- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg033.humanitext-grc2:423-424
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者揭露忒拜人的野心与不可信赖,驳斥与忒拜结盟的主张,劝告雅典人效法波斯国王的均势之策,将斯巴达人作为屏障加以援助。他将中立斥为懦弱并有违祖训,呼吁雅典人基于先祖的荣耀与历史传统与斯巴达人并肩作战。
ἐνθυμηθῶ τίνων αὐτῶν πρότερον πρὸς Λακεδαιμονίους ὄντων1 τί νῦν ἐπιχειροῦσιν, τῆς γε παρʼ ὑμῶν βοηθείας εἰ καὶ μνησθήσονται τὸ παράπαν θαυμάζω. ποίου γὰρ τροπαίου, τίνος ἐξόδου, τίνος συλλόγου, ποίας πράξεως ἀπελείποντο Θηβαῖοι Λακεδαιμονίων τὸν πρότερον χρόνον; τί μεῖζον ἐκείνων ἦγον; οὐδὲν, πλὴν εἰ τὰ ἱερά τις εἴποι. εἶτα ζημίαν τὸ μὴ τέλεον τούτους ἀνελεῖν κρίναντες καὶ διὰ τοῦθʼ ἡμᾶς τοὺς πρὶν ἐχθροὺς παρακαλοῦντες, ἡμῶν τῶν ἐπὶ καιροῦ φίλων καὶ τῶν ἐκ κατασκευῆς ἀφέξονται; καὶ μὴν οὐδὲ ὅμοιον Λακεδαιμονίοις τε πιστεύσαντας καὶ Θηβαίοις ἐξαπατηθῆναι· οὐδὲ γὰρ οὐδὲ τὸ τῆς συμμαχίας ἔχει σχῆμα ὅμοιον. Λακεδαιμονίους μὲν γὰρ σώζοντες γενναῖοί τε καὶ φιλάνθρωποι δόξετε εἶναι, Θηβαίους δʼ ἑλόμενοι πλεονεξίας ἐθέλειν εἶναι μερῖται καὶ τὴν τῆς Ἑλλάδος ἀρχὴν συγκατακτᾶσθαι. ἔστι δʼ ἐν μὲν χρηστῶν κοινωνίᾳ τοῖς ψευσαμένοις αἰσχύνη, ἐν δὲ πονηρῶν καὶ τοσοῦτον τοῖς ψευσθεῖσι.2 τὸ γὰρ ἐλπίδι κέρδους ἀδικεῖν διπλοῦν ἐστιν ὄνειδος, ὅταν παρὰ δόξαν ἐκβῇ τῳ. ταῦτα μέντοι χρὴ πόρρωθεν λογιζομένους φυλάττεσθαι τὸν τῆς ἀπάτης καὶ τὸν τῶν φόβων καιρὸν, καὶ μὴ τηνικαῦτα βουλεύεσθαι περὶ αὐτῶν ἡνίκα οὐδʼ αὐτὸ τοῦτο ἕξετε, μηδὲ ἀκριβῶς αὐτὰ βουληθῆναι μαθεῖν, ἀλλʼ ἕως ἔξεστι προϊδέσθαι καὶ τοὺς Λακεδαιμονίους ὥσπερ προβόλους διατηρῆσαι, τὸ τοῦ βασιλέως σοφὸν κρίναντας, ὃς ἐν τοῖς τελευταίοις τοῦ πολέμου διῆγεν