- 底本
- Strabo. Strabonis Geographica, Vols. 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.3.25-8.3.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-23
作者继续考证内斯托尔统治下的荷马史诗城市的地理位置,并利用忒勒玛科斯的航行描写证明内斯托尔的家乡是内陆的特里菲利亚的皮洛斯。
ὁ δὲ Κυπαρισσήεις ἔστι μὲν περὶ τὴν πρότερον Μακιστίαν,1 ἡνίκα καὶ πέραν τῆς Νέδας ἔτι ἦν Μακιστία, ἀλλʼ οὐκ οἰκεῖται, ὡς οὐδὲ τὸ Μάκιστον· ἄλλη δʼ ἐστὶν ἡ Μεσσηνιακὴ Κυπαρισσία, ὁμώνυμος μὲν οὔ, ὁμοίως δὲ νῦν κἀκείνη λέγεται Κυπαρισσία ἑνικῶς τε καὶ θηλυκῶς, ὁ δὲ ποταμὸς Κυπαρισσήεις. καὶ Ἀμφιγένεια δὲ τῆς Μακιστίας ἐστὶ περὶ τὸν Ὑψόεντα, ὅπου τὸ τῆς Λητοῦς ἱερόν. τὸ δὲ Πτελεὸν κτίσμα μὲν γέγονε τῶν ἐκ Πτελεοῦ τοῦ Θετταλικοῦ ἐποικησάντων·2 λέγεται γὰρ κἀκεῖ "ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην." ἔστι δὲ δρυμῶδες χωρίον ἀοίκητον, Πτελεάσιον καλούμενον. ἕλος δʼ οἱ μὲν περὶ τὸν Ἀλφειὸν χώραν τινά φασιν, οἱ δὲ καὶ πόλιν, ὡς τὴν Λακωνικήν "ἕλος τʼ ἔφαλον πτολίεθρον." οἱ δὲ περὶ τὸ Ἀλώριον ἕλος, οὗ τὸ τῆς Ἑλείας Ἀρτέμιδος ἱερὸν τῆς ὑπὸ τοῖς Ἀρκάσιν· ἐκεῖνοι γὰρ ἔσχον τὴν ἱερωσύνην. Δώριον δʼ οἱ μὲν ὄρος, οἱ δὲ πεδίον, [οἱ δὲ πολίδιον] φασίν· οὐδὲν δὲ νῦν δείκνυται· ὅμως δʼ ἔνιοι τὴν νῦν Ὄλουριν ἢ Ὄλουραν ἐν τῷ καλουμένῳ αὐλῶνι τῆς Μεσσηνίας κειμένην Δώριον λέγουσιν. αὐτοῦ δέ που καὶ ἡ Οἰχαλία ἐστὶν ἡ τοῦ Εὐρύτου ἡ νῦν Ἀνδανία, πολίχνιον Ἀρκαδικὸν ὁμώνυμον τῷ Θετταλικῷ καὶ τῷ Εὐβοϊκῷ· ὅθεν φησὶν ὁ ποιητὴς ἐς τὸ Δώριον ἀφικόμενον Θάμυριν τὸν Θρᾷκα ὑπὸ Μουσῶν ἀφαιρεθῆναι τὴν μουσικήν.
