。前半句由假设与关系从句 ὑπὲρ ὧν ἂν ψήφου δεηθῶσι, τὴν σώζουσαν [ψῆφον] θήσεσθε(“关于那些若需要投票便理应为其投下拯救之票的人”)与后半句主节 τούτους ... συνεξελεῖν μᾶλλον αἱρήσεσθε(“如今在可用武力保全他们时,难道反倒宁愿联手消灭他们吗”)形成尖锐对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg033.humanitext-grc2:425-426