ὑμᾶς ἐπʼ ἀνίσων,3 τὴν αὑτῷ συμφέρουσαν εὔνοιαν νέμων ἀεὶ τοῖς ἥττοσιν. ᾔδει γὰρ, οἶμαι, πολὺ βέλτιον ὂν μετὰ τῶν ἑτέρων ἀεὶ τοὺς ἰσχυροτέρους κακοῦν ἀπὸ τοῦ παρείκοντος ἢ καθάπαξ εἰς ἀγῶνα καταστῆναι πρὸς τοὺς τὸ ὅλον κατορθώσαντας. ἃ μὲν τοίνυν οἱ μηδετέροις οἰόμενοι δεῖν βοηθεῖν εἴποιεν ἂν, ταῦτα πρὸς τοὺς ὑπὲρ τῶν Θηβαίων λέγοντας ὑπαρχέτω μοι· ἃ δʼ οἱ τοὺς Θηβαίους ἑλέσθαι κελεύοντες ἁμαρτάνουσι, ταῦτα πάλιν πρὸς ἐκείνους οἳ μηδετέροις βοηθεῖν ἀξιοῦσι. δεῖ μὲν γὰρ ἔξω δή που πραγμάτων τὴν πόλιν εἶναι καὶ ταραχῆς, οὐδʼ ἐγὼ φήσαιμʼ ἂν ἄλλως ἔσται δὲ οὐδαμῶς, ἐὰν ἐπασκήσητε τοὺς Θηβαίους. εἰ δὲ τοῦτο φυλαττόμεθα, ἀνισωτέον τούσδε πρὸς οὓς ἀσχολήσονται.4 εἰ γὰρ αὐτοὶ μὲν Θηβαίοις μὴ βοηθήσομεν, τούτους δὲ προησόμεθα, οὐχ ὁρῶ τὸ τούτων κέρδος, ἀλλὰ καὶ τοῖς Θηβαίοις ἄμεινον ἴσως ἢ μηδετέροις ἐπαμῦναι. εἰ μὲν γὰρ συμμάχους δεῖ καὶ φίλους ἀμέμπτους ἔχειν αὐτοὺς, μηδὲν ἐλλίπωμεν· εἰ δὲ τοῦτο φεύγομεν, μὴ ποιήσωμεν ἀμφότερα, καὶ τὰ τούτων ἄπορα καὶ τἀκείνων ἐχθρὰ, ἀλλʼ ὑπάρχοντος τοῦ μὴ κοινωνεῖν Θηβαίοις τῆς πλεονεξίας καὶ τὸ παῦσαι τοὺς αὐτοὺς τούτους προσαναλάβωμεν· εἰ δὲ μὴ, οὔτε τούτοις πλέον οὐδὲν τῆς ἡμετέρας καλοκἀγαθίας οὔτε ἡμῖν τῆς ἐκείνων πλεονεξίας. ἔσται δὲ ἡμῖν καὶ περὶ τούτων ἀμελῶς καὶ πρὸς τοὺς ἑτέρους οὐκ οἰκείως βεβουλευμένον· κληρονομήσουσι δὲ Θηβαῖοι μὲν τῶν ἄθλων, ἡμεῖς δὲ τῆς αἰσχύνης· ἣν εἰ δεῖ πάντως ὑπομεῖναι, βέλτιον μὴ κενὴν, ἀλλʼ ἐπὶ τῷ λαβεῖν, τὴν αὐτήν γε οὖσαν. ἔπειτα καὶ ὑπνηλὸν ἴσως δόξει τοιούτων πραγμάτων ἀπολειφθῆναι τὴν πόλιν, καὶ ὥσπερ σέριφον ἤ τινʼ ἄλλην οὖσαν τῶν ἀγαπητῶς αὐτῶν