而库帕里塞埃伊斯确实位于以前的马基斯蒂亚附近,当时甚至在内达河对岸也仍是马基斯蒂亚,但现在已无人居住,正如马基斯托斯也无人居住一样;而麦塞尼亚的库帕里西亚是另一个地方,虽然并非完全同名,但现在那座城市也同样被以单数女性形式称为“库帕里西亚”,而那条河流则被称为“库帕里塞埃伊斯”。阿姆菲格内亚也属于马基斯蒂亚,在许普索埃伊斯河附近,那里有勒托的神殿。而普特莱翁是由那些从色萨利的普特莱翁迁徙而来的人所建的;因为关于那里也曾说过: “以及临海的安特隆和草木繁茂的普特莱翁。” 这是一个林木茂密、无人居住的地方,被称为普特莱阿西翁。至于赫洛斯,有些人说它是阿尔菲奥斯河附近的某一地区,有些人甚至说它是一座城市,就像拉科尼亚的那座城市一样: “以及海边的城市赫洛斯。” 而另一些人则认为它是阿洛里翁附近的沼泽,那里有阿卡迪亚人管辖下的赫莱亚的阿耳忒弥斯神殿;因为那些人掌管着祭司职位。关于多里翁,有些人说是一座山,有些人说是一片平原;但现在什么也指不出来;然而,有些人说,位于麦塞尼亚被称为奥隆的地方的现在的奥卢里斯或奥卢拉,就是多里翁。大约就在这个地方附近,也有欧律托斯的奥伊哈利亚,即现在的安达尼亚,这是一座阿卡迪亚的小镇,与色萨利和优波亚的同名城市同名;诗人说,色雷斯人塔米里斯正是从那里来到多里翁时,被缪斯女神们剥夺了音乐才能。
ἐκ δὴ τούτων δῆλον ὡς ἐφʼ ἑκάτερα τοῦ Ἀλφειοῦ ἡ ὑπὸ Νέστορι χώρα ἐστίν, ἣν πᾶσαν ὀνομάζει Πυλίων γῆν· οὐδαμοῦ δὲ ὁ Ἀλφειὸς οὔτε τῆς Μεσσηνίας ἐφάπτεται οὔτε τῆς κοίλης Ἤλιδος. ἐν ταύτῃ γὰρ τῇ χώρᾳ ἐστὶν ἡ πατρὶς τοῦ Νέστορος, ἥν φαμεν Τριφυλιακὸν Πύλον καὶ Ἀρκαδικὸν καὶ Λεπρεατικόν. καὶ γὰρ δὴ οἱ μὲν ἄλλοι Πύλοι ἐπὶ θαλάττῃ δείκνυνται, οὗτος δὲ πλείους ἢ τριάκοντα σταδίους ὑπὲρ αὐτῆς, ὅπερ καὶ ἐκ τῶν ἐπῶν δῆλον. ἐπί τε γὰρ τοὺς Τηλεμάχου ἑταίρους ἄγγελος πέμπεται πρὸς τὸ πλοῖον καλῶν ἐπὶ ξενίαν, ὅ τε Τηλέμαχος κατὰ τὴν ἐκ Σπάρτης ἐπάνοδον τὸν Πεισίστρατον οὐκ ἐᾷ πρὸς τὴν πόλιν ἐλαύνειν, ἀλλὰ παρατρέψαντα ἐπὶ [τὴν] ναῦν σπεύδειν, ὡς οὐ τὴν αὐτὴν οὖσαν ἐπὶ τὴν πόλιν καὶ τὸν ὅρμον. ὅ τε ἀπόπλους τοῦ Τηλεμάχου οὕτως ἂν οἰκείως λέγοιτο3 "βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον. δύετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί· ἡ δὲ Φεὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ, ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί." μέχρι μὲν δὴ δεῦρο πρὸς τὴν ἄρκτον ὁ πλοῦς, ἐντεῦθεν δʼ ἐπὶ τὸ πρὸς ἕω μέρος ἐπιστρέφει. παρίησι δὲ τὸν εὐθὺν πλοῦν ἡ ναῦς4 καὶ τὸν ἐξ ἀρχῆς καὶ τὸν εἰς Ἰθάκην διὰ τὸ τοὺς μνηστῆρας ἐκεῖ τὴν ἐνέδραν θέσθαι "ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε·" "ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσι." θοὰς δὲ εἴρηκε τὰς ὀξείας· τῶν Ἐχινάδων δʼ εἰσὶν αὗται, πλησιάζουσαι τῇ ἀρχῇ τοῦ Κορινθιακοῦ κόλπου καὶ ταῖς ἐκβολαῖς τοῦ Ἀχελώου. παραλλάξας δὲ τὴν Ἰθάκην, ὥστε κατὰ νώτου γενέσθαι, κάμπτει πάλιν πρὸς τὸν οἰκεῖον δρόμον τὸν μεταξὺ τῆς Ἀκαρνανίας καὶ τῆς Ἰθάκης, καὶ κατὰ θάτερα μέρη τῆς νήσου ποιεῖται τὴν καταγωγήν, οὐ κατὰ τὸν πορθμὸν τὸν Κεφαλληνιακόν, ὃν ἐφρούρουν οἱ μνηστῆρες.