σωζομένων ἐκ μέσου στῆναι. τὸ μὲν γὰρ τὴν γενναιοτέραν καὶ βελτίω τάξιν ἑλέσθαι καὶ νοῦν ἔχον ἐστὶν, ὦ Ἀθηναῖοι, καὶ ἔντιμον, τὸ δʼ ἐξαναχωρῆσαι καὶ φυγεῖν καθάπαξ τὰ πράγματα, τοῦτʼ ἀργίας ἤδη καὶ νωθρότητος, οὐ σοφίας οὐδὲ σεμνότητος ἔχει τάξιν οὐδεμιᾶς. ἀλλʼ οὐκ οἴεσθε, ὦ Ἀθηναῖοι, τοῦτό γε κἂν Αἰγινήτας τουτουσὶ γνῶναι καὶ Μεγαρέας, μηδʼ ἑτέροις ἐνοχλεῖν μηδʼ ἐμπίπτειν εἰς πράγματα; ἀλλʼ ὑμῖν τοῦτο οὐκ ἔνεστι λογίζεσθαι. οὐ γὰρ ἐᾷ τὰ τρόπαια οὐδʼ αἱ τῶν πατέρων πράξεις, οὐδʼ ἃς Ἴωσι δεηθεῖσιν ἔπεμψαν ἐκεῖνοι τριήρεις, αἳ τοὺς πολλοὺς καὶ λαμπροὺς κατὰ γῆν καὶ κατὰ θάλατταν ἀγῶνας ἐνίκησαν, διʼ οὓς ἡ πόλις ἡμῶν τοσοῦτον ἑαυτὴν ὑπερῆρεν ὅσονπερ πρὸ τοῦ τὰς ἄλλας. ἄξιον τοίνυν κἀκεῖνο ἐπὶ πᾶσιν ἐξετάσαι, ποτέροις συνηθέστερον ὑμῖν καὶ μᾶλλον πάτριον συντάττεσθαι, πότερόν ποτε Θηβαίοις, ἢ Λακεδαιμονίοις. ἀποβλέψατε δὴ εἰς τὰ τρόπαια τὰ τῶν πατέρων αὐτὰ ταῦτα καὶ τὰς ναυμαχίας, τὴν ἐπʼ Ἀρτεμισίῳ, τὴν ἐν Σαλαμῖνι, τὴν μάχην τὴν Πλαταιᾶσι, τοὐπίγραμμα τοῦ Μαραθῶνι
当我回想他们自身从前与斯巴达人的关系、以及他们如今所图谋的事端时,我实在怀疑他们是否还会把你们的援助哪怕丝毫记在心上。因为在以往的岁月里,斯巴达人的哪一座战功碑、哪一次出征、哪一次集会、哪一次行动,忒拜人曾缺席过?他们曾将什么看得重于斯巴达人?绝无仅有。然而,他们如今却判定不将斯巴达人彻底消灭乃是一种损失,并为此呼吁我们这些昔日的仇敌;既然如此,对于我们这些因时顺势的朋友、因权宜设谋而成的盟友,他们又怎会放过? 况且,信任斯巴达人而受骗与信任忒拜人而受骗,绝非同日而语;因为连这种同盟的性质也截然不同。拯救斯巴达人,你们将被视为高尚而仁爱;而若选择忒拜人,你们则会被视为意欲分沾贪暴之利,企图共同夺取希腊的霸权。再者,在君子之交中,耻辱属于背约失信之人;但在恶人之交中,哪怕受骗之人也要承受同等的耻辱。因为怀着图利的希冀而行不义,一旦事情偏离预料,对于当事者而言乃是双重的耻辱。然而,人们应当深谋远虑,防备欺诈之刻与恐惧之时的到来,而不应在连选择的余地都不复存在时才去研讨决策,也不应甘愿通过惨痛的经历去确切了解这一切;而应在尚能预见之时,将斯巴达人视同藩篱要塞加以维护,认定波斯国王的做法是明智的——他在战争的末期让你们处于不均衡的僵局中,始终将符合自身利益的善意分予处于劣势的一方。因为我想他深知,借助另一方随时随地打击更强者,远比彻底与夺取全局胜利之人正面交锋要好得多。 因此,那些认为不应援助任何一方的人所可能提出的论据,正可供我用来驳斥那些为忒拜人辩护的人;而那些敦促选择忒拜人的人所犯的错误,又反过来可供我用来驳斥那些主张两不相助的人。因为城邦固然应当远离纠纷与动荡——我也绝不会持相反意见;但如果你们纵容忒拜人坐大,这绝不可能实现。如果我们对此加以防范,就必须将眼前的斯巴达人扶植到对等的地位,好让〔忒拜人〕忙于应对他们。因为如果我们自己不去援助忒拜人,却又将斯巴达人弃之不顾,我看不出这有什么好处;甚至于援助忒拜人,恐怕都比两不相助要好。因为如果必须让他们成为无可挑剔的盟友与朋友,我们就应当毫无保留;但如果我们规避这一点,就不要两头落空——既让斯巴达人陷入绝境,又让忒拜人怀恨在心;而应当在坚持不与忒拜人同流合污的同时,再承担起制止这伙人的责任。否则,对于斯巴达人而言,我们的贤德毫无益处;对于我们而言,那些人〔忒拜人〕的贪暴也无丝毫好处。我们将落得对斯巴达人处置疏怠、对另一方又处置得不友善的下场;忒拜人将继承战利品,而我们则将承受耻辱——如果这种耻辱无论如何都必须承受的话,由于耻辱本身相同,为了有所收获而承受,总比毫无所得白白受辱要好。再者,城邦置身于这般大局之外,像塞里福斯或别的什么仅求苟全性命的岛屿一样退避中立,恐怕也会显得萎靡不振。因为选择更高贵、更优秀的阵营,雅典人啊,既是明智的,也是光荣的;而彻底抽身逃避事务,则纯属懒惰与懈怠,根本不具有任何智慧与尊严的地位。雅典人啊,难道你们不认为,就连眼前的埃癸那人和墨伽拉人,也懂得既不招惹任何一方、也不卷入纷争的道理吗?但你们是绝不能作此盘算的。因为父辈的功勋与战绩不允许你们这样做,他们当年派遣给求援的爱奥尼亚人的那些三段櫂船也不允许你们这样做——那些战船在陆上与海上赢得了无数光辉的战役,正是凭借它们,我们的城邦超越自身的幅度,一如从前超越其他所有城邦。 因此,在一切论述的最后,还有一点值得审视:在你们而言,究竟与哪一方并肩作战更加熟稔、更合乎祖传传统,究竟是忒拜人,还是斯巴达人?请放眼看看父辈们留下的这些战功碑以及海战吧:阿耳忒弥西昂海战、萨拉米斯海战、普拉提亚战役、马拉松的铭文……
- 423τίνων αὐτῶν πρότερον πρὸς Λακεδαιμονίους ὄντων
属格独立结构,疑问代词 τίνων 与分词 ὄντων 构成表语关系,充当主句动词 ἐνθυμηθῶ 所统领的间接疑问内容,意为“他们自身从前与斯巴达人处于何种关系”。
- 423ἐν δὲ πονηρῶν καὶ τοσοῦτον τοῖς ψευσθεῖσι
承前省略句,与前半句(ἐν μὲν χρηστῶν κοινωνίᾳ τοῖς ψευσαμένοις αἰσχύνη)相对称。πονηρῶν 后省略了 κοινωνίᾳ,句末补出 αἰσχύνη ἐστίν;καὶ τοσοῦτον 表示受骗者同样承受与施骗者同等程度的耻辱。
- 423διῆγεν ὑμᾶς ἐπʼ ἀνίσων
动词 διῆγεν 意为“使……处于某种状态”。介词短语 ἐπʼ ἀνίσων 采用中性复数构成习语,意为“在不均等的状态下”或“在失衡的均势中”,指波斯国王使各方相互掣肘而不使任何一方独大。
- 423ἀνισωτέον τούσδε πρὸς οὓς ἀσχολήσονται
动词性形容词 ἀνισωτέον(“必须使其均等”)构成的无人称句,带宾格 τούσδε(斯巴达人)。πρὸς οὓς 的先行词为 τούσδε(斯巴达人),ἀσχολήσονται 的主语为忒拜人,意指“必须使眼前的斯巴达人恢复对等实力,好让他们(忒拜人)忙于应对斯巴达人”。