由此可见,在内斯托尔统治下的领土位于阿尔菲奥斯河的两岸,诗人将这整片土地称为“皮洛斯人的土地”;而阿尔菲奥斯河在任何地方既不与麦塞尼亚相接,也不与低地埃利斯相接。因为内斯托尔的家乡就在这个地区,我们称之为特里菲利亚的、阿卡迪亚的和莱普雷翁的皮洛斯。因为实际上,虽然其他的皮洛斯都位于海边,但这一座却在海上面三十多斯塔德,这从叙事诗中也显而易见。例如,曾派遣使者前往在船上的忒勒玛科斯的同伴那里,邀请他们接受款待;而且忒勒玛科斯在从斯巴达返回的路上,不允许庇西特拉托斯驾车驶向城市,而是要他转向一旁,赶往船只,因为前往城市的路和前往停泊处的路并非同一条。而忒勒玛科斯的航行也可以这样恰当地描述: “他们经过了克鲁诺伊和流水分外美丽的哈尔基斯。 太阳西沉,所有的街道都变得阴暗; 而在宙斯顺风的欢欣下,船驶向了菲亚斯, 并经过了伊培奥斯人统治的神圣的埃利斯。” 确实,直到这里航程都是向北,而从这里开始,转向东方。但船避开了直行的航线(既是最初的航线,也是去往伊萨卡的航线),因为求婚者们在那里设下了埋伏,即“在伊萨卡和萨摩斯之间的海峡”;“于是他又让船朝向快捷群岛驶去。” 他用“快捷”来指代“尖锐”的岛屿;这些是埃基纳德斯群岛的岛屿,靠近科林斯湾的起点以及阿刻罗俄斯河的河口。在掠过伊萨卡使其位于身后之后,他再次折回阿卡纳尼亚和伊萨卡之间的正常航线,并在该岛的另一侧着陆,而不是通过求婚者所防守的凯法莱尼亚海峡。
- 8.3.25ὁ δὲ Κυπαρισσήεις ἔστι μὲν περὶ τὴν πρότερον Μακιστίαν
ὁ δὲ Κυπαρισσήεις(阳性单数主格)在荷马的目录中虽可理解为城市名,但在后文中被明确定义为河流名。此处使用对立结构(ὁ μὲν... ἄλλη δʼ...)以避免古城市名与现今河流名的混淆。
- 8.3.25τὸ δὲ Πτελεὸν κτίσμα μὲν γέγονε τῶν ἐκ Πτελεοῦ τοῦ Θετταλικοῦ ἐποικησάντων
属格分词短语 τῶν ἐκ Πτελεοῦ τοῦ Θετταλικοῦ ἐποικησάντων 用作修饰名词 κτίσμα(建起之物)的行为者属格(genitive of agent),表示“由那些从色萨利的普特莱翁迁徙而来的人所建之物”。
- 8.3.26ὅ τε ἀπόπλους τοῦ Τηλεμάχου οὕτως ἂν οἰκείως λέγοιτο
ἂν λέγοιτο 为潜在希求法(potential optative),表示带有肯定语气的推测,即“(在诗中)可以被适当地表述为”。这表明了斯特拉波在引用以下诗句以支持其地理假说时的合理性。
- 8.3.26παρίησι δὲ τὸν εὐθὺν πλοῦν ἡ ναῦς
动词 παρίησι(放过、避开)的主语是 ἡ ναῦς(船),表明忒勒玛科斯的船绕过了原本直行的航线。这描述了为了躲避求婚者在伊萨卡和萨摩斯之间海峡的埋伏而特意改变航道的行为。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
